§14.4.1μετὰ Φασήλιδα δʼ ἔστιν ἡ Ὁλβία, τῆς Παμφυλίας ἀρχή, μέγα ἔρυμα, καὶ μετὰ ταύτην ὁ Καταράκτης λεγόμενος ἀφʼ ὑψηλῆς πέτρας καταράττων ποταμὸς πολὺς καὶ χειμαρρώδης ὥστε πόρρωθεν ἀκούεσθαι τὸν ψόφον.
プァセリスの次にはオルビアがあり、ここはパムピュリアの始まりで、大きな砦である。 そしてこの次には、高い岩から流れ落ちるため「カタラクテス」と呼ばれる、水量豊かで急流をなす川があり、その轟音は遠くからでも聞こえるほどである。
εἶτα πόλις Ἀττάλεια, ἐπώνυμος τοῦ κτίσαντος Φιλαδέλφου καὶ οἰκίσαντος εἰς Κώρυκον, πολίχνιον ὅμορον, ἄλλην κατοικίαν καὶ μείζω περίβολον περιθέντος.
次いで、創設者である(アッタロス・)ピラデルポスにちなんで名付けられた都市アッタレイアがある。 彼は、隣接する小都市コーリュコスへと人々を移住させ、別の居住地を造り、より大きな外壁を巡らせた。
φασὶ δʼ ἐν τῷ μεταξὺ Φασήλιδος καὶ Ἀτταλείας δείκνυσθαι Θήβην τε καὶ Λυρνησσόν, ἐκπεσόντων ἐκ τοῦ Θήβης πεδίου τῶν Τρωικῶν Κιλίκων εἰς τὴν Παμφυλίαν ἐκ μέρους, ὡς εἴρηκε Καλλισθένης.
また、プァセリスとアッタレイアの間にはテーベとリュルネッソスが示されていると言われているが、これはカッリステネスが言うように、トロイアのキリキア人たちがテーベの平野から逐われて、その一部がパムピュリアへと移り住んだためである。
§14.4.2εἶθʼ ὁ Κέστρος ποταμός, ὃν ἀναπλεύσαντι σταδίους ἑξήκοντα Πέργη πόλις καὶ πλησίον ἐπὶ μετεώρου τόπου τὸ τῆς Περγαίας Ἀρτέμιδος ἱερόν, ἐν ᾧ πανήγυρις κατʼ ἔτος συντελεῖται.
次いでケストロス川があり、これを六十スタディオン遡るとペルゲの都市があり、その近くの高台にはペルゲのアルテミスの神殿があって、そこでは毎年祭礼が行われている。
εἶθʼ ὑπὲρ τῆς θαλάττης ὅσον τετταράκοντα Σύλλιον πόλις ἐστὶν ὑψηλὴ τοῖς ἐκ Πέργης ἔποπτος·
次いで、海からおよそ四十スタディオン上方に、ペルゲの人々から見渡せる高台の都市スュッリオンがある。
εἶτα λίμνη εὐμεγέθης Καπρία καὶ μετὰ ταῦτα ὁ Εὐρυμέδων ποταμός, ὃν ἀναπλεύσαντι ἑξήκοντα σταδίους Ἄσπενδος πόλις εὐανδροῦσα ἱκανῶς, Ἀργείων κτίσμα·
次いで非常に大きなカプリア湖があり、その次にエウリュメドン川がある。 これを六十スタディオン遡ると、アルゴス人の創建による、十分に人口の多い都市アスペンドスがある。
ὑπέρκειται δὲ ταύτης Πετνηλισσός·
この都市の上方にはペトネリッソスがある。
εἶτʼ ἄλλος ποταμὸς καὶ νησία προκείμενα πολλά·
次いで別の川と、その前方にある多くの小島がある。
εἶτα Σίδη Κυμαίων ἄποικος· ἔχει δʼ Ἀθηνᾶς ἱερόν.
次いでキュメ人の植民都市シデがあり、アテナの神殿を持っている。
πλησίον δʼ ἐστὶ καὶ ἡ Κιβυρατῶν παραλία τῶν μικρῶν· εἶθʼ ὁ Μέλας ποταμὸς καὶ ὕφορμος·
その近くには「小キビュラ」の人々の海岸があり、次いでメラス川と錨地がある。
εἶτα Πτολεμαῒς πόλις·
次いでプトレマイス市がある。
καὶ μετὰ ταῦθʼ οἱ ὅροι τῆς Παμφυλίας καὶ τὸ Κορακήσιον, ἀρχὴ τῆς τραχείας Κιλικίας.
そしてこれらの後にパムピュリアの境界と、「険しきキリキア」の始まりであるコラケシオンがある。
ὁ δὲ παράπλους ἅπας ὁ Παμφύλιος στάδιοί εἰσιν ἑξακόσιοι τεσσαράκοντα.
パムピュリアの沿岸航路はすべて合わせて六百四十スタディオンである。
§14.4.3φησὶ δʼ Ἡρόδοτος τοὺς Παμφύλους τῶν μετὰ Ἀμφιλόχου καὶ Κάλχαντος εἶναι λαῶν μιγάδων τινῶν ἐκ Τροίας συνακολουθησάντων·
ヘロドトスによれば、パムピュリア人は、トロイアからアムピロコスやカルカスに同行したある種の混成の民に属する者たちであるという。
τοὺς μὲν δὴ πολλοὺς ἐνθάδε καταμεῖναι, τινὰς δὲ σκεδασθῆναι πολλαχοῦ τῆς γῆς.
そして、その大部分はここに留まり、一部は地上の多くの場所に散らばったという。
Καλλῖνος δὲ τὸν μὲν Κάλχαντα ἐν Κλάρῳ τελευτῆσαι τὸν βίον φησί, τοὺς δὲ λαοὺς μετὰ Μόψου τὸν Ταῦρον ὑπερθέντας τοὺς μὲν ἐν Παμφυλίᾳ μεῖναι τοὺς δʼ ἐν Κιλικίᾳ μερισθῆναι καὶ Συρίᾳ μέχρι καὶ Φοινίκης.
一方カッリノスによれば、カルカスはクラロスで生涯を終えたが、民はモプソスとともにタウロス山脈を越え、ある者はパムピュリアに留まり、他の者はキリキアやシリア、さらにはポイニケにまで分かれて散らばったという。