Humanitext Reader

ストラボン · 地理誌 §14.5.16-14.5.21

マロスとイッソス湾周辺の地誌と伝承

467 / 577 箇所 · ギリシア語

要旨

ピュラモス川沿いのマロスやアレイオン平野、アマノス関門、イッソス湾周辺の地理的特徴や神話的伝説(アムピロコスとモプソスの争いなど)を解説し、タウロス山脈外側の半島の記述を締めくくる。

§14.5.16μετὰ δὲ τὸν Κύδνον ὁ Πύραμος ἐκ τῆς Καταονίας ῥέων, οὗπερ καὶ πρότερον ἐμνήσθημεν·
クドノス川の次には、カタオニアから流れるピュラモス川があり、これについては我々も以前に言及した。
φησὶ δʼ Ἀρτεμίδωρος ἐντεῦθεν εἰς Σόλους εὐθυπλοίᾳ σταδίους εἶναι πεντακοσίους.
アルテミドロスは、ここからソロイまで、直航で500スタディオンであると言っている。
πλησίον δὲ καὶ Μαλλὸς ἐφʼ ὕψους κειμένη, κτίσμα Ἀμφιλόχου καὶ Μόψου τοῦ Ἀπόλλωνος καὶ Μαντοῦς, περὶ ὧν πολλὰ μυθολογεῖται·
そして近くには、高台に位置するマロスもあり、これはアムピロコスと、アポロンとマントの息子モプソスの創建によるものであり、彼らについては多くの神話が語られている。
καὶ δὴ καὶ ἡμεῖς ἐμνήσθημεν αὐτῶν ἐν τοῖς περὶ Κάλχαντος λόγοις καὶ τῆς ἔριδος ἣν ἤρισαν περὶ τῆς μαντικῆς ὅ τε Κάλχας καὶ ὁ Μόψος·
まさに我々も、カルカスに関する議論と、カルカスとモプソスが予言術をめぐって争ったあの争いの中で、彼らに言及した。
ταύτην τε γὰρ τὴν ἔριν μεταφέρουσιν ἔνιοι, καθάπερ καὶ Σοφοκλῆς, εἰς τὴν Κιλικίαν, καλέσας ἐκεῖνος αὐτὴν Παμφυλίαν τραγικῶς, καθάπερ καὶ τὴν Λυκίαν Καρίαν καὶ τὴν Τροίαν καὶ Λυδίαν Φρυγίαν·
というのも、一部の人々は、ソポクレスもそうしているように、この争いの舞台をキリキアに移しているが、彼はそれを悲劇詩風にパンピュリアと呼んでおり、これは彼がリュキアをカリア、トロイアやリュディアをプリュギアと呼んでいるのと同様である。
καὶ τὸν θάνατον δὲ τοῦ Κάλχαντος ἐνταῦθα παραδιδόασιν ἄλλοι τε καὶ Σοφοκλῆς.
また、カルカスの死についても、他の人々やソポクレスがここで起こったと伝えている。
οὐ μόνον δὲ τὴν περὶ τῆς μαντικῆς ἔριν μεμυθεύκασιν ἀλλὰ καὶ τῆς ἀρχῆς.
そして人々は、予言術をめぐる争いだけでなく、支配権をめぐる争いをも神話化している。
τὸν γὰρ Μόψον φασὶ καὶ τὸν Ἀμφίλοχον ἐκ Τροίας ἐλθόντας κτίσαι Μαλλόν· εἶτʼ Ἀμφίλοχον εἰς Ἄργος ἀπελθεῖν, δυσαρεστήσαντα δὲ τοῖς ἐκεῖ πάλιν ἀναστρέψαι δεῦρο, ἀποκλειόμενον δὲ τῆς κοινωνίας συμβαλεῖν εἰς μονομαχίαν πρὸς τὸν Μόψον, πεσόντας δʼ ἀμφοτέρους ταφῆναι μὴ ἐν ἐπόψει ἀλλήλοις·
というのも、モプソスとアムピロコスはトロイアからやって来てマロスを創建したが、その後にアムピロコスはアルゴスへと去り、現地の状況に不満を抱いて再びここに戻って来たものの、共同統治から排除されたため、モプソスと一騎打ちを行い、双方が斃れて、互いに見通せない場所に葬られたと言われているからである。
καὶ νῦν οἱ τάφοι δείκνυνται περὶ Μάγαρσα τοῦ Πυράμου πλησίον.
そして今でも、彼らの墓はピュラモス川の近くのマガルサ周辺に示されている。
ἐντεῦθεν δʼ ἦν Κράτης ὁ γραμματικός, οὗ φησι γενέσθαι μαθητὴς Παναίτιος.
この地からは文法家クラテスが輩出しており、パナイティオスは自分が彼の弟子であったと言っている。
§14.5.17ὑπέρκειται δὲ τῆς παραλίας ταύτης Ἀλήιον πεδίον, διʼ οὗ Φιλωτᾶς διήγαγεν Ἀλεξάνδρῳ τὴν ἵππον, ἐκείνου τὴν φάλαγγα ἀγαγόντος ἐκ τῶν Σόλων διὰ τῆς παραλίας καὶ τῆς Μαλλώτιδος ἐπί τε Ἰσσὸν καὶ τὰς Δαρείου δυνάμεις.
この海岸線の上方にアレイオン平野が広がっており、アレクサンドロスのためにフィロタスがそこを通って騎兵隊を率い、彼自身はソロイから海岸沿いおよびマロスの領土を通って、イッソスおよびダレイオスの軍勢に向けてファランクスを率いた。
φασὶ δὲ καὶ ἐναγίσαι τῷ Ἀμφιλόχῳ τὸν Ἀλέξανδρον διὰ τὴν ἐξ Ἄργους συγγένειαν.
