Humanitext Reader

斯特拉波 · 地理学 §14.5.6-14.5.10

埃莱乌萨岛与索里至安基亚莱的地志

第 464 段,共 577 段 · 希腊语

内容简介

本段记述了埃莱乌萨岛及其在亚基劳斯统治下的状况,托罗斯山脉海盗泽尼凯托斯的灭亡,并介绍了索里、带有萨尔达纳帕洛斯碑文的安基亚莱、奥尔贝的铁克罗斯王朝以及塔尔索外港雷格马等地的历史与地理。

§14.5.6εἶθʼ ἡ Ἐλαιοῦσσα νῆσος μετὰ τὴν Κώρυκον, προσκειμένη τῇ ἠπείρῳ, ἣν συνῴκισεν Ἀρχέλαος καὶ κατεσκευάσατο βασίλειον λαβὼν τὴν Τραχειῶτιν Κιλικίαν ὅλην πλὴν Σελευκείας, καθʼ ὃν τρόπον καὶ Ἀμύντας πρότερον εἶχε καὶ ἔτι πρότερον Κλεοπάτρα.
接着是科吕科斯之后的埃莱乌萨岛,它紧邻大陆。 亚基劳斯在获得除塞琉西亚以外的整个崎岖基里基亚后,在此处定居并建造了自己的王宫,其方式与此前阿明塔斯以及更早之前克列奥帕特拉所拥有的相同。
εὐφυοῦς γὰρ ὄντος τοῦ τόπου πρὸς τὰ λῃστήρια καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν (κατὰ γῆν μὲν διὰ τὸ μέγεθος τῶν ὀρῶν καὶ τῶν ὑπερκειμένων ἐθνῶν, πεδία καὶ γεώργια ἐχόντων μεγάλα καὶ εὐκατατρόχαστα, κατὰ θάλατταν δὲ διὰ τὴν εὐπορίαν τῆς τε ναυπηγησίμου ὕλης καὶ τῶν λιμένων καὶ ἐρυμάτων καὶ ὑποδυτηρίων), ἐδόκει πρὸς ἅπαν τὸ τοιοῦτο βασιλεύεσθαι μᾶλλον τοὺς τόπους ἢ ὑπὸ τοῖς Ῥωμαίοις ἡγεμόσιν εἶναι τοῖς ἐπὶ τὰς κρίσεις πεμπομένοις, οἳ μήτʼ ἀεὶ παρεῖναι ἔμελλον μήτε μεθʼ ὅπλων.
因为该地在陆地和海上都天生适合海盗及劫掠活动(在陆地上是因为山脉的巨大以及居住在上方、拥有广大且易受袭击的平原和农田的部落;在海上则是由于造船木材、港口、要塞和藏匿处的丰富),因此针对所有此类情况,这些地方由国王统治,似乎比处于被派来司法的罗马总督管辖之下更为适宜,因为这些总督既不能常驻,也未配备武装。
οὕτω μὲν Ἀρχέλαος ἔλαβε πρὸς τῇ Καππαδοκίᾳ τὴν τραχεῖαν Κιλικίαν.
如此,亚基劳斯在卡帕多西亚之外又获得了崎岖的基里基亚。
εἰσὶ δʼ ὅροι ταύτης μεταξὺ Σόλων τε καὶ Ἐλαιούσσης ὁ Λάμος ποταμὸς καὶ κώμη ὁμώνυμος.
该地区在索里与埃莱乌萨之间的边界是拉莫斯河及同名村庄。
§14.5.7κατὰ δὲ τὰς ἀκρωρείας τοῦ Ταύρου τὸ Ζηνικέτου πειρατήριόν ἐστιν ὁ Ὄλυμπος ὄρος τε καὶ φρούριον ὁμώνυμον, ἀφʼ οὗ κατοπτεύεται πᾶσα Λυκία καὶ Παμφυλία καὶ Πισιδία καὶ Μιλυάς·
在托罗斯山脉的脚下有奥林匹斯,这既是一座山也是同名的要塞,是海盗泽尼凯托斯的据点,从那里可以俯瞰整个吕基亚、潘非利亚、皮西迪亚和米里亚斯。
ἁλόντος δὲ τοῦ ὄρους τοῦ Ἰσαυρικοῦ, ἐνέπρησεν ἑαυτὸν πανοίκιον.
但在该山被伊萨乌里库斯攻陷时,他将自己和全家人一同烧死。
τούτου δʼ ἦν καὶ ὁ Κώρυκος καὶ ἡ Φάσηλις καὶ πολλὰ τῶν Παμφύλων χωρία· πάντα δʼ εἷλεν ὁ Ἰσαυρικός.
科吕科斯、法塞利斯以及潘非利亚人的许多地方也曾属于他,但伊萨乌里库斯将它们全部夺取。
§14.5.8μετὰ δὲ Λάμον Σόλοι πόλις ἀξιόλογος, τῆς ἄλλης Κιλικίας ἀρχὴ τῆς περὶ τὸν Ἰσσόν, Ἀχαιῶν καὶ Ῥοδίων κτίσμα τῶν ἐκ Λίνδου·
在拉莫斯河之后是值得关注的索里市,它是伊苏斯周边另一部分基里基亚的起点,由阿开亚人及来自林多斯的罗得岛人所建。
εἰς ταύτην λιπανδρήσασαν Πομπήιος Μάγνος κατῴκισε τοὺς περιγενομένους τῶν πειρατῶν, οὓς μάλιστα ἔγνω σωτηρίας καὶ προνοίας τινὸς ἀξίους, καὶ μετωνόμασε Πομπηιόπολιν.
在这座人口稀少的城市中,庞培大帝安置了幸存海盗中他认为最值得拯救和给予一定照顾的人,并将其改名为庞培奥波利斯。
γεγόνασι δʼ ἄνδρες ἐνθένδε τῶν ὀνομαστῶν Χρύσιππός τε ὁ στωικὸς φιλόσοφος πατρὸς ὢν Ταρσέως ἐκεῖθεν μετοικήσαντος, καὶ Φιλήμων ὁ κωμικὸς ποιητής, καὶ Ἄρατος ὁ τὰ φαινόμενα συγγράψας ἐν ἔπεσιν.
