Humanitext Reader

ストラボン · 地理誌 §14.5.6-14.5.10

エライウサ島とソロイからアンキアレの地誌

464 / 577 箇所 · ギリシア語

要旨

エライウサ島とアルケラオスによる統治、タウロス山脈の海賊ゼニケトスの滅亡について述べた後、ソロイ、アンキアレのサルダナパロス碑文、オルベのテウクロス朝、タルソスの外港レグマに至る歴史と地理を紹介する。

§14.5.6εἶθʼ ἡ Ἐλαιοῦσσα νῆσος μετὰ τὴν Κώρυκον, προσκειμένη τῇ ἠπείρῳ, ἣν συνῴκισεν Ἀρχέλαος καὶ κατεσκευάσατο βασίλειον λαβὼν τὴν Τραχειῶτιν Κιλικίαν ὅλην πλὴν Σελευκείας, καθʼ ὃν τρόπον καὶ Ἀμύντας πρότερον εἶχε καὶ ἔτι πρότερον Κλεοπάτρα.
その次は、コリュコスの後にあるエライウサ島であり、大陸に近接している。 アルケラオスが、セレウキアを除く険しいキリキア全土を受け取った際に、ここに入植して自らの王宮を建設した。 これは、かつてアミュンタスが、そしてそれよりさらに前にはクレオパトラが領有していたのと同じ方法であった。
εὐφυοῦς γὰρ ὄντος τοῦ τόπου πρὸς τὰ λῃστήρια καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν (κατὰ γῆν μὲν διὰ τὸ μέγεθος τῶν ὀρῶν καὶ τῶν ὑπερκειμένων ἐθνῶν, πεδία καὶ γεώργια ἐχόντων μεγάλα καὶ εὐκατατρόχαστα, κατὰ θάλατταν δὲ διὰ τὴν εὐπορίαν τῆς τε ναυπηγησίμου ὕλης καὶ τῶν λιμένων καὶ ἐρυμάτων καὶ ὑποδυτηρίων), ἐδόκει πρὸς ἅπαν τὸ τοιοῦτο βασιλεύεσθαι μᾶλλον τοὺς τόπους ἢ ὑπὸ τοῖς Ῥωμαίοις ἡγεμόσιν εἶναι τοῖς ἐπὶ τὰς κρίσεις πεμπομένοις, οἳ μήτʼ ἀεὶ παρεῖναι ἔμελλον μήτε μεθʼ ὅπλων.
なぜなら、この地方は陸上でも海上でも海賊行為に適していたからである(陸上においては、山々の巨大さと、上方に住む諸民族が広大で容易に襲撃できる平野や農耕地を持っていたことのゆえに。 海上においては、造船用木材や、港、要塞、隠れ家の豊富さのゆえに)。 そのため、このようなすべての事情に対しては、これらの地域は、裁判のために派遣されるものの、常に滞在するわけでもなく武装もしていないローマの総督たちの支配下にあるよりも、王によって統治される方が望ましいと考えられた。
οὕτω μὲν Ἀρχέλαος ἔλαβε πρὸς τῇ Καππαδοκίᾳ τὴν τραχεῖαν Κιλικίαν.
このようにして、アルケラオスはカッパドキアに加えて険しいキリキアを受け取った。
εἰσὶ δʼ ὅροι ταύτης μεταξὺ Σόλων τε καὶ Ἐλαιούσσης ὁ Λάμος ποταμὸς καὶ κώμη ὁμώνυμος.
この地域のソロイとエライウサの間の境界は、ラモス川と同名の村である。
§14.5.7κατὰ δὲ τὰς ἀκρωρείας τοῦ Ταύρου τὸ Ζηνικέτου πειρατήριόν ἐστιν ὁ Ὄλυμπος ὄρος τε καὶ φρούριον ὁμώνυμον, ἀφʼ οὗ κατοπτεύεται πᾶσα Λυκία καὶ Παμφυλία καὶ Πισιδία καὶ Μιλυάς·
タウロス山脈の麓には、ゼニケトスの海賊の拠点であったオリュンポス山と同名の要塞があり、そこからはリュキア、パムフィリア、ピシディア、ミリュアスの全土が一望できる。
ἁλόντος δὲ τοῦ ὄρους τοῦ Ἰσαυρικοῦ, ἐνέπρησεν ἑαυτὸν πανοίκιον.
しかし、この山がイサウリクスによって陥落させられたとき、彼は一家もろとも自らの身を焼き尽くした。
τούτου δʼ ἦν καὶ ὁ Κώρυκος καὶ ἡ Φάσηλις καὶ πολλὰ τῶν Παμφύλων χωρία· πάντα δʼ εἷλεν ὁ Ἰσαυρικός.
コリュコスやファセリス、そしてパムフィリアの多くの土地も彼の支配下にあったが、イサウリクスがこれらをすべて攻略した。
§14.5.8μετὰ δὲ Λάμον Σόλοι πόλις ἀξιόλογος, τῆς ἄλλης Κιλικίας ἀρχὴ τῆς περὶ τὸν Ἰσσόν, Ἀχαιῶν καὶ Ῥοδίων κτίσμα τῶν ἐκ Λίνδου·
ラモス川の後は、注目すべき都市であるソロイ市があり、イッソス周辺のもう一つのキリキアの始まりであって、アカイア人とリンドス出身のロドス人によって創建された。
εἰς ταύτην λιπανδρήσασαν Πομπήιος Μάγνος κατῴκισε τοὺς περιγενομένους τῶν πειρατῶν, οὓς μάλιστα ἔγνω σωτηρίας καὶ προνοίας τινὸς ἀξίους, καὶ μετωνόμασε Πομπηιόπολιν.
人口が減少していたこの都市に、ポンペイウス・マグヌスは、海賊の生き残りのうち、とりわけ生かすに値し、ある程度の配慮を受けるにふさわしいと判断した者たちを入植させ、その名をポンペイオポリスと改めた。
γεγόνασι δʼ ἄνδρες ἐνθένδε τῶν ὀνομαστῶν Χρύσιππός τε ὁ στωικὸς φιλόσοφος πατρὸς ὢν Ταρσέως ἐκεῖθεν μετοικήσαντος, καὶ Φιλήμων ὁ κωμικὸς ποιητής, καὶ Ἄρατος ὁ τὰ φαινόμενα συγγράψας ἐν ἔπεσιν.