また、アレクサンドロスは、アルゴスを通じた親族関係のゆえに、アムピロコスに死者供養の犠牲を捧げたとも言われている。
Ἡσίοδος δʼ ἐν Σόλοις ὑπὸ Ἀπόλλωνος ἀναιρεθῆναι τὸν Ἀμφίλοχόν φησιν, οἱ δὲ περὶ τὸ Ἀλήιον πεδίον, οἱ δʼ ἐν Συρίᾳ, ἀπὸ τοῦ Ἀληίου ἀπιόντα διὰ τὴν ἔριν.
ヘシオドスは、アムピロコスがソロイにおいてアポロンによって殺されたと言っているが、他の人々はアレイオン平野の周辺で、また他の人々はシリアにおいて、あの争いのゆえにアレイオン平野から去る途中で殺されたと言っている。
§14.5.18μετὰ δὲ Μαλλὸν Αἰγαῖαι πολίχνιον ὕφορμον ἔχον·
マロスの次には、錨地を持つ小さな町アイガイアイがある。
εἶτʼ Ἀμανίδες πύλαι ὕφορμον ἔχουσαι, εἰς ἃς τελευτᾷ τὸ Ἀμανὸν ὄρος ἀπὸ τοῦ Ταύρου καθῆκον, ὃ τῆς Κιλικίας ὑπέρκειται κατὰ τὸ πρὸς ἕω μέρος, ἀεὶ μὲν ὑπὸ πλειόνων δυναστευόμενον τυράννων ἐχόντων ἐρύματα·
次いで、錨地を持つアマノス関門があり、そこにタウロス山脈から下りてくるアマノス山が終端を迎えている。 この山は東部においてキリキアの上方に位置し、常に砦を持つ複数の僭主たちによって支配されていた。
καθʼ ἡμᾶς δὲ κατέστη κύριος πάντων ἀνὴρ ἀξιόλογος καὶ βασιλεὺς ὑπὸ Ῥωμαίων ὠνομάσθη διὰ τὰς ἀνδραγαθίας Ταρκονδίμοτος, καὶ τὴν διαδοχὴν τοῖς μετʼ αὐτὸν παρέδωκε.
しかし、我々の時代に、注目に値する人物タルコンディモトスがそのすべてを支配するようになり、その武勇のゆえにローマ人から王と呼ばれ、自身の後継者たちにその地位を伝えた。
§14.5.19μετὰ δὲ Αἰγαίας Ἰσσὸς πολίχνιον ὕφορμον ἔχον καὶ ποταμὸς Πίναρος.
アイガイアイの次には、錨地を持つ小さな町イッソスと、ピナロス川がある。
ἐνταῦθα ὁ ἀγὼν συνέπεσεν Ἀλεξάνδρῳ καὶ Δαρείῳ·
ここでアレクサンドロスとダレイオスの戦闘が起こった。
καὶ ὁ κόλπος εἴρηται Ἰσσικός·
そして、この湾はイッソス湾と呼ばれている。
ἐν αὐτῷ δὲ πόλις Ῥωσὸς καὶ Μυρίανδρος πόλις καὶ Ἀλεξάνδρεια καὶ Νικόπολις καὶ Μοψουεστία καὶ πύλαι λεγόμεναι, ὅριον Κιλίκων τε καὶ Σύρων.
その湾内には、ロソス市、ミュリアンドロス市、アレクサンドリア、ニコポリス、モプスケスティア、そしてキリキア人とシリア人の境界である、いわゆる関門がある。
ἐν δὲ τῇ Κιλικίᾳ ἐστὶ καὶ τὸ τῆς Σαρπηδονίας Ἀρτέμιδος ἱερὸν καὶ μαντεῖον, τοὺς δὲ χρησμοὺς ἔνθεοι προθεσπίζουσιν.
またキリキアには、サルペドニアのアルテミスの神殿と神託所もあり、神がかりとなった人々がその神託を告げる。
§14.5.20μετὰ δὲ τὴν Κιλικίαν πρώτη πόλις ἐστὶ τῶν Σύρων Σελεύκεια ἡ ἐν Πιερίᾳ, καὶ πλησίον Ὀρόντης ἐκδίδωσι ποταμός.
キリキアの次にある、シリア人の最初の都市はピエリアのセレウケイアであり、その近くにオロンテス川が流れ出ている。
ἔστι δʼ ἀπὸ Σελευκείας εἰς Σόλους ἐπʼ εὐθείας πλοῦς ὀλίγον ἀπολείπων τῶν χιλίων σταδίων.
セレウケイアからソロイまで直線で行く航路は、1000スタディオンにわずかに足りない。
§14.5.21τῶν δʼ ἐν Τροίᾳ Κιλίκων ὧν Ὅμηρος μέμνηται πολὺ διεστώτων ἀπὸ τῶν ἔξω τοῦ Ταύρου Κιλίκων, οἱ μὲν ἀποφαίνουσιν ἀρχηγέτας τοὺς ἐν τῇ Τροίᾳ τούτων καὶ δεικνύουσί τινας τόπους κἀνταῦθα, ὥσπερ ἐν τῇ Παμφυλίᾳ Θήβην καὶ Λυρνησσόν, οἱ δʼ ἔμπαλιν καὶ Ἀλήιόν τι πεδίον κἀκεῖ δεικνύουσι.
ホメロスが言及しているトロイアのキリキア人(彼らはタウロス山脈の外側にいるキリキア人から遠く離れているが)について、ある人々はトロイアの彼らこそがこれらの祖先であると主張し、パンピュリアにおけるテベやリュルネッソスのように、ここにもいくつかの場所を示している。 しかし、別の人々はその逆を主張し、あちらにもアレイオン平野を示している。
περιωδευμένων δὲ καὶ τῶν ἔξω τοῦ Ταύρου μερῶν τῆς προειρημένης χερρονήσου, προσθετέον ἐστὶ καὶ ταῦτα.
前述の半島の、タウロス山脈の外側にあたる部分の巡歴も終えたので、以下のことも付け加えなければならない。

