Humanitext Reader

ストラボン · 地理誌 §14.3.5-14.3.10

リュキア各地の地勢とアレクサンドロスの進軍

460 / 577 箇所 · ギリシア語

要旨

リュキア地方の各地の都市、山岳、河川の地理的配置を記述し、さらにアレクサンドロス大王の進軍にまつわる逸話や、ソリュマ人とリュキア人のアイデンティティに関するホメロスの記述の真偽について論じている。

§14.3.5εἶθʼ ἑξῆς ὁ Ἀντίκραγος, ὄρθιον ὄρος, ἐφʼ ᾧ Καρμυλησσὸς χωρίον ἐν φάραγγι ᾠκημένον, καὶ μετὰ τοῦτον ὁ Κράγος, ἔχων ἄκρας ὀκτὼ καὶ πόλιν ὁμώνυμον.
次いで順に、切り立った山であるアンティクラゴスがあり、その上の峡谷にはカルミュレッソスという居住地が位置している。 そしてこれに次いでクラゴスがあり、これには八つの岬と、同名の都市がある。
περὶ ταῦτα μυθεύεται τὰ ὄρη τὰ περὶ τῆς Χιμαίρας·
これらの山々の周りにはキマイラに関する神話が語られている。
ἔστι δʼ οὐκ ἄπωθεν καὶ ἡ Χίμαιρα φάραγξ τις ἀπὸ τοῦ αἰγιαλοῦ ἀνατείνουσα.
また、そこから遠くないところには、海岸から伸びるある種の峡谷であるキマイラもある。
ὑπόκειται δὲ τῷ Κράγῳ Πίναρα ἐν μεσογαίᾳ, τῶν μεγίστων οὖσα πόλεων ἐν τῇ Λυκίᾳ.
クラゴスの麓の内陸には、リュキア最大の都市の一つであるピナラが位置している。
ἐνταῦθα δὲ Πάνδαρος τιμᾶται, τυχὸν ἴσως ὁμώνυμος τῷ Τρωικῷ·
そこではパンダロスが崇拝されているが、これはおそらくトロイアのパンダロスと同名であるにすぎないであろう。
καὶ γὰρ τοῦτον ἐκ Λυκίας φασίν.
なぜなら、彼らもまたこの人物をリュキア出身であると言っているからである。
§14.3.6εἶθʼ ὁ Ξάνθος ποταμός, ὃν Σίρβιν ἐκάλουν τὸ πρότερον·
次いで、かつてはシルビスと呼ばれていたクサントス川がある。
ἀναπλεύσαντι δʼ ὑπηρετικοῖς δέκα σταδίους τὸ Λητῷον ἔστιν·
軽船で十スタディオンほど遡ると、レトオン(レトの神殿)がある。
ὑπὲρ δὲ τοῦ ἱεροῦ προελθόντι ἑξήκοντα ἡ πόλις ἡ τῶν Ξανθίων ἐστὶ μεγίστη τῶν ἐν Λυκίᾳ.
さらにその神殿の上方に六十スタディオン進むと、リュキア最大の都市であるクサントス人の都市がある。
μετὰ δὲ τὴν Ξάνθον Πάταρα, καὶ αὕτη μεγάλη πόλις λιμένα ἔχουσα καὶ ἱερὰ Ἀπόλλωνος, κτίσμα Πατάρου.
クサントスの次にはパタラがあり、これもまた港とアポロンの神殿を持つ大都市であり、パタロスの創建によるものである。
Πτολεμαῖος δʼ ὁ φιλάδελφος ἐπισκευάσας Ἀρσινόην ἐκάλεσε τὴν ἐν Λυκίᾳ, ἐπεκράτησε δὲ τὸ ἐξ ἀρχῆς ὄνομα.
プトレマイオス・ピラデルポスは、ここを修復して「リュキアのアルシノエ」と呼んだが、最初の名前が勝ち残った。
§14.3.7εἶτα Μύρα ἐν εἴκοσι σταδίοις ὑπὲρ τῆς θαλάττης ἐπὶ μετεώρου λόφου.
次いで、海から二十スタディオン上方の高台の丘の上にミュラがある。
εἶθʼ ἡ ἐκβολὴ τοῦ Λιμύρου ποταμοῦ καὶ ἀνιόντι πεζῇ σταδίους εἴκοσι τὰ Λίμυρα πολίχνη.
次いでリムロス川の河口があり、徒歩で二十スタディオン上ると、小都市リムラがある。
μεταξὺ δʼ ἐν τῷ λεχθέντι παράπλῳ νησία πολλὰ καὶ λιμένες, ὧν καὶ Μεγίστη νῆσος καὶ πόλις ὁμώνυμος, καὶ ἡ Κισθήνη.
