§14.5.14ἄνδρες δʼ ἐξ αὐτῆς γεγόνασι τῶν μὲν στωικῶν Ἀντίπατρός τε καὶ Ἀρχέδημος καὶ Νέστωρ, ἔτι δʼ Ἀθηνόδωροι δύο, ὧν ὁ μὲν Κορδυλίων καλούμενος συνεβίωσε Μάρκῳ Κάτωνι καὶ ἐτελεύτα παρʼ ἐκείνῳ, ὁ δὲ τοῦ Σάνδωνος, ὃν καὶ Κανανίτην φασὶν ἀπὸ κώμης τινός, Καίσαρος καθηγήσατο καὶ τιμῆς ἔτυχε μεγάλης, κατιών τε εἰς τὴν πατρίδα ἤδη γηραιὸς κατέλυσε τὴν καθεστῶσαν πολιτείαν κακῶς φερομένην ὑπό τε ἄλλων καὶ Βοήθου, κακοῦ μὲν ποιητοῦ κακοῦ δὲ πολίτου, δημοκοπίαις ἰσχύσαντος τὸ πλέον.
この都市から、ストア派の人々としてはアンティパトロス、アルケデモス、ネストル、さらに二人のアテノドロスが輩出した。 彼らのうち、コルドゥリオンと呼ばれる方はマルクス・カトとともに暮らし、彼のもとで亡くなった。 サンドンの息子であるもう一方のアテノドロス(ある村にちなんでカナン人とも呼ばれる)は、カエサルの教師を務め、大いなる名誉を得た。 そして、すでに高齢になって祖国に帰ると、他の人々や、悪しき詩人にして悪しき市民であり、主に大衆煽動によって権力を握っていたボエトスによって誤った運営をされていた、既存の国制を解体した。
ἐπῆρε δʼ αὐτὸν καὶ Ἀντώνιος κατʼ ἀρχὰς ἀποδεξάμενος τὸ γραφὲν εἰς τὴν ἐν Φιλίπποις νίκην ἔπος, καὶ ἔτι μᾶλλον ἡ εὐχέρεια ἡ ἐπιπολάζουσα παρὰ τοῖς Ταρσεῦσιν ὥστʼ ἀπαύστως σχεδιάζειν παρὰ χρῆμα πρὸς τὴν δεδομένην ὑπόθεσιν·
アントニウスもまた、フィリッピでの勝利のために書かれた彼の叙事詩を当初受け入れたことによって、彼を思い上がらせていた。 そして、タルソスの人々の間で広く見られる、与えられたお題に対して即座に絶え間なく即興詩を作るという、あの安易な器用さが、彼をさらに思い上がらせていた。
καὶ δὴ καὶ γυμνασιαρχίαν ὑποσχόμενος Ταρσεῦσι τοῦτον ἀντὶ γυμνασιάρχου κατέστησε, καὶ τὰ ἀναλώματα ἐπίστευσεν αὐτῷ.
そればかりか、アントニウスはタルソスの人々に体育総監職の費用負担を約束し、この男を体育総監に任命し、その費用を彼に委ねた。
ἐφωράθη δὲ νοσφισάμενος τά τε ἄλλα καὶ τοὔλαιον·
しかし彼は、他の物事とともに、特にオリーブ油を横領したことを見破られた。
ἐλεγχόμενος δʼ ὑπὸ τῶν κατηγόρων ἐπὶ τοῦ Ἀντωνίου παρῃτεῖτο τὴν ὀργήν, σὺν ἄλλοις καὶ ταῦτα λέγων ὅτι
ὥσπερ Ὅμηρος ἐξύμνησεν Ἀχιλλέα καὶ Ἀγαμέμνονα καὶ Ὀδυσσέα, οὕτως ἐγὼ σέ·
アントニウスの前で告発者たちに罪を証明されると、彼は次のように言うことなどをして、その怒りを宥めようとした。 「ホメロスがアキレウスやアガメムノンやオデュッセウスを賛美したように、私もあなたを賛美しました。
οὐ δίκαιος οὖν εἰμι εἰς τοιαύτας ἄγεσθαι διαβολὰς ἐπὶ σοῦ.
したがって、あなたの前でこのような中傷に引きずり出されるのは不当です。
παραλαβὼν οὖν ὁ κατήγορος τὸν λόγον
ἀλλʼ Ὅμηρος μέν
ἔφη
ἔλαιον Ἀγαμέμνονος οὐκ ἔκλεψεν, ἀλλʼ οὐδὲ Ἀχιλλέως, σὺ δέ·
」すると告発者は言葉を奪って言った。 「しかしホメロスはアガメムノンの油を盗みはしなかったし、アキレウスの油も盗まなかった。 だがお前は盗んだ。
ὥστε δώσεις δίκην.
だからお前は罰を受けるのだ。
διακρουσάμενος δʼ οὖν θεραπείαις τισὶ τὴν ὀργὴν οὐδὲν ἧττον διετέλεσεν ἄγων καὶ φέρων τὴν πόλιν μέχρι τῆς καταστροφῆς τοῦ Ἀντωνίου.
