Humanitext Reader

斯特拉波 · 地理学 §14.6.3

塞浦路斯沿岸城市与环岛航程

第 472 段,共 577 段 · 希腊语

内容简介

本段按顺时针方向详述了塞浦路斯的沿岸地理与城镇,重点提及阿佛洛狄忒神庙和历史名人的故乡,同时纠正了诗人赫迪洛斯在诗作中所犯的地理方位错误,最终完成环岛的梳理。

§14.6.3ἔφαμεν δέ που κατὰ τὸ Ἀνεμούριον ἄκραν τῆς Τραχείας Κιλικίας ἀντικεῖσθαι τὸ τῶν Κυπρίων ἀκρωτήριον τὴν Κρομμύου ἄκραν ἐν τριακοσίοις καὶ πεντήκοντα σταδίοις·
我们曾指出,在崎岖基利家的阿内穆里翁岬对面,在三百五十斯塔迪翁的距离上,对峙着塞浦路斯人的克罗米翁岬。
ἐντεῦθεν δʼ ἤδη δεξιὰν τὴν νῆσον ἔχουσιν, ἐν ἀριστερᾷ δὲ τὴν ἤπειρον, πρὸς ἄρκτον ὁ πλοῦς ἐστι καὶ πρὸς ἕω καὶ πρὸς τὰς Κλεῖδας εὐθυπλοίᾳ σταδίων ἑπτακοσίων.
从那里出发,对于将岛屿置于右侧、将大陆置于左侧的航行者而言,航路向北、向东,直航至克莱德斯,距离为七百斯塔迪翁。
ἐν δὲ τῷ μεταξὺ Λάπαθός τέ ἐστι πόλις ὕφορμον ἔχουσα καὶ νεώρια, Λακώνων κτίσμα καὶ Πραξάνδρου, καθʼ ἣν ἡ Νάγιδος· εἶτʼ Ἀφροδίσιον, καθʼ ὃ στενὴ ἡ νῆσος· εἰς γὰρ Σαλαμῖνα ὑπέρβασις σταδίων ἑβδομήκοντα· εἶτʼ Ἀχαιῶν ἀκτή, ὅπου Τεῦκρος προσωρμίσθη πρῶτον ὁ κτίσας Σαλαμῖνα τὴν ἐν Κύπρῳ, ἐκβληθείς, ὥς φασιν, ὑπὸ τοῦ πατρὸς Τελαμῶνος· εἶτα Καρπασία πόλις λιμένα ἔχουσα, κεῖται δὲ κατὰ τὴν ἄκραν τὴν Σαρπηδόνα· ἐκ δὲ τῆς Καρπασίας ὑπέρβασίς ἐστιν ἰσθμοῦ τριάκοντα σταδίων πρὸς τὰς νήσους τὰς Καρπασίας καὶ τὸ νότιον πέλαγος· εἶτʼ ἄκρα καὶ ὄρος· ἡ δʼ ἀκρώρεια καλεῖται Ὄλυμπος, ἔχουσα Ἀφροδίτης Ἀκραίας ναόν, ἄδυτον γυναιξὶ καὶ ἀόρατον.
在其中间是拉帕托斯市,拥有锚地和造船厂,由拉科尼亚人和普拉克桑德所建,其对面是纳吉杜斯;然后是阿佛洛狄西翁,在那里岛屿变窄,因为横跨到萨拉米斯的距离是七十斯塔迪翁;然后是阿开亚人海岸,据传萨拉米斯的创建者特夫克罗在被其父特拉蒙驱逐后,最先在此靠岸;然后是卡尔帕西亚市,拥有港口,位于萨尔佩东岬对面;从卡尔帕西亚有一处三十斯塔迪翁的地峡,可以横渡至卡尔帕西亚群岛和南部海域;然后是岬角和山,山脊被称为奥林波斯,拥有一座阿克莱亚的阿佛洛狄忒神庙,该神庙禁止女性进入,且对她们隐秘不显。
πρόκεινται δὲ πλησίον αἱ Κλεῖδες καὶ ἄλλαι δὲ πλείους, εἶθʼ αἱ Καρπασίαι νῆσοι, καὶ μετὰ ταῦτα ἡ Σαλαμίς, ὅθεν ἦν Ἄριστος ὁ συγγραφεύς· εἶτʼ Ἀρσινόη πόλις καὶ λιμήν· εἶτʼ ἄλλος λιμὴν Λεύκολλα· εἶτʼ ἄκρα Πηδάλιον, ἧς ὑπέρκειται λόφος τραχὺς ὑψηλὸς τραπεζοειδής, ἱερὸς Ἀφροδίτης, εἰς ὃν ἀπὸ Κλειδῶν στάδιοι ἑξακόσιοι ὀγδοήκοντα· εἶτα κολπώδης καὶ τραχὺς παράπλους ὁ πλείων εἰς Κίτιον ἔχει δὲ λιμένα κλειστόν· ἐντεῦθέν ἐστι Ζήνων τε ὁ τῆς στωικῆς αἱρέσεως ἀρχηγέτης καὶ Ἀπολλώνιος ἰατρός· ἐντεῦθεν εἰς Βηρυτὸν στάδιοι χίλιοι πεντακόσιοι.
在其附近有克莱德斯及其他几座岛屿,接着是卡尔帕西亚群岛,此后是萨拉米斯,历史学家阿里斯托斯即出身于此;然后是阿尔西诺伊市及港口;然后是另一港口雷科拉;然后是佩达利翁岬,其上方耸立着一座险峻、高耸的梯形山丘,是阿佛洛狄忒的圣地,从克莱德斯到此丘有六百八十斯塔迪翁;然后大多是多湾且险峻的沿岸航路,直达基提翁,该城拥有一个封闭的港口;这里是斯多葛学派创始人芝诺和医生阿波罗尼奥斯的故乡;从这里到贝鲁特有一千五百斯塔迪翁。
εἶτʼ Ἀμαθοῦς πόλις καὶ μεταξὺ πολίχνη Παλαιὰ καλουμένη, καὶ ὄρος μαστοειδὲς Ὄλυμπος· εἶτα Κουριὰς χερρονησώδης, εἰς ἣν ἀπὸ Θρόνων στάδιοι ἑπτακόσιοι. εἶτα πόλις Κούριον ὅρμον ἔχουσα, Ἀργείων κτίσμα.
