§14.5.16μετὰ δὲ τὸν Κύδνον ὁ Πύραμος ἐκ τῆς Καταονίας ῥέων, οὗπερ καὶ πρότερον ἐμνήσθημεν· φησὶ δʼ Ἀρτεμίδωρος ἐντεῦθεν εἰς Σόλους εὐθυπλοίᾳ σταδίους εἶναι πεντακοσίους.
And after the Cydnus comes the Pyramus, flowing from Cataonia, which we have also mentioned before; and Artemidorus says that from here to Soli, by a direct voyage, it is five hundred stadia.
πλησίον δὲ καὶ Μαλλὸς ἐφʼ ὕψους κειμένη, κτίσμα Ἀμφιλόχου καὶ Μόψου τοῦ Ἀπόλλωνος καὶ Μαντοῦς, περὶ ὧν πολλὰ μυθολογεῖται· καὶ δὴ καὶ ἡμεῖς ἐμνήσθημεν αὐτῶν ἐν τοῖς περὶ Κάλχαντος λόγοις καὶ τῆς ἔριδος ἣν ἤρισαν περὶ τῆς μαντικῆς ὅ τε Κάλχας καὶ ὁ Μόψος· ταύτην τε γὰρ τὴν ἔριν μεταφέρουσιν ἔνιοι, καθάπερ καὶ Σοφοκλῆς, εἰς τὴν Κιλικίαν, καλέσας ἐκεῖνος αὐτὴν Παμφυλίαν τραγικῶς, καθάπερ καὶ τὴν Λυκίαν Καρίαν καὶ τὴν Τροίαν καὶ Λυδίαν Φρυγίαν· καὶ τὸν θάνατον δὲ τοῦ Κάλχαντος ἐνταῦθα παραδιδόασιν ἄλλοι τε καὶ Σοφοκλῆς.
And near by is also Mallus, situated on a height, a foundation of Amphilochus and of Mopsus (the son of Apollo and Manto), about whom many myths are told; indeed, we too have mentioned them in our discussions about Calchas and the dispute which Calchas and Mopsus disputed concerning the art of divination; for some, just as Sophocles also does, transfer this dispute to Cilicia, though he poetically calls it Pamphilia, just as he also calls Lycia Caria, and Troy and Lydia Phrygia; and others, including Sophocles, hand down the tradition that the death of Calchas occurred here.
οὐ μόνον δὲ τὴν περὶ τῆς μαντικῆς ἔριν μεμυθεύκασιν ἀλλὰ καὶ τῆς ἀρχῆς.
And they have mythologized not only their dispute about the art of divination, but also about the government.
τὸν γὰρ Μόψον φασὶ καὶ τὸν Ἀμφίλοχον ἐκ Τροίας ἐλθόντας κτίσαι Μαλλόν· εἶτʼ Ἀμφίλοχον εἰς Ἄργος ἀπελθεῖν, δυσαρεστήσαντα δὲ τοῖς ἐκεῖ πάλιν ἀναστρέψαι δεῦρο, ἀποκλειόμενον δὲ τῆς κοινωνίας συμβαλεῖν εἰς μονομαχίαν πρὸς τὸν Μόψον, πεσόντας δʼ ἀμφοτέρους ταφῆναι μὴ ἐν ἐπόψει ἀλλήλοις· καὶ νῦν οἱ τάφοι δείκνυνται περὶ Μάγαρσα τοῦ Πυράμου πλησίον.
For they say that Mopsus and Amphilochus, having come from Troy, founded Mallus; then Amphilochus went away to Argos, but being dissatisfied with things there, he returned here again, and being excluded from the partnership, he engaged in a duel with Mopsus, and both having fallen, they were buried in places not in sight of each other; and even now their tombs are shown near Magarsa, close to the Pyramus.
ἐντεῦθεν δʼ ἦν Κράτης ὁ γραμματικός, οὗ φησι γενέσθαι μαθητὴς Παναίτιος.
Crates the grammarian was from here, of whom Panaetius says he was a pupil.
§14.5.17ὑπέρκειται δὲ τῆς παραλίας ταύτης Ἀλήιον πεδίον, διʼ οὗ Φιλωτᾶς διήγαγεν Ἀλεξάνδρῳ τὴν ἵππον, ἐκείνου τὴν φάλαγγα ἀγαγόντος ἐκ τῶν Σόλων διὰ τῆς παραλίας καὶ τῆς Μαλλώτιδος ἐπί τε Ἰσσὸν καὶ τὰς Δαρείου δυνάμεις.
Above this coast lies the Aleian Plain, through which Philotas led the cavalry for Alexander, while the king himself led the phalanx from Soli along the coast and the territory of Mallus towards Issus and the forces of Darius.
φασὶ δὲ καὶ ἐναγίσαι τῷ Ἀμφιλόχῳ τὸν Ἀλέξανδρον διὰ τὴν ἐξ Ἄργους συγγένειαν.
And they say that Alexander also offered sacrifices to the dead to Amphilochus on account of their relationship through Argos.
Ἡσίοδος δʼ ἐν Σόλοις ὑπὸ Ἀπόλλωνος ἀναιρεθῆναι τὸν Ἀμφίλοχόν φησιν, οἱ δὲ περὶ τὸ Ἀλήιον πεδίον, οἱ δʼ ἐν Συρίᾳ, ἀπὸ τοῦ Ἀληίου ἀπιόντα διὰ τὴν ἔριν.
