Humanitext Reader

ストラボン · 地理誌 §14.5.3-14.5.5

険しきキリキアの沿岸都市とコリュコスの洞窟

463 / 577 箇所 · ギリシア語

要旨

ストラボンはキリキア・トラケイオティス沿岸の都市や要塞、地理的距離を記述し、セレウキア出身の哲学者アテナイオスとクセナルコスの生涯について触れた後、コリュコスのサフランの自生地と洞窟について描写している。

§14.5.3μετὰ δὲ τὸ Κορακήσιον Ἀρσινόη πόλις, εἶθʼ Ἁμαξία ἐπὶ βουνοῦ κατοικία τις ὕφορμον ἔχουσα, ὅπου κατάγεται ἡ ναυπηγήσιμος ὕλη.
コラケシオンの後はアルシノエ市、それからハマクシア。 これは丘の上にある集落で、造船用の木材が運び下ろされる港を有している。
κέδρος δʼ ἐστὶν ἡ πλείστη, καὶ δοκεῖ ταῦτα τὰ μέρη πλεονεκτεῖν τῇ τοιαύτῃ ξυλείᾳ·
その木材の大部分は杉であり、これらの地域はこの種の木材に恵まれていると見られている。
καὶ διὰ τοῦτʼ Ἀντώνιος Κλεοπάτρᾳ τὰ χωρία ταῦτα προσένειμεν ἐπιτήδεια ὄντα πρὸς τὰς τῶν στόλων κατασκευάς.
それゆえ、アントニウスはこの土地が艦隊の建造に適しているとして、クレオパトラに割り当てた。
εἶτα Λαέρτης φρούριον ἐπὶ λόφου μαστοειδοῦς ὕφορμον ἔχον·
次にラエルテス。 これは乳房状の丘の上にある要塞で、港を有している。
εἶτα Σελινοῦς πόλις·
次にセリヌス市。
εἶτα Κράγος πέτρα περίκρημνος πρὸς θαλάττῃ·
次にクラゴス。 これは海に臨む険しい岩山である。
εἶτα Χαραδροῦς ἔρυμα καὶ αὐτὸ ὕφορμον ἔχον (ὑπέρκειται δʼ ὄρος Ἄνδρικλος) καὶ παράπλους τραχὺς Πλατανιστῆς καλούμενος·
次にハラドロウス。 これも要塞であって港を有し(その上方にはアンドリクロス山がそびえる)、さらにプラタニステスと呼ばれる険しい沿岸航路がある。
εἶτʼ Ἀνεμούριον ἄκρα καθʼ ἣν ἡ ἤπειρος ἐγγυτάτω τῆς Κυπρίας ἐστὶν ἐπὶ Κρομμύου ἄκραν ἐν διάρματι σταδίων τριακοσίων πεντήκοντα.
それからアネムリオン岬。 ここで大陸はキプロスのクロミュオン岬に最も近づき、その渡航距離は350スタディオンである。
εἰς μὲν οὖν τὸ Ἀνεμούριον ἀπὸ τῶν ὅρων τῆς Παμφυλίας ὁ Κιλίκιος παράπλους σταδίων ἐστὶν ὀκτακοσίων εἴκοσι, λοιπὸς δʼ ἐστὶ μέχρι Σόλων ὅσον πεντακοσίων παράπλους σταδίων.
パムフィリアの境界からアネムリオンまでのキリキア沿岸航海は820スタディオンであり、ソロイに至る残りの航海は約500スタディオンである。
τούτου δʼ ἐστὶ Νάγιδος πρώτη μετὰ τὸ Ἀνεμούριον πόλις· εἶτʼ Ἀρσινόη πρόσορμον ἔχουσα·
この残りの航路において、アネムリオンの後に最初にあるのはナギドス市、次にアルシノエ、港を有している。
εἶτα τόπος Μελανία καὶ Κελένδερις πόλις λιμένα ἔχουσα.
次にメラニアと呼ばれる場所、そしてケレンデリス市、港を有している。
τινὲς δὲ ταύτην ἀρχὴν τίθενται τῆς Κιλικίας, οὐ τὸ Κορακήσιον, ὧν ἐστι καὶ ὁ Ἀρτεμίδωρος·
ある人々は、コラケシオンではなく、このケレンデリスをキリキアの始まりとしているが、その中にはアルテミドロスも含まれる。
καί φησιν ἀπὸ μὲν τοῦ Πηλουσιακοῦ στόματος εἶναι τρισχιλίους ἑξακοσίους σταδίους εἰς Ὀρθωσίαν, ἐπὶ δὲ τὸν Ὀρόντην ποταμὸν χίλια ἑκατὸν τριάκοντα, ἐπὶ δὲ τὰς πύλας ἑξῆς πεντακόσια εἰκοσιπέντε, ἐπὶ δὲ τοὺς ὅρους τῶν Κιλίκων χίλια ἐνακόσια εἴκοσιν.
彼は、ペルシオン口からオルトシアまでが3600スタディオン、そこからオロンテス川までが1130、次に(シリアの)関門までが525、さらにキリキアの境界までは1920スタディオンであると言っている。
§14.5.4εἶθʼ Ὅλμοι, ὅπου πρότερον ᾤκουν οἱ νῦν Σελευκεῖς, κτισθείσης δʼ ἐπὶ τῷ Καλυκάδνῳ τῆς Σελευκείας ἐκεῖ μετῳκίσθησαν.
それからホルモイ。 ここには、現在セレウキアに住む人々がかつて住んでいたが、カリュカドノス川沿いにセレウキアが創建されると、彼らはそこへ移住した。
εὐθὺς γάρ ἐστιν ἡ τοῦ Καλυκάδνου ἐκβολὴ κάμψαντι ᾐόνα ποιοῦσαν ἄκραν ἣ καλεῖται Σαρπηδών.
というのも、サルペドンと呼ばれる砂浜の岬を回るとすぐにカリュカドノス川の河口があるからである。
πλησίον δʼ ἐστὶ τοῦ Καλυκάδνου καὶ τὸ Ζεφύριον καὶ αὕτη ἄκρα·
カリュカドノス川の近くにはゼピュリオンもあり、これも岬である。
