§14.5.22ὁ γὰρ Ἀπολλόδωρος ἐν τοῖς περὶ νεῶν ἔτι καὶ τοιαῦτα λέγει·
というのも、アポロドロスは『軍船一覧について』の中で、さらにこのようなことも言っている。
τοὺς γὰρ ἐκ τῆς Ἀσίας ἐπικούρους τῶν Τρώων ἅπαντας καταριθμεῖσθαί φησιν ὑπὸ τοῦ ποιητοῦ τῆς χερρονήσου κατοίκους ὄντας, ἧς ὁ στενώτατος ἰσθμός ἐστι τὸ μεταξὺ τοῦ κατὰ Σινώπην μυχοῦ καὶ Ἰσσοῦ·
というのも、アジアからのトロイア軍の同盟軍すべてが、詩人によってある半島の住民として数え上げられている、と彼は主張する。 その半島の最も狭い地峡は、シノペに臨む湾の最奥部とイッソスの間のものである。
αἱ δʼ ἐκτὸς πλευραί φησί τριγωνοειδοῦς οὔσης, εἰσὶ μὲν ἄνισοι, παρήκουσι δὲ ἡ μὲν ἀπὸ Κιλικίας ἐπὶ Χελιδονίας, ἡ δʼ ἐνθένδε ἐπὶ τὸ στόμα τοῦ Εὐξείνου, ἡ δʼ ἐπὶ Σινώπην πάλιν ἐνθένδε.
そして、この半島が三角形であるため、その「外側の辺」は不等辺であるが、それらは伸びており、一方はキリキアからケリドニア群島まで、他方はそこから黒海の入口まで、もう一方はそこから再びシノペまで伸びている、と彼は言う。
τὸ μὲν οὖν μόνους τοὺς ἐν τῇ χερρονήσῳ διὰ τῶν αὐτῶν ἐλέγχοιτʼ ἂν ψεῦδος ὂν διʼ ὧν ἠλέγξαμεν πρότερον μὴ μόνους τοὺς ἐντὸς Ἅλυος.
さて、半島の中にいる人々だけが同盟軍として挙げられているという主張は、ハリュス川の内側にいる人々だけではない、と我々が以前に論証したのと同じ論拠によって、虚偽であると論証されるだろう。
οἱ γὰρ περὶ Φαρνακίαν τόποι ἐν οἷς τοὺς Ἁλιζώνους ἔφαμεν, ὥσπερ ἔξω τοῦ Ἅλυός εἰσιν, οὕτω καὶ ἔξω τοῦ ἰσθμοῦ, εἴπερ καὶ τῶν στενῶν τῶν μεταξὺ Σινώπης καὶ Ἰσσοῦ, καὶ οὐ τούτων γε μόνων ἀλλὰ καὶ τῶν κατʼ ἀλήθειαν στενῶν τῶν μεταξὺ Ἀμισοῦ τε καὶ Ἰσσοῦ·
というのも、我々がアリゾネスがいると言ったパルナキア周辺の地域は、ハリュス川の外側にあるのと同様に、もしシノペとイッソスの間の狭隘部、しかもこれらだけでなく、真に狭隘部であるアミソスとイッソスの間のそれらの外側にあるとすれば、地峡の外側にあるからである。
οὐδὲ γὰρ ἐκεῖνος ὀρθῶς ἀφώρισται τὸν ἰσθμὸν καὶ τὰ κατʼ αὐτὸν στενά, ἐκεῖνα ἀντὶ τούτων τιθείς.
というのも、彼もまた、地峡とそれに伴う狭隘部を正しく定義しておらず、後者の代わりに前者を描いているからである。
πάντων δʼ εὐηθέστατον τὸ τὴν χερρόνησον τριγωνοειδῆ φήσαντα τρεῖς ἀποφήνασθαι τὰς ἔξω πλευράς·
しかし、何よりも最も愚かなのは、半島を三角形と呼びながら、三つの「外側の辺」を示したことである。
ὁ γὰρ τὰς ἔξω λέγων πλευρὰς ἔοικεν ὑπεξαιρουμένῳ τὴν κατὰ τὰ στενά, ὡς καὶ ταύτην οὖσαν πλευράν, οὐκ ἔξω δὲ οὐδʼ ἐπὶ θαλάττῃ.