」しかしながら、彼は何らかの追従によって怒りをかわし、アントニウスの没落にいたるまで、相変わらず都市を略奪し続けた。
τοιαύτην δὲ τὴν πόλιν καταλαβὼν ὁ Ἀθηνόδωρος τέως μὲν ἐπεχείρει λόγῳ μετάγειν κἀκεῖνον καὶ τοὺς συστασιώτας·
このような状態の都市に入ったアテノドロスは、しばらくの間は言論によって彼とその一派の者たちを改心させようと試みた。
ὡς δʼ οὐκ ἀπείχοντο ὕβρεως οὐδεμιᾶς, ἐχρήσατο τῇ δοθείσῃ ὑπὸ τοῦ Καίσαρος ἐξουσίᾳ καὶ ἐξέβαλεν αὐτοὺς καταγνοὺς φυγήν.
しかし、彼らがどのような横暴をもやめようとしなかったので、カエサルから与えられた権限を行使し、彼らに追放刑を言い渡して追放した。
οἱ δὲ πρῶτον μὲν κατετοιχογράφησαν αὐτοῦ τοιαῦτα
"
ἔργα νέων, βουλαὶ δὲ μέσων, πορδαὶ δὲ γερόντων.
彼らはまず彼の家に対して次のような落書きを壁に書いた。 「若者の行動、壮年の計画、老人の放屁。
"
ἐπεὶ δʼ ἐκεῖνος ἐν παιδιᾶς μέρει δεξάμενος ἐκέλευσε παρεπιγράψαι
βρονταὶ δὲ γερόντων,
καταφρονήσας τις τοῦ ἐπιεικοῦς εὔλυτον τὸ κοιλίδιον ἔχων προσέρρανε πολὺ τῇ θύρᾳ καὶ τῷ τοίχῳ νύκτωρ παριὼν τὴν οἰκίαν·
」しかし、彼がこれを冗談として受け止め、その横に「老人の雷鳴」と書き加えるよう命じると、彼の寛大さを侮ったある者が、お腹を下して、夜中にその家の前を通りがかり、扉と壁に大量に撒き散らした。
ὁ δὲ τῆς στάσεως κατηγορῶν ἐν ἐκκλησίᾳ
τὴν νόσον τῆς πόλεως
ἔφη
καὶ τὴν καχεξίαν πολλαχόθεν σκοπεῖν ἔξεστι, καὶ δὴ καὶ ἐκ τῶν διαχωρημάτων.
そこで彼は、民会においてこの党派争いを告発し、こう言った。 「この都市の病と不健康状態は、多くの点から観察できますが、とりわけその排泄物からも明らかです。
οὗτοι μὲν στωικοὶ ἄνδρες·
」これらがストア派の人々である。
ἀκαδημαϊκὸς δὲ Νέστωρ ὁ καθʼ ἡμᾶς, ὁ Μαρκέλλου καθηγησάμενος τοῦ Ὀκταουίας παιδός, τῆς Καίσαρος ἀδελφῆς.
一方、アカデメイア派では、我々と同時代の人であるネストルがおり、彼はカエサルの姉妹オクタウィアの息子であるマルケッルスの教師を務めた。
καὶ οὗτος δὲ προέστη τῆς πολιτείας διαδεξάμενος τὸν Ἀθηνόδωρον, καὶ διετέλεσε τιμώμενος παρά τε τοῖς ἡγεμόσι καὶ ἐν τῇ πόλει.
この者もまたアテノドロスの跡を継いで国制を指導し、指導者たちの間でも、都市の中でも尊敬され続けた。
§14.5.15τῶν δʼ ἄλλων φιλοσόφων
"
οὕς κεν ἐὺ γνοίην καί τʼ οὔνομα μυθησαίμην,
"
Πλουτιάδης τε ἐγένετο καὶ Διογένης τῶν περιπολιζόντων καὶ σχολὰς διατιθεμένων εὐφυῶς·
その他の哲学者たちで、「私がよく知っており、その名を語ることもできる者たち」としては、あちこちの都市を巡り歩いて巧みに講義を行った者たちの中に、プルティアデスとディオゲネスがいた。
ὁ δὲ Διογένης καὶ ποιήματα ὥσπερ ἀπεφοίβαζε τεθείσης ὑποθέσεως, τραγικὰ ὡς ἐπὶ πολύ·
このディオゲネスは、お題が与えられると、まるで神がかりになったかのように詩、とりわけ多くは悲劇を即興で作ることもした。
γραμματικοὶ δὲ ὧν καὶ συγγράμματα ἔστιν, Ἀρτεμίδωρός τε καὶ Διόδωρος·
文法家で、著作も残っている者としては、アルテミドロスとディオドロスがいる。
ποιητὴς δὲ τραγῳδίας ἄριστος τῶν τῆς Πλειάδος καταριθμουμένων Διονυσίδης.
また、悲劇詩人としては、プレアデスの一人に数えられる優れたディオニュシデスがいる。
μάλιστα δʼ ἡ Ῥώμη δύναται διδάσκειν τὸ πλῆθος τῶν ἐκ τῆσδε τῆς πόλεως φιλολόγων·
そして、ローマこそが、この都市出身の文献学者の多さを最もよく証明することができる。
Ταρσέων γὰρ καὶ Ἀλεξανδρέων ἐστὶ μεστή.
というのも、ローマはタルソス人とアレクサンドリア人の学者たちで満ちているからである。
τοιαύτη μὲν ἡ Ταρσός.
タルソスについては以上の通りである。