§14.6.1λοιπὸν δὲ τὴν πρὸς νότου παρακειμένην τῇ χερρονήσῳ ταύτῃ περιοδεῦσαι νῆσον τὴν Κύπρον.
残された課題は、この半島の南に隣接して横たわる島、すなわちキプロスを巡ることである。
εἴρηται δʼ ὅτι ἡ περιεχομένη θάλαττα ὑπὸ τῆς Αἰγύπτου καὶ Φοινίκης καὶ Συρίας καὶ τῆς λοιπῆς παραλίας μέχρι τῆς Ῥοδίας σύνθετός πώς ἐστιν ἔκ τε τοῦ Αἰγυπτίου πελάγους καὶ τοῦ Παμφυλίου καὶ τοῦ κατὰ τὸν Ἰσσικὸν κόλπον.
すでに述べたように、エジプト、フェニキア、シリア、およびロドス島に至る残りの沿岸部によって囲まれた海は、エジプト海、パンピュリア海、およびイッソス湾の海から、ある意味で複合的に構成されている。
ἐν δὲ ταύτῃ ἐστὶν ἡ Κύπρος, τὰ μὲν προσάρκτια μέρη συνάπτοντα ἔχουσα τῇ Τραχείᾳ Κιλικίᾳ, καθʼ ἃ δὴ καὶ προσεχεστάτη τῇ ἠπείρῳ ἐστί, τὰ δὲ ἑῷα τῷ Ἰσσικῷ κόλπῳ, τὰ δʼ ἑσπέρια τῷ Παμφυλίῳ κλυζόμενα πελάγει, τὰ δὲ νότια τῷ Αἰγυπτίῳ.
そして、この海の中にキプロス島はあり、北の部分はトラケイア・キリキアに隣接しており、まさにその方角においてこの島は大陸に最も接近している。 また、東の部分はイッソス湾に、西の部分はパンピュリア海に洗われており、南の部分はエジプト海に洗われている。
τοῦτο μὲν οὖν σύρρουν ἐστὶν ἀπὸ τῆς ἑσπέρας τῷ Λιβυκῷ καὶ τῷ Καρπαθίῳ πελάγει, ἀπὸ δὲ τῶν νοτίων καὶ τῶν ἑῴων μερῶν ἥ τε Αἴγυπτός ἐστι καὶ ἡ ἐφεξῆς παραλία μέχρι Σελευκείας τε καὶ Ἰσσοῦ, πρὸς ἄρκτον δʼ ἥ τε Κύπρος καὶ τὸ Παμφύλιον πέλαγος.
さて、このエジプト海は西の方ではリビア海およびカルパトス海と合流しており、南と東の方にはエジプトと、それに続くセレウケイアおよびイッソスに至る沿岸があり、北にはキプロス島とパンピュリア海がある。
τοῦτο δὲ ἀπὸ μὲν τῶν ἄρκτων περιέχεται τοῖς τε ἄκρος τῆς Τραχείας Κιλικίας καὶ τῆς Παμφυλίας καὶ Λυκίας μέχρι τῆς Ῥοδίας, ἀπὸ δὲ τῆς δύσεως τῇ Ῥοδίων νήσῳ, ἀπὸ δὲ τῆς ἀνατολῆς τῇ Κύπρῳ τῇ κατὰ Πάφον καὶ τὸν Ἀκάμαντα, ἀπὸ δὲ τῆς μεσημβρίας σύρρουν ἐστὶ τῷ Αἰγυπτίῳ πελάγει.
そして、このパンピュリア海は、北からはトラケイア・キリキア、パンピュリア、およびロドス島に至るリュキアの岬々によって囲まれており、西からはロドス島によって、東からはパポスおよびアカマス付近のキプロス島によって囲まれており、南からはエジプト海と合流している。
§14.6.2ἔστι δʼ ὁ μὲν κύκλος τῆς Κύπρου σταδίων τρισχιλίων καὶ τετρακοσίων εἴκοσι κατακολπίζοντι·
キプロス島の周囲は、湾の輪郭に沿って測定するならば3420スタディオンである。
μῆκος δὲ ἀπὸ Κλειδῶν ἐπὶ τὸν Ἀκάμαντα πεζῇ σταδίων χιλίων τετρακοσίων ὁδεύοντι ἀπʼ ἀνατολῆς ἐπὶ δύσιν.
また、東から西へと陸路を行くならば、クレイデスからアカマスまでの長さは1400スタディオンである。
εἰσὶ δὲ αἱ μὲν Κλεῖδες νησία δύο προσκείμενα τῇ Κύπρῳ κατὰ τὰ ἑωθινὰ μέρη τῆς νήσου, τὰ διέχοντα τοῦ Πυράμου σταδίους ἑπτακοσίους·
クレイデスとは、島の東部でキプロス島に近接して横たわる二つの小島であり、ピュラモス川から700スタディオン離れている。
ὁ δʼ Ἀκάμας ἐστὶν ἄκρα δύο μαστοὺς ἔχουσα καὶ ὕλην πολλήν, κείμενος μὲν ἐπὶ τῶν ἑσπερίων τῆς νήσου μερῶν, ἀνατείνων δὲ πρὸς ἄρκτους, ἐγγυτάτω μὲν πρὸς Σελινοῦντα τῆς Τραχείας Κιλικίας ἐν διάρματι χιλίων σταδίων, πρὸς Σίδην δὲ τῆς Παμφυλίας χιλίων καὶ ἑξακοσίων, πρὸς δὲ Χελιδονίας χιλίων ἐνακοσίων.
一方、アカマスとは、二つの乳房のような丘と豊かな森を持つ岬であり、島の西部に位置して北へと伸びており、トラケイア・キリキアのセリヌスに対しては海上を渡る直線距離で最も近く1000スタディオン、パンピュリアのシデに対しては1600スタディオン、ケリドニアイに対しては1900スタディオンの距離にある。
ἔστι δὲ ἑτερόμηκες τὸ ὅλον τῆς νήσου σχῆμα, καί που καὶ ἰσθμοὺς ποιεῖ κατὰ τὰς τὸ πλάτος διοριζούσας πλευράς·
島全体の形状は長楕円形であり、幅を画定する側面において地峡を形成しているところもある。
ἔχει δὲ καὶ τὰ καθʼ ἕκαστα ὡς ἐν βραχέσιν εἰπεῖν οὕτως, ἀρξαμένοις ἀπὸ τοῦ προσεχεστάτου σημείου τῇ ἠπείρῳ.
そして、個々の詳細については、大陸に最も近い点から始めて簡潔に言えば以下の通りである。