そしてその間、上述の沿岸航路には多くの小島や港があり、その中には島と同名の都市であるメギステや、キステネもある。
ἐν δὲ τῇ μεσογαίᾳ χωρία Φελλὸς καὶ Ἀντίφελλος καὶ ἡ Χίμαιρα, ἧς ἐμνήσθημεν ἐπάνω.
また内陸には、ペロス、アンティペロス、そして上で言及したキマイラという居住地がある。
§14.3.8εἶθʼ Ἱερὰ ἄκρα καὶ αἱ Χελιδόνιαι τρεῖς νῆσοι τραχεῖαι, πάρισοι τὸ μέγεθος, ὅσον πέντε σταδίοις ἀλλήλων διέχουσαι· τῆς δὲ γῆς ἀφεστᾶσιν ἑξαστάδιον· μία δʼ αὐτῶν καὶ πρόσορμον ἔχει.
次いで、神聖なる岬(ヒエラ・アクラ)と、大きさがほぼ等しく、互いに約五スタディオン離れ、陸地からは六スタディオン離れた、三つの険しいケリドニアイ諸島があり、そのうちの一つには錨地もある。
ἐντεῦθεν νομίζουσιν οἱ πολλοὶ τὴν ἀρχὴν λαμβάνειν τὸν Ταῦρον διά τε τὴν ἄκραν ὑψηλὴν οὖσαν καὶ καθήκουσαν ἀπὸ τῶν Πισιδικῶν ὀρῶν τῶν ὑπερκειμένων τῆς Παμφυλίας καὶ διὰ τὰς προκειμένας νήσους ἐχούσας ἐπιφανές τι σημεῖον ἐν τῇ θαλάττῃ κρασπέδου δίκην.
多くの人々は、この岬が高く、パムピュリアの上方に位置するピシディアの山々から下りてきていること、また前方にある諸島が海中において衣の縁のように目立つ目印となっていることから、タウロス山脈はここから始まっていると考えている。
τὸ δʼ ἀληθὲς ἀπὸ τῆς Ῥοδίων περαίας ἐπὶ τὰ πρὸς Πισιδίαν μέρη συνεχής ἐστιν ἡ ὀρεινή, καλεῖται δὲ καὶ αὕτη Ταῦρος.
しかし実際には、ロドス人の対岸領土からピシディアの方角へ向かう地域にかけて山岳地帯が連続しており、これもまたタウロスと呼ばれている。
δοκοῦσι δὲ αἱ Χελιδόνιαι κατὰ Κάνωβόν πως πίπτειν· τὸ δὲ δίαρμα λέγεται τετρακισχιλίων σταδίων.
ケリドニアイ諸島は、ほぼカノポスの真向かいに位置していると考えられており、その渡海距離は四千スタディオンと言われている。
ἀπὸ δὲ τῆς Ἱερᾶς ἄκρας ἐπὶ τὴν Ὀλβίαν λείπονται στάδιοι τριακόσιοι ἑξήκοντα ἑπτά·
神聖なる岬からオルビアまでは、三百六十七スタディオンが残されている。
ἐν τούτοις δʼ ἐστὶν ἥ τε Κράμβουσα καὶ Ὄλυμπος πόλις μεγάλη καὶ ὄρος ὁμώνυμον, ὃ καὶ Φοινικοῦς καλεῖται·
この間には、クランブウサや、大都市オリンポスと同名の山があり、これはポイニクスとも呼ばれている。
εἶτα Κώρυκος ὁ αἰγιαλός.
次いでコーリュコスの海岸がある。
§14.3.9εἶτα Φάσηλις τρεῖς ἔχουσα λιμένας, πόλις ἀξιόλογος καὶ λίμνη.
次いで、三つの港を持つ顕著な都市プァセリスと、湖がある。
ὑπέρκειται δʼ αὐτῆς τὰ Σόλυμα ὄρος καὶ Τερμησσὸς Πισιδικὴ πόλις, ἐπικειμένη τοῖς στενοῖς διʼ ὧν ὑπέρβασίς ἐστιν εἰς τὴν Μιλυάδα.
その上方にはソリュマ山と、ミリャス地方への越え道である隘路に臨むピシディアの都市テルメッソスが位置している。
καὶ ὁ Ἀλέξανδρος διὰ τοῦτο ἐξεῖλεν αὐτὴν ἀνοῖξαι βουλόμενος τὰ στενά.
アレクサンドロスは、この隘路を開通させようと望んだため、この都市を占領した。
περὶ Φασήλιδα δʼ ἐστὶ τὰ κατὰ θάλατταν στενά, διʼ ὧν Ἀλέξανδρος παρήγαγε τὴν στρατιάν.