というのも、「外側の辺」と言う者は、狭隘部にあたる辺を除外しているように見え、それを外側ではなく、また海にも面していない一つの辺とみなしているようだからである。
εἰ μὲν τοίνυν τὰ στενὰ ταῦτα οὕτως ἦν συνηγμένα ὥστε μικρὸν ἀπολείπειν τοῦ συνάπτειν ἐπʼ ἀλλήλαις τήν τε ἐπὶ Ἰσσὸν καὶ τὴν ἐπὶ Σινώπην πίπτουσαν πλευράν, συνεχώρει ἂν τριγωνοειδῆ λέγεσθαι τὴν χερρόνησον·
したがって、もしこれらの狭隘部が、イッソスに向かう辺とシノペに向かう辺が互いに結合するのにわずかな距離を残すだけであるほど狭まっていたならば、半島が三角形と呼ばれることも認められただろう。
νῦν δέ γε τρισχιλίους σταδίους ἀπολειπόντων μεταξὺ τῶν ὑπʼ αὐτοῦ λεγομένων στενῶν, ἀμαθία τὸ λέγειν τριγωνοειδὲς τὸ τοιοῦτον τετράπλευρον, οὐδὲ χωρογραφικόν.
しかし、実際には、彼が言う狭隘部の間に3000スタディオンの距離があるのに、このような四角形を三角形と呼ぶのは無知であり、地誌学的でもない。
ὁ δὲ καὶ χωρογραφίαν ἐξέδωκεν ἐν κωμικῷ μέτρῳ γῆς περίοδον ἐπιγράψας.
しかも、彼は『大地の巡歴』と題して喜劇の韻律で地理書を出版しさえしたのだ。
μένει δʼ ἡ αὐτὴ ἀμαθία κἂν εἰς τοὐλάχιστον καταγάγῃ διάστημά τις τὸν ἰσθμόν, ὅσον εἰρήκασιν οἱ πλεῖστον ψευσάμενοι τὸ ἥμισυ τοῦ παντός, ὅσον εἴρηκε καὶ Ἀρτεμίδωρος, χιλίους καὶ πεντακοσίους σταδίους·
また、たとえ地峡を最も短い距離、すなわち最も大きな嘘をついた人々が全体の半分と言っている距離、アルテミドロスも言っている1500スタディオンにまで縮めたとしても、同じ無知は残る。
οὐδὲ γὰρ τοῦτο συναγωγήν πω τριγωνοειδοῦς ποιεῖ σχήματος.
というのも、これでもまだ三角形の形へと収束することにはならないからである。
ἀλλʼ οὐδὲ τὰς πλευρὰς ὀρθῶς διῄρηται τὰς ἔξω τὴν ἀπὸ Ἰσσοῦ μέχρι Χελιδονίων εἰπών·
また、彼は外側の辺の分割も正しく行っていない。
λοιπὴ γάρ ἐστιν ὅλη ἐπʼ εὐθείας ἡ Λυκιακὴ παραλία ταύτῃ, καὶ ἡ τῶν Ῥοδίων περαία μέχρι Φύσκου·
イッソスからケリドニア群島までと言っているが、というのも、これと直線上にあるリュキアの海岸線全体や、ピュスコスに至るロドス人の対岸領土が残っているからである。
ἐντεῦθεν δὲ καμπὴν λαβοῦσα ἡ ἤπειρος ἄρχεται τὴν δευτέραν καὶ δυσμικὴν ποιεῖν πλευρὰν ἄχρι Προποντίδος καὶ Βυζαντίου.