ἔχει δὲ ὁ ποταμὸς ἀνάπλουν εἰς τὴν Σελεύκειαν πόλιν εὖ συνοικουμένην καὶ πολὺ ἀφεστῶσαν τοῦ Κιλικίου καὶ Παμφυλίου τρόπου.
この川はセレウキア市への遡行路を有している。 同市は繁栄しており、キリキアやパムフィリアの生活様式からは大きくかけ離れている。
ἐνταῦθα ἐγένοντο καθʼ ἡμᾶς ἄνδρες ἀξιόλογοι τῶν ἐκ τοῦ περιπάτου φιλοσόφων Ἀθήναιός τε καὶ Ξέναρχος, ὧν ὁ μὲν Ἀθήναιος καὶ ἐπολιτεύσατο καὶ ἐδημαγώγησε χρόνον τινὰ ἐν τῇ πατρίδι, εἶτʼ ἐμπεσὼν εἰς τὴν Μουρήνα φιλίαν ἐκείνῳ συνεάλω φεύγων φωραθείσης τῆς κατὰ Καίσαρος τοῦ Σεβαστοῦ συσταθείσης ἐπιβουλῆς·
ここからは、私たちの時代に、逍遥学派の哲学者の中から注目すべき人々、すなわちアテナイオスとクセナルコスが出た。 このうちアテナイオスは、祖国でしばらくの間政治に携わり、民衆を指導したが、その後ムレナとの友情に巻き込まれて逃亡し、尊厳者カエサルに対する陰謀が発覚した際、彼と共に捕らえられた。
ἀναίτιος δὲ φανεὶς ἀφείθη ὑπὸ Καίσαρος.
しかし、無罪であることが判明し、カエサルによって釈放された。
ὡς δʼ ἐπανιόντα εἰς Ῥώμην ἠσπάζοντο καὶ ἐπυνθάνοντο οἱ πρῶτοι ἐντυγχάνοντες, τὸ Εὐριπίδου ἔφη " ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών.
彼がローマに戻った際、最初に出会った人々が挨拶をし事情を尋ねると、彼はエウリピデスの次の詩句を口にした。 (私は死者の隠れ家と暗闇の門をあとにし、ここへ来た。
" ὀλίγον δʼ ἐπιβιοὺς χρόνον ἐν συμπτώσει τῆς οἰκίας ἐν ᾗ ᾤκει διεφθάρη νύκτωρ γενομένῃ, Ξέναρχος δέ, οὗ ἠκροασάμεθα ἡμεῖς, ἐν οἴκῳ μὲν οὐ πολὺ διέτριψεν, ἐν Ἀλεξανδρείᾳ δὲ καὶ Ἀθήνησι καὶ τὸ τελευταῖον ἐν Ῥώμῃ, τὸν παιδευτικὸν βίον ἑλόμενος·
)彼はその後わずかな間生き延びただけで、夜間に彼が住んでいた家が倒壊し、その中で死亡した。 一方、私たちが講義を聴いたクセナルコスは、祖国にはあまりとどまらず、アレクサンドリア、アテナイ、そして最後にはローマで、教育に携わる生涯を選んで過ごした。
χρησάμενος δὲ καὶ τῇ Ἀρείου φιλίᾳ καὶ μετὰ ταῦτα τῇ Καίσαρος τοῦ Σεβαστοῦ διετέλεσε μέχρι γήρως ἐν τιμῇ ἀγόμενος·
彼はアレイオスの友情、そしてその後には尊厳者カエサルの友情を得て、老年に至るまで高い敬意を払われ続けた。
μικρὸν δὲ πρὸ τῆς τελευτῆς πηρωθεὶς τὴν ὄψιν κατέστρεψε νόσῳ τὸν βίον.
死の少し前に視力を失い、病によってその生涯を終えた。
§14.5.5μετὰ δὲ τὸν Καλύκαδνον ἡ Ποικίλη λεγομένη πέτρα κλίμακα ἔχουσα λατομητὴν ἐπὶ Σελεύκειαν ἄγουσαν.
カリュカドノス川の後は、ポイキレと呼ばれる岩山であり、そこにはセレウキアへと通じる、岩を切り出して作られた階段がある。
εἶτʼ Ἀνεμούριον ἄκρα ὁμώνυμος τῇ προτέρᾳ, καὶ Κράμβουσα νῆσος καὶ Κώρυκος ἄκρα, ὑπὲρ ἧς ἐν εἴκοσι σταδίοις ἐστὶ τὸ Κωρύκιον ἄντρον, ἐν ᾧ ἡ ἀρίστη κρόκος φύεται.
それから、先の岬と同名のアネムリオン岬、クランブサ島、そしてコリュコス岬。 この岬の20スタディオン上方にはコリュコスの洞窟があり、そこでは最高品質のサフランが自生している。
ἔστι δὲ κοιλὰς μεγάλη κυκλοτερὴς ἔχουσα περικειμένην ὀφρὺν πετρώδη πανταχόθεν ἱκανῶς ὑψηλήν·
それは巨大な円形の窪地であり、周囲全体を非常に高い岩だらけの崖に囲まれている。
καταβάντι δʼ εἰς αὐτὴν ἀνώμαλόν ἐστιν ἔδαφος καὶ τὸ πολὺ πετρῶδες, μεστὸν δὲ τῆς θαμνώδους ὕλης ἀειθαλοῦς τε καὶ ἡμέρου·
そこに下りて行くと、底は平らではなく、その大部分は岩だらけであるが、常緑の栽培された低木の茂みで満ちている。
παρέσπαρται δὲ καὶ τὰ ἐδάφη τὰ φέροντα τὴν κρόκον.
そして、サフランを産出する土地も点在している。
ἔστι δὲ καὶ ἄντρον αὐτόθι ἔχον πηγὴν μεγάλην ποταμὸν ἐξιεῖσαν καθαροῦ τε καὶ διαφανοῦς ὕδατος, εὐθὺς καταπίπτοντα ὑπὸ γῆς·
そこには洞窟もあり、そこから清らかで澄み切った水を大量に湧出させる泉があって、川となって流れ出るが、すぐに地下へと吸い込まれてしまう。
ἐνεχθεὶς δʼ ἀφανὴς ἔξεισιν εἰς τὴν θάλατταν·
そして、見えないまま流れて海へと注ぐ。
καλοῦσι δὲ πικρὸν ὕδωρ.
人々はこれを「苦い水」と呼んでいる。