語釈・文法注

  1. §14.5.16τοῦ Ἀπόλλωνος καὶ Μαντοῦς — この属格句は、直前の「モプソス」(Μόψου)のみを修飾し、もう一人の共同創建者である「アムピロコス」(Ἀμφιλόχου)にはかからない。モプソスのみがアポロンとマントの息子であるという関係性を示す。
  2. §14.5.16καλέσας ἐκεῖνος αὐτὴν — 分詞「名づけて」(καλέσας)の主語を明示する指示代名詞「かの者」(ἐκεῖνος)は文脈上ソポクレスを指し、女性単数対格代名詞「それを」(αὐτήν)は前文のキリキア(τὴν Κιλικίαν)を指している。
  3. §14.5.16οὗ φησι γενέσθαι μαθητὴς Παναίτιος — 動詞「言う」(φησί)の主語は「パナイティオス」(Παναίτιος)であり、不定詞「なったこと」(γενέσθαι)の意味上の主語も同じ主節の主語に一致するため、その補語である「弟子」(μαθητής)は、対格ではなく主格に置かれている(主格不定詞構文)。
  4. §14.5.17διʼ οὗ Φιλωτᾶς διήγαγεν Ἀλεξάνδρῳ τὴν ἵππον — 与格「アレクサンドロスに」(Ἀλεξάνδρῳ)は利害の与格であり、「アレクサンドロスのために(彼の軍事行動のために)」、または彼の配下としてフィロタスが騎兵隊を率いたことを示している。
  5. §14.5.21τῶν δʼ ἐν Τροίᾳ Κιλίκων — 文頭に置かれた属格「トロイアのキリキア人たちのうち」は部分属格であり、キリキア人全体を提示して、後続する「ある人々は…、他の人々は…」(οἱ μὲν... οἱ δʼ)の対比の母体となっている。

この箇所を引用する

ストラボン, 地理誌 §14.5.16-14.5.21. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.5.16-14.5.21

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。