此地曾诞生过一些著名人物:斯多葛派哲学家克律西波斯(其父是自塔尔索迁居至此的塔尔索人)、喜剧诗人菲莱蒙,以及用叙事诗撰写《现象》的阿拉托斯。
§14.5.9εἶτα Ζεφύριον ὁμώνυμον τῷ πρὸς Καλύδνῳ·
接着是泽菲里翁,与卡柳卡德诺斯河附近的那个同名。
εἶτʼ Ἀγχιάλη μικρὸν ὑπὲρ τῆς θαλάττης, κτίσμα Σαρδαναπάλλου, φησὶν Ἀριστόβουλος·
然后是安基亚莱,位于海面上方不远处,据阿里斯托布鲁斯说是萨尔达纳帕洛斯所建。
ἐνταῦθα δʼ εἶναι μνῆμα τοῦ Σαρδαναπάλλου καὶ τύπον λίθινον συμβάλλοντα τοὺς τῆς δεξιᾶς χειρὸς δακτύλους ὡς ἂν ἀποκροτοῦντα, καὶ ἐπιγραφὴν εἶναι Ἀσσυρίοις γράμμασι τοιάνδε Σαρδανάπαλλος ὁ Ἀνακυνδαράξεω παῖς Ἀγχιάλην καὶ Ταρσὸν ἔδειμεν ἡμέρῃ μιῇ.
他说,那里有萨尔达纳帕洛斯的墓和一个石像,其右手指靠拢,仿佛在弹指作声,还有一处用亚述文字写的碑文,内容如下:“阿纳昆达拉克塞斯之子萨尔达纳帕洛斯,在一天之内建立了安基亚莱和塔尔索。
ἔσθιε πῖνε παῖζε, ὡς τἆλλα τούτου οὐκ ἄξια, τοῦ ἀποκροτήματος.
吃吧,喝吧,玩吧,因为其他一切都不值这个,”即弹指的动作。
μέμνηται δὲ καὶ Χοιρίλος τούτων· καὶ δὴ καὶ περιφέρεται τὰ ἔπη ταυτί " ταῦτʼ ἔχω, ὅσσʼ ἔφαγον καὶ ἀφύβρισα, καὶ μετʼ ἔρωτος τέρπνʼ ἔπαθον, τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται.
科伊里洛斯也提到了这些,事实上,以下诗句流传甚广:“我所吃下的、放纵享受的,以及与爱侣共同体验的甜蜜快乐,这些都留在了我身边;而那些众多且富裕的家产,均已化为乌有。
" §14.5.10ὑπέρκειται δὲ τὰ Κύινδα τῆς Ἀγχιάλης ἔρυμα, ᾧ ἐχρήσαντό ποτε οἱ Μακεδόνες γαζοφυλακίῳ· ἦρε δὲ τὰ χρήματα Εὐμένης ἀποστὰς Ἀντιγόνου.
” 在安基亚莱上方是奎因达要塞,马其顿人曾用它作宝库;脱离安提柯的尤米尼斯曾取走这笔资金。
ἔτι δʼ ὕπερθεν τούτου τε καὶ τῶν Σόλων ὀρεινή ἐστιν, ἐν ᾗ Ὄλβη πόλις Διὸς ἱερὸν ἔχουσα, Αἴαντος ἵδρυμα τοῦ Τεύκρου·
在这座要塞及索里的更上方是山区,其中有奥尔贝市,拥有一座宙斯神庙,是铁克罗斯之子大埃阿斯所建。
καὶ ὁ ἱερεὺς δυνάστης ἐγίνετο τῆς Τραχειώτιδος· εἶτʼ ἐπέθεντο τῇ χώρᾳ τύραννοι πολλοί, καὶ συνέστη τὰ λῃστήρια.
祭司成为了崎岖基里基亚的统治者;后来许多僭主袭击了该地,并组织了海盗集团。
μετὰ δὲ τὴν τούτων κατάλυσιν ἐφʼ ἡμῶν ἤδη τὴν τοῦ Τεύκρου δυναστείαν ταύτην ἐκάλουν, τὴν δʼ αὐτὴν καὶ ἱερωσύνην· καὶ οἱ πλεῖστοί γε τῶν ἱερασαμένων ὠνομάζοντο Τεῦκροι ἢ Αἴαντες.
在这些势力被消灭后,到了我们的时代,人们称此为铁克罗斯王朝,这与祭司职位是同一回事;而大多数担任祭司的人都被命名为铁克罗斯或大埃阿斯。
εἰσιοῦσα δὲ Ἄβα κατʼ ἐπιγαμίαν εἰς τὸν οἶκον τοῦτον, ἡ Ζηνοφάνους θυγάτηρ ἑνὸς τῶν τυράννων, αὐτὴ κατέσχε τὴν ἀρχὴν προλαβόντος τοῦ πατρὸς ἐν ἐπιτρόπου σχήματι· ὕστερον δὲ καὶ Ἀντώνιος καὶ Κλεοπάτρα κατεχαρίσαντο ἐκείνῃ θεραπείαις ἐκλιπαρηθέντες·
僭主之一泽诺法内斯的女儿阿芭,通过联姻进入该家族,在父亲以监护人的名义预先夺取权力后,她自己掌握了统治权;后来,安东尼和克列奥帕特拉也在她的百般谄媚请求下,将统治权赏赐给她。
ἔπειθʼ ἡ μὲν κατελύθη τοῖς δʼ ἀπὸ τοῦ γένους διέμεινεν ἡ ἀρχή.
此后她被废黜,但统治权仍保留在她家族的后裔手中。
μετὰ δὲ τὴν Ἀγχιάλην αἱ τοῦ Κύδνου ἐκβολαὶ κατὰ τὸ Ῥῆγμα καλούμενον.
在安基亚莱之后是被称为雷格马之处的基德努斯河口。
ἔστι δὲ λιμνάζων τόπος ἔχων καὶ παλαιὰ νεώρια, εἰς ὃν ἐκπίπτει ὁ Κύδνος ὁ διαρρέων μέσην τὴν Ταρσὸν τὰς ἀρχὰς ἔχων ἀπὸ τοῦ ὑπερκειμένου τῆς πόλεως Ταύρου· καὶ ἔστιν ἐπίνειον ἡ λίμνη τῆς Ταρσοῦ.
那是一个沼泽地,也有古代船坞,流经塔尔索市中心的基德努斯河注入其中,该河发源于城市上方的托罗斯山脉;而这个湖沼便是塔尔索的港口。