プァセリスの周辺には海沿いの隘路があり、アレクサンドロスはそこを通って軍を導いた。
ἔστι δʼ ὄρος Κλῖμαξ καλούμενον, ἐπίκειται δὲ τῷ Παμφυλίῳ πελάγει, στενὴν ἀπολεῖπον πάροδον ἐπὶ τῷ αἰγιαλῷ ταῖς μὲν νηνεμίαις γυμνουμένην ὥστε εἶναι βάσιμον τοῖς ὁδεύουσι, πλημμύροντος δὲ τοῦ πελάγους ὑπὸ τῶν κυμάτων καλυπτομένην ἐπὶ πολύ·
そこにはクリマクス(「階段」)と呼ばれる山があり、パムピュリア海に臨んで、海岸沿いに狭い通路を残している。 これは無風の時には露出して歩行者にとって通行可能となるが、海が満ちると波によって大部分が覆われてしまう。
ἡ μὲν οὖν διὰ τοῦ ὄρους ὑπέρβασις περίοδον ἔχει καὶ προσάντης ἐστί, τῷ δʼ αἰγιαλῷ χρῶνται κατὰ τὰς εὐδίας.
したがって、山を越える道は回り道であり険しいが、人々は穏やかな天候の時には海岸を利用する。
ὁ δὲ Ἀλέξανδρος εἰς χειμέριον ἐμπεσὼν καιρὸν καὶ τὸ πλέον ἐπιτρέπων τῇ τύχῃ πρὶν ἀνεῖναι τὸ κῦμα ὥρμησε, καὶ ὅλην τὴν ἡμέραν ἐν ὕδατι γενέσθαι τὴν πορείαν συνέβη μέχρι ὀμφαλοῦ βαπτιζομένων.
しかし、アレクサンドロスは冬の季節に遭遇し、多くを運に任せて、波が引く前に出発したため、一日中、腰まで浸かりながら水の中を進むことになった。
ἔστι μὲν οὖν καὶ αὕτη ἡ πόλις Λυκιακὴ ἐπὶ τῶν ὅρων ἱδρυμένη τῶν πρὸς Παμφυλίαν, τοῦ δὲ κοινοῦ τῶν Λυκίων οὐ μετέχει, καθʼ αὑτὴν δὲ συνέστηκεν.
さて、この都市もパムピュリアとの境界に設立されたリュキアの都市であるが、リュキア連邦には参加しておらず、独立して存立している。
§14.3.10ὁ μὲν οὖν ποιητὴς ἑτέρους τῶν Λυκίων ποιεῖ τοὺς Σολύμους·
ところで、詩人(ホメロス)はソリュマ人をリュキア人とは異なる人々としている。
ὑπὸ γὰρ τοῦ τῶν Λυκίων βασιλέως πεμφθεὶς ὁ Βελλεροφόντης ἐπὶ δεύτερον τοῦτον ἆθλον " Σολύμοισι μαχέσσατο κυδαλίμοισιν.
なぜなら、リュキアの王によって第二の難行へと送られたベレロポンは、 "高名なソリュマ人たちと戦った "からである。
" οἱ δὲ τοὺς Λυκίους πρότερον καλεῖσθαι Σολύμους φάσκοντες, ὕστερον δὲ Τερμίλας ἀπὸ τῶν ἐκ Κρήτης συγκατελθόντων τῷ Σαρπηδόνι, μετὰ δὲ ταῦτα Λυκίους ἀπὸ Λύκου τοῦ Πανδίονος, ὃν ἐκπεσόντα τῆς οἰκείας ἐδέξατο Σαρπηδὼν ἐπὶ μέρει τῆς ἀρχῆς, οὐχ ὁμολογούμενα λέγουσιν Ὁμήρῳ·
しかし、リュキア人は以前はソリュマ人と呼ばれており、後にはサルペドンとともにクレタから下ってきた人々にちなんでテルミライと呼ばれ、その後さらに、故郷を追放された彼を支配権の一部とともに受け入れたサルペドンのもとに身を寄せた、パンディオノスの子リュコスにちなんでリュキア人と呼ばれるようになった、と主張する人々は、ホメロスと一致しないことを述べている。
βελτίους δʼ οἱ φάσκοντες λέγεσθαι Σολύμους ὑπὸ τοῦ ποιητοῦ τοὺς νῦν Μιλύας προσαγορευομένους, περὶ ὧν εἰρήκαμεν.
それよりも、詩人によってソリュマ人と呼ばれているのは、現在ミリャス人と呼ばれている人々(これについてはすでに述べた)であると主張する人々の方が、より優れた見解を持っている。