Hesiod says that Amphilochus was slain by Apollo in Soli, but others say near the Aleian Plain, and others in Syria, when he was departing from the Aleian Plain on account of the dispute.
§14.5.18μετὰ δὲ Μαλλὸν Αἰγαῖαι πολίχνιον ὕφορμον ἔχον· εἶτʼ Ἀμανίδες πύλαι ὕφορμον ἔχουσαι, εἰς ἃς τελευτᾷ τὸ Ἀμανὸν ὄρος ἀπὸ τοῦ Ταύρου καθῆκον, ὃ τῆς Κιλικίας ὑπέρκειται κατὰ τὸ πρὸς ἕω μέρος, ἀεὶ μὲν ὑπὸ πλειόνων δυναστευόμενον τυράννων ἐχόντων ἐρύματα· καθʼ ἡμᾶς δὲ κατέστη κύριος πάντων ἀνὴρ ἀξιόλογος καὶ βασιλεὺς ὑπὸ Ῥωμαίων ὠνομάσθη διὰ τὰς ἀνδραγαθίας Ταρκονδίμοτος, καὶ τὴν διαδοχὴν τοῖς μετʼ αὐτὸν παρέδωκε.
After Mallus comes Aegaeae, a small town having an anchorage; then the Amanides Gates, having an anchorage, at which the Amanus Mountain ends, extending down from the Taurus, which lies above Cilicia on the eastern part, and was always ruled by several tyrants who possessed strongholds; but in our time a noteworthy man, Tarcondimotus, became master of them all, and was named king by the Romans on account of his manly deeds, and he handed down the succession to those after him.
§14.5.19μετὰ δὲ Αἰγαίας Ἰσσὸς πολίχνιον ὕφορμον ἔχον καὶ ποταμὸς Πίναρος.
After Aegaeae comes Issus, a small town having an anchorage, and the River Pinarus.
ἐνταῦθα ὁ ἀγὼν συνέπεσεν Ἀλεξάνδρῳ καὶ Δαρείῳ· καὶ ὁ κόλπος εἴρηται Ἰσσικός· ἐν αὐτῷ δὲ πόλις Ῥωσὸς καὶ Μυρίανδρος πόλις καὶ Ἀλεξάνδρεια καὶ Νικόπολις καὶ Μοψουεστία καὶ πύλαι λεγόμεναι, ὅριον Κιλίκων τε καὶ Σύρων.
Here the battle took place between Alexander and Darius; and the gulf is called Issic; and in it are the city of Rhosus, and the city of Myriandrus, and Alexandria, and Nicopolis, and Mopsuestia, and the so-called Gates, the boundary between the Cilicians and the Syrians.
ἐν δὲ τῇ Κιλικίᾳ ἐστὶ καὶ τὸ τῆς Σαρπηδονίας Ἀρτέμιδος ἱερὸν καὶ μαντεῖον, τοὺς δὲ χρησμοὺς ἔνθεοι προθεσπίζουσιν.
And in Cilicia is also the temple and oracle of Artemis Sarpedonia, and those inspired by the god declare the oracles beforehand.
§14.5.20μετὰ δὲ τὴν Κιλικίαν πρώτη πόλις ἐστὶ τῶν Σύρων Σελεύκεια ἡ ἐν Πιερίᾳ, καὶ πλησίον Ὀρόντης ἐκδίδωσι ποταμός.
After Cilicia, the first city of the Syrians is Seleucia in Pieria, and near it the River Orontes empties.
ἔστι δʼ ἀπὸ Σελευκείας εἰς Σόλους ἐπʼ εὐθείας πλοῦς ὀλίγον ἀπολείπων τῶν χιλίων σταδίων.
And the voyage from Seleucia to Soli in a straight line is a little less than a thousand stadia.
§14.5.21τῶν δʼ ἐν Τροίᾳ Κιλίκων ὧν Ὅμηρος μέμνηται πολὺ διεστώτων ἀπὸ τῶν ἔξω τοῦ Ταύρου Κιλίκων, οἱ μὲν ἀποφαίνουσιν ἀρχηγέτας τοὺς ἐν τῇ Τροίᾳ τούτων καὶ δεικνύουσί τινας τόπους κἀνταῦθα, ὥσπερ ἐν τῇ Παμφυλίᾳ Θήβην καὶ Λυρνησσόν, οἱ δʼ ἔμπαλιν καὶ Ἀλήιόν τι πεδίον κἀκεῖ δεικνύουσι.
Of the Cilicians in Troy, whom Homer mentions, who lived far apart from the Cilicians outside the Taurus, some declare those in Troy to be the founders of these, and show certain places here also, just as Thebe and Lyrnessus are shown in Pamphilia, while others say the opposite, and even show an Aleian plain there too.
περιωδευμένων δὲ καὶ τῶν ἔξω τοῦ Ταύρου μερῶν τῆς προειρημένης χερρονήσου, προσθετέον ἐστὶ καὶ ταῦτα.
And now that the parts of the aforementioned peninsula outside the Taurus have been described, we must also add these things.