語釈・文法注

  1. 14.5.3κατάγεται — 動詞 κατάγω(運び下ろす、連れて行く)の受動態。ここでは造船用の木材が内陸の山地から海岸の港へと「運び下ろされる」ことを意味しており、「(船が)入항・帰港する」という一般的な航海用語の意味とは区別される。
  2. 14.5.4κάμψαντι — 現在完了(またはアオリスト)与格分詞。「(岬を)回る人にとって」という関係与格(判断の与格、あるいは旅人の与格)であり、行為者の視点から地理的関係を説明する古典ギリシア語の慣用表現である。
  3. 14.5.4συνεάλω φεύγων — συναλίσκομαι(同時に捕らえられる)の強変化過去(アオリスト)能動態三人称単数形 συνεάλω に、現在分詞 φεύγων(逃亡している、または被告となっている)が伴う構文。陰謀が発覚して「逃亡している最中に共に捕らえられた」状況を緊密に表している。
  4. 14.5.5καταβάντι — アオリスト与格分詞。前述の κάμψαντι と同様に、地理的空間を移動する観察者を基準とする「旅人の与格」。「(その窪地へ)下りて行く人にとって」を意味し、主節の非人称構文(ἀνώμαλόν ἐστιν...)にかかる。

この箇所を引用する

ストラボン, 地理誌 §14.5.3-14.5.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.5.3-14.5.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。