そして、そこから大陸は屈曲して、プロポンティスおよびビュザンティオンに至る、第二の、西側の辺を形成し始めるのである。
§14.5.23φήσαντος δὲ τοῦ Ἐφόρου διότι τὴν χερρόνησον κατοικεῖ ταύτην ἑκκαίδεκα γένη, τρία μὲν Ἑλληνικὰ τὰ δὲ λοιπὰ βάρβαρα χωρὶς τῶν μιγάδων, ἐπὶ θαλάττῃ μὲν Κίλικες καὶ Πάμφυλοι καὶ Λύκιοι καὶ Βιθυνοὶ καὶ Παφλαγόνες καὶ Μαριανδυνοὶ καὶ Τρῶες καὶ Κᾶρες, Πισίδαι δὲ καὶ Μυσοὶ καὶ Χάλυβες καὶ Φρύγες καὶ Μιλύαι ἐν τῇ μεσογαίᾳ, διαιτῶν ταῦτα ὁ Ἀπολλόδωρος ἑπτακαιδέκατόν φησιν εἶναι τὸ τῶν Γαλατῶν, ὃ νεώτερόν ἐστι τοῦ Ἐφόρου, τῶν δʼ εἰρημένων τὰ μὲν Ἑλληνικὰ μήπω κατὰ τὰ Τρωικὰ κατῳκίσθαι, τὰ δὲ βάρβαρα πολλὴν ἔχειν σύγχυσιν διὰ τὸν χρόνον·
エポロスが、この半島には16の民族が住んでおり、混血の者たちを除いて、三つがギリシア系、残りが非ギリシア系であると言い、海沿いにはキリキア人、パンピュリア人、リュキア人、ビテュニア人、パプラゴニア人、マリアンデュニア人、トロイア人、カリア人がおり、内陸にはピシディア人、ミュシア人、カリュベス人、プリュギア人、ミリュアス人がいるとしているのに対し、アポロドロスはこれらを批判的に検討して、17番目としてガラティア人の民族があるが、これはエポロスよりも新しい時代のものであると言い、また、言及されたもののうちギリシア系の民族はトロイア戦争の時代にはまだ入植していなかったとし、非ギリシア系の民族については、時間の経過によって大きな混乱があるとする。
καταλέγεσθαι δʼ ὑπὸ τοῦ ποιητοῦ τό τε τῶν Τρώων καὶ τῶν νῦν ὀνομαζομένων Παφλαγόνων καὶ Μυσῶν καὶ Φρυγῶν καὶ Καρῶν καὶ Λυκίων, Μῄονάς ἀντὶ Λυδῶν καὶ ἄλλους ἀγνῶτας, οἷον Ἁλιζῶνας καὶ Καύκωνας·
そして、詩人によって挙げられているのは、トロイア人、および現在パプラゴニア人、ミュシア人、プリュギア人、カリア人、リュキア人と呼ばれている人々、リュディア人の代わりにメイオニア人、そしてその他に正体不明の人々、例えばアリゾネスやカウコネスであると言う。
ἐκτὸς δὲ τοῦ καταλόγου Κητείους τε καὶ Σολύμους καὶ Κίλικας τοὺς ἐκ Θήβης πεδίου καὶ Λέλεγας·
また、同盟軍の一覧の外には、ケテイオス人、ソリュモイ人、テベの平野から来たキリキア人、レレゲス人がいるとし、パンピュリア人、ビテュニア人、マリアンデュニア人、ピシディア人、カリュベス人、ミリュアス人、カッパドキア人は名前さえ挙げられていないとする。
Παμφύλους δὲ καὶ Βιθυνοὺς καὶ Μαριανδυνοὺς καὶ Πισίδας καὶ Χάλυβας καὶ Μιλύας καὶ Καππάδοκας μηδʼ ὠνομάσθαι, τοὺς μὲν διὰ τὸ μηδέπω τοὺς τόπους κατῳκηκέναι τούτους, τοὺς δὲ διὰ τὸ ἑτέροις γένεσι περιέχεσθαι, ὡς Ἰδριεῖς μὲν καὶ Τερμίλαι Καρσί, Δολίονες δὲ καὶ Βέβρυκες Φρυξί.
これは、ある人々はまだこれらの場所に入植していなかったためであり、別の人々は他の民族の中に包摂されていたためである。 例えば、イドリエウス人とテルミライ人がカリア人の中に、ドリオネス人とベブリュケス人がプリュギア人の中に包摂されていたように、である。