然后是阿马苏斯市,其中间是一个名为帕莱亚的小镇,以及呈乳房状的奥林波斯山;然后是半岛状的库里亚斯,从塞罗诺伊到此有七百斯塔迪翁;然后是库里翁市,拥有锚地,是阿耳戈斯人的殖民地。
ἤδη οὖν πάρεστι σκοπεῖν τὴν ῥᾳθυμίαν τοῦ ποιήσαντος τὸ ἐλεγεῖον τοῦτο οὗ ἡ ἀρχή " ἱραὶ τῷ Φοίβῳ, πολλὸν διὰ κῦμα θέουσαι, ἤλθομεν αἱ ταχιναὶ τόξα φυγεῖν ἔλαφοι, " εἴθʼ Ἡδύλος ἐστὶν εἴθʼ ὁστισοῦν·
因此,现在可以察觉到创作了这首双行挽歌的诗人的疏忽,该诗的开头是: “我们这些敏捷的牝鹿,奉献给福玻斯,奔跑在滔滔波涛中,为了逃避弓箭而来到这里。
φησὶ μὲν γὰρ ὁρμηθῆναι τὰς ἐλάφους Κωρυκίης ἀπὸ δειράδος, ἐκ δὲ Κιλίσσης ᾐόνος εἰς ἀκτὰς διανήξασθαι Κουριάδας, καὶ ἐπιφθέγγεται διότι " μυρίον ἀνδράσι θαῦμα νοεῖν πάρα, πῶς ἀνόδευτον χεῦμα δίʼ εἰαρινῷ ἐδράμομεν ζεφύρῳ " ἀπὸ γὰρ Κωρύκου περίπλους μέν ἐστιν εἰς Κουριάδα ἀκτήν, οὐ ζεφύρῳ δὲ οὔτε ἐν δεξιᾷ ἔχοντι τὴν νῆσον οὔτʼ ἐν ἀριστερᾷ, δίαρμα δʼ οὐδέν.
” 无论是赫迪洛斯还是其他什么人;因为他说这些牝鹿是从科里科斯的山脊出发,从基利家的海岸游到库里亚斯的海岸,并且他附言道: “人们思考此事实为极大的奇迹,我们如何在春天的西风中,奔跑过这无路的潮水。 ” 因为从科里科斯确实有沿岸航路通往库里亚斯海岸,但既不是凭借西风,也不是将岛屿置于右侧或左侧,且根本没有海上的直线距离。
ἀρχὴ δʼ οὖν τοῦ δυσμικοῦ παράπλου τὸ Κούριον τοῦ βλέποντος πρὸς Ῥόδον, καὶ εὐθύς ἐστιν ἄκρα ἀφʼ ἧς ῥίπτουσι τοὺς ἁψαμένους τοῦ βωμοῦ τοῦ Ἀπόλλωνος· εἶτα Τρήτα καὶ Βοόσουρα καὶ Παλαίπαφος, ὅσον ἐν δέκα σταδίοις ὑπὲρ τῆς θαλάττης ἱδρυμένη, ὕφορμον ἔχουσα καὶ ἱερὸν ἀρχαῖον τῆς Παφίας Ἀφροδίτης· εἶτʼ ἄκρα Ζεφυρία πρόσορμον ἔχουσα, καὶ ἄλλη Ἀρσινόη ὁμοίως πρόσορμον ἔχουσα καὶ ἱερὸν καὶ ἄλσος· μικρὸν δʼ ἀπὸ τῆς θαλάττης καὶ ἡ Ἱεροκηπία.
无论航向如何,向西航行的起点是面向罗得岛的库里翁,紧接着是一个岬角,人们从那里将触碰过阿波罗祭坛的人推下悬崖;然后是特雷塔、博奥苏拉和帕莱帕福斯,后者建在距海约十斯塔迪翁的高处,拥有锚地和帕福斯的阿佛洛狄忒的古老神庙;然后是泽菲里亚岬,拥有锚地,以及另一个阿尔西诺伊,同样拥有锚地、神庙和圣林;距海不远的地方还有希埃罗凯皮亚。
εἶθʼ ἡ Πάφος, κτίσμα Ἀγαπήνορος καὶ λιμένα ἔχουσα καὶ ἱερὰ εὖ κατεσκευασμένα· διέχει δὲ πεζῇ σταδίους ἑξήκοντα τῆς Παλαιπάφου, καὶ πανηγυρίζουσι διὰ τῆς ὁδοῦ ταύτης κατʼ ἔτος ἐπὶ τὴν Παλαίπαφον ἄνδρες ὁμοῦ γυναιξὶν συνιόντες καὶ ἐκ τῶν ἄλλων πόλεων.
然后是帕福斯,由阿加佩诺尔创建,拥有港口和建造精美的神庙;它与帕莱帕福斯的陆路距离为六十斯塔迪翁,男女信徒每年聚集在一起,也从其他城市前来,沿着这条道路前往帕莱帕福斯进行节日游行。
φασὶ δʼ εἰς Ἀλεξάνδρειάν τινες ἐκ Πάφου σταδίους εἶναι τρισχιλίους ἑξακοσίους.
也有人说,从帕福斯到亚历山大里亚有三千六百斯塔迪翁。
εἶθʼ ὁ Ἀκάμας ἐστὶ μετὰ Πάφον· εἶτα πρὸς ἕω μετὰ τὸν Ἀκάμαντα πλοῦς εἰς Ἀρσινόην πόλιν καὶ τὸ τοῦ Διὸς ἄλσος· εἶτα Σόλοι πόλις λιμένα ἔχουσα καὶ ποταμὸν καὶ ἱερὸν Ἀφροδίτης καὶ Ἴσιδος·
帕福斯之后是阿卡马斯;在阿卡马斯之后向东航行,可达阿尔西诺伊市和宙斯的圣林;然后是索里市,拥有港口、河流以及阿佛洛狄忒和伊西斯的神庙。
κτίσμα δʼ ἐστὶ Φαλήρου καὶ Ἀκάμαντος Ἀθηναίων· οἱ δʼ ἐνοικοῦντες Σόλιοι καλοῦνται.
它是雅典人法勒罗斯和阿卡马斯创建的;居民被称为索里人。
ἐντεῦθεν ἦν Στασάνωρ τῶν Ἀλεξάνδρου ἑταίρων, ἀνὴρ ἡγεμονίας ἠξιωμένος· ὑπέρκειται δʼ ἐν μεσογαίᾳ Λιμενία πόλις· εἶθʼ ἡ Κρομμύου ἄκρα.
这里是亚历山大同伴之一的斯塔萨诺的故乡,他是一个配得上统帅之位的人;在其内陆上方是利梅尼亚市;然后是克罗米翁岬。

