Humanitext Reader

斯特拉波 · 地理学 §14.3.5-14.3.10

吕基亚的地理与亚历山大大帝的进军

第 460 段,共 577 段 · 希腊语

内容简介

作者详细描述了吕基亚地区的城市、山脉和河流等地理布局,叙述了亚历山大大帝通过克里马克斯山的轶事,并探讨了荷马史诗中关于索吕马人与吕基亚人身份异同的论述。

§14.3.5εἶθʼ ἑξῆς ὁ Ἀντίκραγος, ὄρθιον ὄρος, ἐφʼ ᾧ Καρμυλησσὸς χωρίον ἐν φάραγγι ᾠκημένον, καὶ μετὰ τοῦτον ὁ Κράγος, ἔχων ἄκρας ὀκτὼ καὶ πόλιν ὁμώνυμον.
接着依次是安蒂克拉戈斯山,这是一座险峻的山,山上的峡谷中坐落着名为卡尔米莱索斯的定居点;在这之后是克拉戈斯山,它有八个山峰和同名城市。
περὶ ταῦτα μυθεύεται τὰ ὄρη τὰ περὶ τῆς Χιμαίρας· ἔστι δʼ οὐκ ἄπωθεν καὶ ἡ Χίμαιρα φάραγξ τις ἀπὸ τοῦ αἰγιαλοῦ ἀνατείνουσα.
关于这些山,流传着有关奇美拉的神话;而在不远处也有奇美拉,这是一个从海岸向上延伸的峡谷。
ὑπόκειται δὲ τῷ Κράγῳ Πίναρα ἐν μεσογαίᾳ, τῶν μεγίστων οὖσα πόλεων ἐν τῇ Λυκίᾳ.
在克拉戈斯山脚下的内陆坐落着皮纳拉,它是吕基亚最大的城市之一。
ἐνταῦθα δὲ Πάνδαρος τιμᾶται, τυχὸν ἴσως ὁμώνυμος τῷ Τρωικῷ· καὶ γὰρ τοῦτον ἐκ Λυκίας φασίν.
在这里,潘达罗斯受到尊崇,他可能与特洛伊的那个潘达罗斯同名;因为人们也说他来自吕基亚。
§14.3.6εἶθʼ ὁ Ξάνθος ποταμός, ὃν Σίρβιν ἐκάλουν τὸ πρότερον· ἀναπλεύσαντι δʼ ὑπηρετικοῖς δέκα σταδίους τὸ Λητῷον ἔστιν· ὑπὲρ δὲ τοῦ ἱεροῦ προελθόντι ἑξήκοντα ἡ πόλις ἡ τῶν Ξανθίων ἐστὶ μεγίστη τῶν ἐν Λυκίᾳ.
接着是克桑托斯河,以前人们称之为西尔比斯河;乘小船向上航行十斯塔德,便是勒托神庙;从神庙再向上走六十斯塔德,就是克桑托斯人的城市,它是吕基亚最大的城市。
μετὰ δὲ τὴν Ξάνθον Πάταρα, καὶ αὕτη μεγάλη πόλις λιμένα ἔχουσα καὶ ἱερὰ Ἀπόλλωνος, κτίσμα Πατάρου.
在克桑托斯之后是帕塔拉,这也是一座拥有港口和阿波罗神庙的大城市,由帕塔罗斯所建。
Πτολεμαῖος δʼ ὁ φιλάδελφος ἐπισκευάσας Ἀρσινόην ἐκάλεσε τὴν ἐν Λυκίᾳ, ἐπεκράτησε δὲ τὸ ἐξ ἀρχῆς ὄνομα.
普托勒迈斯·费拉德尔甫斯对其进行了修复,并称之为“吕基亚的阿耳西诺埃”,但最初的名字仍然保留了下来。
§14.3.7εἶτα Μύρα ἐν εἴκοσι σταδίοις ὑπὲρ τῆς θαλάττης ἐπὶ μετεώρου λόφου.
然后是米拉,位于海面上方二十斯塔德的高丘上。
εἶθʼ ἡ ἐκβολὴ τοῦ Λιμύρου ποταμοῦ καὶ ἀνιόντι πεζῇ σταδίους εἴκοσι τὰ Λίμυρα πολίχνη.
接着是利米鲁斯河的出口,步行向上走二十斯塔德,就是小城利米拉。
μεταξὺ δʼ ἐν τῷ λεχθέντι παράπλῳ νησία πολλὰ καὶ λιμένες, ὧν καὶ Μεγίστη νῆσος καὶ πόλις ὁμώνυμος, καὶ ἡ Κισθήνη.
在此期间,在上述沿海航路中,有许多小岛和港口,其中有梅吉斯特岛及同名城市,还有奇斯泰内。
ἐν δὲ τῇ μεσογαίᾳ χωρία Φελλὸς καὶ Ἀντίφελλος καὶ ἡ Χίμαιρα, ἧς ἐμνήσθημεν ἐπάνω.
在内陆有佩洛斯、安蒂佩洛斯以及我们上面提到的奇美拉。
§14.3.8εἶθʼ Ἱερὰ ἄκρα καὶ αἱ Χελιδόνιαι τρεῖς νῆσοι τραχεῖαι, πάρισοι τὸ μέγεθος, ὅσον πέντε σταδίοις ἀλλήλων διέχουσαι· τῆς δὲ γῆς ἀφεστᾶσιν ἑξαστάδιον· μία δʼ αὐτῶν καὶ πρόσορμον ἔχει.
然后是神圣岬和三个切利多尼亚诸岛,它们崎岖不平,大小几乎相等,彼此相距约五斯塔德;它们距离陆地六斯塔德,其中一个拥有停泊地。
ἐντεῦθεν νομίζουσιν οἱ πολλοὶ τὴν ἀρχὴν λαμβάνειν τὸν Ταῦρον διά τε τὴν ἄκραν ὑψηλὴν οὖσαν καὶ καθήκουσαν ἀπὸ τῶν Πισιδικῶν ὀρῶν τῶν ὑπερκειμένων τῆς Παμφυλίας καὶ διὰ τὰς προκειμένας νήσους ἐχούσας ἐπιφανές τι σημεῖον ἐν τῇ θαλάττῃ κρασπέδου δίκην.
大多数人认为托罗斯山脉始于此,一方面是因为该岬角很高,且从旁非利亚上方的皮西迪亚群山延伸而下,另一方面是因为位于其前方的岛屿在海中具有像衣边一样的明显标志。
τὸ δʼ ἀληθὲς ἀπὸ τῆς Ῥοδίων περαίας ἐπὶ τὰ πρὸς Πισιδίαν μέρη συνεχής ἐστιν ἡ ὀρεινή, καλεῖται δὲ καὶ αὕτη Ταῦρος.
但事实是,从罗得岛对岸领地到通往皮西迪亚的部分,山脉是连续的,这也叫托罗斯。