ここからは有名な人々が出ており、父親がタルソス出身でそこから移住してきたストア派の哲学者クリュシッポス、喜劇詩人ピレモン、そして『現象』を叙事詩で著したアラトスがいる。
§14.5.9εἶτα Ζεφύριον ὁμώνυμον τῷ πρὸς Καλύδνῳ·
次にゼピュリオン。 これはカリュカドノス川の近くにあるものと同名である。
εἶτʼ Ἀγχιάλη μικρὸν ὑπὲρ τῆς θαλάττης, κτίσμα Σαρδαναπάλλου, φησὶν Ἀριστόβουλος·
次にアンキアレ。 海から少し上がったところにあり、アリストブロスによればサルダナパロスが創建したという。
ἐνταῦθα δʼ εἶναι μνῆμα τοῦ Σαρδαναπάλλου καὶ τύπον λίθινον συμβάλλοντα τοὺς τῆς δεξιᾶς χειρὸς δακτύλους ὡς ἂν ἀποκροτοῦντα, καὶ ἐπιγραφὴν εἶναι Ἀσσυρίοις γράμμασι τοιάνδε Σαρδανάπαλλος ὁ Ἀνακυνδαράξεω παῖς Ἀγχιάλην καὶ Ταρσὸν ἔδειμεν ἡμέρῃ μιῇ.
そこにはサルダナパロスの墓と、右手の指をパチンと鳴らすかのように合わせている石像があり、またアッシリアの文字で次のような碑文があるという。 「アナキュンダラクセスの子サルダナパロスは、アンキアレとタルソスを一日のうちに築いた。
ἔσθιε πῖνε παῖζε, ὡς τἆλλα τούτου οὐκ ἄξια, τοῦ ἀποκροτήματος.
食え、飲め、遊べ。 なぜなら、他のすべてのものはこれに値しないからだ。 」これは(指を)鳴らす動作を指している。
μέμνηται δὲ καὶ Χοιρίλος τούτων·
コイリロスもこれらのことに言及しており、特に次の詩句が人口に膾炙している。
καὶ δὴ καὶ περιφέρεται τὰ ἔπη ταυτί " ταῦτʼ ἔχω, ὅσσʼ ἔφαγον καὶ ἀφύβρισα, καὶ μετʼ ἔρωτος τέρπνʼ ἔπαθον, τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται. "
「私が食べたもの、放蕩を尽くしたもの、そして愛とともに得た喜び、それだけが私の手元にある。 あの多くの豊かな富は、すべて残されてしまった。
§14.5.10ὑπέρκειται δὲ τὰ Κύινδα τῆς Ἀγχιάλης ἔρυμα, ᾧ ἐχρήσαντό ποτε οἱ Μακεδόνες γαζοφυλακίῳ·
」アンキアレの上方には、かつてマケドニア人が宝庫として使用した要塞キュインダがある。
ἦρε δὲ τὰ χρήματα Εὐμένης ἀποστὰς Ἀντιγόνου.
アンティゴノスから離反したエウメネスが、この資金を持ち去った。
ἔτι δʼ ὕπερθεν τούτου τε καὶ τῶν Σόλων ὀρεινή ἐστιν, ἐν ᾗ Ὄλβη πόλις Διὸς ἱερὸν ἔχουσα, Αἴαντος ἵδρυμα τοῦ Τεύκρου·
これらおよびソロイのさらに上方には山岳地帯があり、そこにはテウクロスの息子アイアスが創建したゼウスの神殿を有するオルベ市がある。
καὶ ὁ ἱερεὺς δυνάστης ἐγίνετο τῆς Τραχειώτιδος·
そして、その神官がトラケイオティスの支配者となった。
εἶτʼ ἐπέθεντο τῇ χώρᾳ τύραννοι πολλοί, καὶ συνέστη τὰ λῃστήρια.
その後、多くの僭主がこの地を襲い、海賊・盗賊団が組織された。
μετὰ δὲ τὴν τούτων κατάλυσιν ἐφʼ ἡμῶν ἤδη τὴν τοῦ Τεύκρου δυναστείαν ταύτην ἐκάλουν, τὴν δʼ αὐτὴν καὶ ἱερωσύνην·
これらが掃討された後、私たちの時代になって、人々はこの支配体制を「テウクロスの支配」と呼び、それは神官職と同一のものであった。
καὶ οἱ πλεῖστοί γε τῶν ἱερασαμένων ὠνομάζοντο Τεῦκροι ἢ Αἴαντες.
そして、神官を務めた者の多くはテウクロス、またはアイアスと名乗った。
εἰσιοῦσα δὲ Ἄβα κατʼ ἐπιγαμίαν εἰς τὸν οἶκον τοῦτον, ἡ Ζηνοφάνους θυγάτηρ ἑνὸς τῶν τυράννων, αὐτὴ κατέσχε τὴν ἀρχὴν προλαβόντος τοῦ πατρὸς ἐν ἐπιτρόπου σχήματι·
僭主の一人であったゼノパネスの娘アバは、婚姻によってこの家系に入り、父親が後見人という名目で事前に支配権を握った後、彼女自身が支配権を掌握した。
ὕστερον δὲ καὶ Ἀντώνιος καὶ Κλεοπάτρα κατεχαρίσαντο ἐκείνῃ θεραπείαις ἐκλιπαρηθέντες·
その後、アントニウスとクレオパトラも、彼女のへつらいを伴う懇願にほだされて、彼女に支配権を無償で与えた。
ἔπειθʼ ἡ μὲν κατελύθη τοῖς δʼ ἀπὸ τοῦ γένους διέμεινεν ἡ ἀρχή.
その後、彼女は退位させられたが、その家系の子孫たちに支配権はとどまった。
μετὰ δὲ τὴν Ἀγχιάλην αἱ τοῦ Κύδνου ἐκβολαὶ κατὰ τὸ Ῥῆγμα καλούμενον.
アンキアレの後は、レグマと呼ばれる場所におけるキュドノス川の河口がある。
ἔστι δὲ λιμνάζων τόπος ἔχων καὶ παλαιὰ νεώρια, εἰς ὃν ἐκπίπτει ὁ Κύδνος ὁ διαρρέων μέσην τὴν Ταρσὸν τὰς ἀρχὰς ἔχων ἀπὸ τοῦ ὑπερκειμένου τῆς πόλεως Ταύρου·
そこは古い造船所もある沼沢地であり、タルソス市の中心部を貫流するキュドノス川がそこに流れ込んでいる。 この川は市の上方にそびえるタウロス山脈に源を発している。
καὶ ἔστιν ἐπίνειον ἡ λίμνη τῆς Ταρσοῦ.
そして、この沼沢地はタルソスの港となっている。