词汇与语法注释

  1. 14.6.3ἔχουσιν — 现在时主动分词与格复数。此处代指航行者(省略了与格的“航行者”),用来规定航行的视点,即“对于那些将岛屿置于右侧、将大陆置于左侧的航行者而言,航路是……”。虽然也可以解析为直说法语气第三人称复数(“他们拥有”),但这样会使主句(ὁ πλοῦς ἐστι)的句法连接显得不自然。
  2. 14.6.3ἄδυτον γυναιξὶ καὶ ἀόρατον — γυναιξὶ 是表示利害关系或参照标准的与格。意为“对女性而言是禁止进入的(ἄδυτον),且是不可见(ἀόρατον)的”。此处 ἀόρατον 作为动词形容词具有被动含义,指由于禁令而“不被她们所见”或“对她们而言不可见”。
  3. 14.6.3οὔτε ἐν δεξιᾷ ἔχοντι τὴν νῆσον οὔτʼ ἐν ἀριστερᾷ — ἔχοντι 是单数与格分词,与省略的泛指航行者(τινί)一致。斯特拉波以此指出地理上的矛盾:在从科里科斯到库里亚斯的假想航线中,航行者“既不能将岛屿置于右侧,也不能置于左侧”。
  4. 14.6.3ὅσον ἐν δέκα σταδίοις — ὅσον 用作副词,意为“大约”。前置词 ἐν 搭配与格在此表示空间距离,意为“在距离海边大约十斯塔迪翁(的内陆高处)”。

引用这一段

斯特拉波, 地理学 §14.6.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.6.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。