δοκοῦσι δὲ αἱ Χελιδόνιαι κατὰ Κάνωβόν πως πίπτειν· τὸ δὲ δίαρμα λέγεται τετρακισχιλίων σταδίων.
切利多尼亚诸岛被认为大约与卡诺波斯排成一线;据称渡海距离为四千斯塔德。
ἀπὸ δὲ τῆς Ἱερᾶς ἄκρας ἐπὶ τὴν Ὀλβίαν λείπονται στάδιοι τριακόσιοι ἑξήκοντα ἑπτά· ἐν τούτοις δʼ ἐστὶν ἥ τε Κράμβουσα καὶ Ὄλυμπος πόλις μεγάλη καὶ ὄρος ὁμώνυμον, ὃ καὶ Φοινικοῦς καλεῖται· εἶτα Κώρυκος ὁ αἰγιαλός.
从神圣岬到奥尔比亚还剩三百六十七斯塔德;在这之间有克兰布萨和奥林波斯(一座大城市和同名山,也被称为波尼克斯);接着是科吕科斯海岸。
§14.3.9εἶτα Φάσηλις τρεῖς ἔχουσα λιμένας, πόλις ἀξιόλογος καὶ λίμνη.
然后是法塞利斯,这是一座拥有三个港口的著名城市,还有一个湖。
ὑπέρκειται δʼ αὐτῆς τὰ Σόλυμα ὄρος καὶ Τερμησσὸς Πισιδικὴ πόλις, ἐπικειμένη τοῖς στενοῖς διʼ ὧν ὑπέρβασίς ἐστιν εἰς τὴν Μιλυάδα.
在它上方坐落着索吕马山和特尔梅索斯(一座皮西迪亚城市),它临近通往米利亚斯的隘口。
καὶ ὁ Ἀλέξανδρος διὰ τοῦτο ἐξεῖλεν αὐτὴν ἀνοῖξαι βουλόμενος τὰ στενά.
亚历山大因此摧毁了它,因为他想打开这个隘口。
περὶ Φασήλιδα δʼ ἐστὶ τὰ κατὰ θάλατταν στενά, διʼ ὧν Ἀλέξανδρος παρήγαγε τὴν στρατιάν.
在法塞利斯周围有沿海的隘路,亚历山大曾率军通过这里。
ἔστι δʼ ὄρος Κλῖμαξ καλούμενον, ἐπίκειται δὲ τῷ Παμφυλίῳ πελάγει, στενὴν ἀπολεῖπον πάροδον ἐπὶ τῷ αἰγιαλῷ ταῖς μὲν νηνεμίαις γυμνουμένην ὥστε εἶναι βάσιμον τοῖς ὁδεύουσι, πλημμύροντος δὲ τοῦ πελάγους ὑπὸ τῶν κυμάτων καλυπτομένην ἐπὶ πολύ·
有一座山被称为克里马克斯,它临近旁非利亚海,在海岸上留下一条狭窄的通道。 在无风时,通道会裸露出来,供旅人通行;但当海水上涨时,它在很大程度上会被波浪覆盖。
ἡ μὲν οὖν διὰ τοῦ ὄρους ὑπέρβασις περίοδον ἔχει καὶ προσάντης ἐστί, τῷ δʼ αἰγιαλῷ χρῶνται κατὰ τὰς εὐδίας.
因此,翻越该山的道路需要绕行且十分陡峭,而人们在晴朗天气时使用海岸。
ὁ δὲ Ἀλέξανδρος εἰς χειμέριον ἐμπεσὼν καιρὸν καὶ τὸ πλέον ἐπιτρέπων τῇ τύχῃ πρὶν ἀνεῖναι τὸ κῦμα ὥρμησε, καὶ ὅλην τὴν ἡμέραν ἐν ὕδατι γενέσθαι τὴν πορείαν συνέβη μέχρι ὀμφαλοῦ βαπτιζομένων.
然而,亚历山大遭遇了冬季,并在很大程度上听天由命,在波浪平息前便出发了,结果整天的行军都在水中进行,士兵们被淹没到肚脐。
ἔστι μὲν οὖν καὶ αὕτη ἡ πόλις Λυκιακὴ ἐπὶ τῶν ὅρων ἱδρυμένη τῶν πρὸς Παμφυλίαν, τοῦ δὲ κοινοῦ τῶν Λυκίων οὐ μετέχει, καθʼ αὑτὴν δὲ συνέστηκεν.
现在,这座城市也是吕基亚的城市,建立在通往旁非利亚的边界上,但它不参与吕基亚人的共同联盟,而是独立存在。
§14.3.10ὁ μὲν οὖν ποιητὴς ἑτέρους τῶν Λυκίων ποιεῖ τοὺς Σολύμους· ὑπὸ γὰρ τοῦ τῶν Λυκίων βασιλέως πεμφθεὶς ὁ Βελλεροφόντης ἐπὶ δεύτερον τοῦτον ἆθλον " Σολύμοισι μαχέσσατο κυδαλίμοισιν.
不过,诗人(荷马)将索吕马人与吕基亚人区分开来;因为被吕基亚国王派遣去执行这第二个任务的贝勒罗丰, "与显赫的索吕马人战斗。
" οἱ δὲ τοὺς Λυκίους πρότερον καλεῖσθαι Σολύμους φάσκοντες, ὕστερον δὲ Τερμίλας ἀπὸ τῶν ἐκ Κρήτης συγκατελθόντων τῷ Σαρπηδόνι, μετὰ δὲ ταῦτα Λυκίους ἀπὸ Λύκου τοῦ Πανδίονος, ὃν ἐκπεσόντα τῆς οἰκείας ἐδέξατο Σαρπηδὼν ἐπὶ μέρει τῆς ἀρχῆς, οὐχ ὁμολογούμενα λέγουσιν Ὁμήρῳ· βελτίους δʼ οἱ φάσκοντες λέγεσθαι Σολύμους ὑπὸ τοῦ ποιητοῦ τοὺς νῦν Μιλύας προσαγορευομένους, περὶ ὧν εἰρήκαμεν.
"但那些声称吕基亚人以前被称为索吕马人,后来因与萨尔珀冬一起从克里特岛下来的人而被称为特尔米莱人,再后来因潘迪翁之子吕科斯而被称为吕基亚人(吕科斯被驱逐出国土,萨尔珀冬接纳他并分予其部分统治权)的人,其所说与荷马不一致;而那些认为被诗人称为索吕马人的是我们已经提到过的、现在被称为米利亚斯人的人,其见解更为可取。