語釈・文法注

  1. §14.5.6εὐφυοῦς γὰρ ὄντος τοῦ τόπου πρὸς τὰ λῃστήρια — εὐφυοῦς... ὄντος τοῦ τόπου は属格独立構文であり、理由(「この土地が〜に適していたので」)を表している。
  2. §14.5.6ἐδόκει πρὸς ἅπαν τὸ τοιοῦτο βασιλεύεσθαι μᾶλλον τοὺς τόπους — 非人称動詞としての ἐδόκει(「〜するのが良いと思われた、決定された」)の主語として、対格主語を伴う不定詞句 βασιλεύεσθαι ... τοὺς τόπους が続いている。
  3. §14.5.9ὡς τἆλλα τούτου οὐκ ἄξια, τοῦ ἀποκροτήματος — τούτου は ἄξια に導かれる性質の属格、あるいは比較の属格であり、後ろの τοῦ ἀποκροτήματος は τούτου を具体的に説明する同格として機能している。
  4. §14.5.10προλαβόντος τοῦ πατρὸς ἐν ἐπιτρόπου σχήματι — προλαβόντος τοῦ πατρὸς は属格独立構文であり、主節の行為(アバ自身による支配権の掌握)に先立つ時間的先後関係(「父親が先んじて手に入れた後で」)を表している。

この箇所を引用する

ストラボン, 地理誌 §14.5.6-14.5.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.5.6-14.5.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。