語釈・文法注

  1. §14.3.5τυχὸν ἴσως ὁμώνυμος τῷ Τρωικῷ — `τυχόν` は、動詞 `τυγχάνω` の第2アオリスト分詞中性単数対格 `τυχόν` が非人称的(絶対対格的)に用いられて副詞化したもので、「おそらく(perhaps)」を意味する。同義の副詞 `ἴσως` と重複して使用されており、確信を和らげる表現。
  2. §14.3.6ἀναπλεύσαντι δʼ ὑπηρετικοῖς δέκα σταδίους — `ἀναπλεύσαντι` はアオリスト与格分詞で、道案内や地理的記述において「〜を遡る者にとって」という基準(関与)を示す与格。`ὑπηρετικοῖς` は手段の与格(船艇、軽船によって)であり、`δέκα σταδίους` は空間的な距離を示す対格である。
  3. §14.3.8κρασπέδου δίκην — 名詞 `δίκη`(習慣、正義)の対格 `δίκην` が、属格(ここでは `κρασπέδου`「衣服の縁、境界」)を伴って「〜のように、〜のごとく」という比喩を表す前置詞・副詞的に機能している。
  4. §14.3.9πρὶν ἀνεῖναι τὸ κῦμα — 接続詞 `πρὶν` が不定詞 `ἀνεῖναι`(`ἀνίημι`「緩む、引く」の第2アオリスト能動態不定詞)を伴って「〜する前に」を意味する構文。`τὸ κῦμα`(波)が不定詞の意味上の主語である。
  5. §14.3.10οὐχ ὁμολογούμενα λέγουσιν Ὁμήρῳ — `ὁμολογούμενα` は動詞 `ὁμολογέω`(合意する、一致する)の現在受動分詞中性複数対格で、`λέγουσιν` の目的語として機能し、「一致していること(を話す)」となる。否定の `οὐχ` がこれを修飾し、与格 `Ὁμήρῳ` が一致の対象を示すことで、「ホメロスと合致しない内容を述べている」という意味になる。

この箇所を引用する

ストラボン, 地理誌 §14.3.5-14.3.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.3.5-14.3.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。