词汇与语法注释

  1. §14.3.5τυχὸν ἴσως ὁμώνυμος τῷ Τρωικῷ — `τυχόν` 是动词 `τυγχάνω` 的第二不定过去时分词中性单数宾格,在此处作为非人称(宾格绝对句)副词性使用,意为“也许、可能”。它与同义副词 `ἴσως` 重叠使用,起到缓和语气的效果。
  2. §14.3.6ἀναπλεύσαντι δʼ ὑπηρετικοῖς δέκα σταδίους — `ἀναπλεύσαντι` 是不定过去时与格分词,用于地理描述中表示“对于向上航行的人而言”这一基准(关与与格)。`ὑπηρετικοῖς` 是工具与格(通过轻型船只),`δέκα σταδίους` 是表示空间距离的宾格。
  3. §14.3.8κρασπέδου δίκην — 名词 `δίκη`(习惯、审判)的单数宾格形式 `δίκην` 与属格 `κρασπέδου`(衣襟、边缘)连用,起副词性或介词性作用,表示比喻,“如同……一般”。
  4. §14.3.9πρὶν ἀνεῖναι τὸ κῦμα — 连词 `πρὶν` 接不定式 `ἀνεῖναι`(动词 `ἀνίημι`“松弛、消退”的第二不定过去时主动不定式),意为“在……之前”。`τὸ κῦμα`(波浪)是不定式的逻辑主语。
  5. §14.3.10οὐχ ὁμολογούμενα λέγουσιν Ὁμήρῳ — `ὁμολογούμενα` 是动词 `ὁμολογέω`(同意、一致)的现在时被动分词中性复数宾格,作为 `λέγουσιν` 的直接宾语。与格 `Ὁμήρῳ` 表示与之相一致的对象,整句意为“他们所说的话与荷马不相符合”。

引用这一段

斯特拉波, 地理学 §14.3.5-14.3.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.3.5-14.3.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。