词汇与语法注释

  1. §14.5.6εὐφυοῦς γὰρ ὄντος τοῦ τόπου πρὸς τὰ λῃστήρια — εὐφυοῦς... ὄντος τοῦ τόπου 是属格独立结构,表示原因(“因为该地适合……”)。
  2. §14.5.6ἐδόκει πρὸς ἅπαν τὸ τοιοῦτο βασιλεύεσθαι μᾶλλον τοὺς τόπους — 非人称动词 ἐδόκει(“似乎最好/被决定”)以带有宾格主语的不定式从句 βασιλεύεσθαι ... τοὺς τόπους 作为其主语。
  3. §14.5.9ὡς τἆλλα τούτου οὐκ ἄξια, τοῦ ἀποκροτήματος — τούτου 是由 ἄξια 支配的性质属格或比较属格,随后的 τοῦ ἀποκροτήματος 作为同位语具体解释 τούτου(“不值这个,即弹指的动作”)。
  4. §14.5.10προλαβόντος τοῦ πατρὸς ἐν ἐπιτρόπου σχήματι — προλαβόντος τοῦ πατρὸς 是属格独立结构,表示在主句动作(阿芭夺权)之前发生的时间先后关系(“在父亲预先夺取……之后”)。

引用这一段

斯特拉波, 地理学 §14.5.6-14.5.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.5.6-14.5.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。