§14.3.1μετὰ δὲ τὴν Ῥοδίων περαίαν ἧς ὅριον τὰ Δαίδαλα ἐφεξῆς πλέουσι πρὸς ἀνίσχοντα ἥλιον ἡ Λυκία κεῖται μέχρι Παμφυλίας, εἶθʼ ἡ Παμφυλία μέχρι Κιλίκων τῶν τραχέων, εἶθʼ ἡ τούτων μέχρι τῶν ἄλλων Κιλίκων τῶν περὶ τὸν Ἰσσικὸν κόλπον·
ロドス人の対岸領土(その境界はダイダラである)の次に、東に向かって順に航海する者にとって、リュキアがパムピュリアまで位置しており、次いでパムピュリアが険しきキリキアの地まで、次いでこれらキリキア人の地がイッソス湾周辺の他のキリキアまで位置している。
ταῦτα δʼ ἐστὶ μέρη μὲν τῆς χερρονήσου, ἧς τὸν ἰσθμὸν ἔφαμεν τὴν ἀπὸ Ἰσσοῦ ὁδὸν μέχρι Ἀμισοῦ ἢ Σινώπης, ὥς τινες, ἐκτὸς δὲ τοῦ Ταύρου ἐν στενῇ παραλίᾳ τῇ ἀπὸ Λυκίας μέχρι τῶν περὶ Σόλους τόπων, τὴν νῦν Πομπηιόπολιν·
これらは、その地峡がイッソスからアミソス(あるいは一部の人が言うようにシノペ)までの道であると我々が述べた半島の諸部分であるが、タウロス山脈の外側にある狭い沿岸地方に位置しており、それはリュキアからソロイ(現在のポンペイオポリス)近辺の地域に至る。
ἔπειτα ἤδη εἰς πεδία ἀναπέπταται ἡ κατὰ τὸν Ἰσσικὸν κόλπον παραλία ἀπὸ Σόλων καὶ Ταρσοῦ ἀρξαμένη.
そこから先は、ソロイおよびタルソスに始まって、イッソス湾沿いの沿岸地方がすでに平野へと広く開けている。
ταύτην οὖν ἐπελθοῦσιν ὁ πᾶς περὶ τῆς χερρονήσου λόγος ἔσται περιωδευμένος·
したがって、ここを巡った者にとって、半島に関するすべての記述は巡り終えたことになるであろう。
εἶτα μεταβησόμεθα ἐπὶ τὰ ἄλλα μέρη τῆς Ἀσίας τὰ ἐκτὸς τοῦ Ταύρου.
その後、我々はタウロス山脈の外側にあるアジアの他の部分へと移行する。
τελευταῖα δʼ ἐκθήσομεν τὰ περὶ τὴν Λιβύην.
そして最後に、リビュアに関する事柄を叙述する。
§14.3.2μετὰ τοίνυν Δαίδαλα τὰ τῶν Ῥοδίων ὄρος ἐστὶ τῆς Λυκίας ὁμώνυμον αὐτοῖς Δαίδαλα, ἀφʼ οὗ λαμβάνει τὴν ἀρχὴν ὁ παράπλους ἅπας ὁ Λυκιακός, σταδίων μὲν ὢν χιλίων ἑπτακοσίων εἴκοσι, τραχὺς δὲ καὶ χαλεπός, ἀλλʼ εὐλίμενος σφόδρα καὶ ὑπὸ ἀνθρώπων συνοικούμενος σωφρόνων·
さて、ロドス人の領有するダイダラの次には、それと同名であるリュキアの山ダイダラがあり、そこからリュキア全体の沿岸航路が始まっている。 この航路は千七百二十スタディオンであり、険しく困難であるが、きわめて港に恵まれ、思慮分別のある人々によって居住されている。
ἐπεὶ ἥ γε τῆς χώρας φύσις παραπλησία καὶ τοῖς Παμφύλοις ἐστὶ καὶ τοῖς Τραχειώταις Κίλιξιν·
というのも、土地の性質それ自体はパムピュリア人や険しきキリキア人たちの土地と酷似しているからである。
ἀλλʼ ἐκεῖνοι μὲν ὁρμητηρίοις ἐχρήσαντο τοῖς τόποις πρὸς τὰ λῃστήρια, αὐτοὶ πειρατεύοντες ἢ τοῖς πειραταῖς λαφυροπώλια καὶ ναύσταθμα παρέχοντες·
しかし、彼らはそれらの場所を略奪行為の拠点として利用し、自ら海賊行為を行うか、あるいは海賊たちに戦利品の売却所や停泊地を提供した。
ἐν Σίδῃ γοῦν πόλει τῆς Παμφυλίας τὰ ναυπήγια συνίστατο τοῖς Κίλιξιν, ὑπὸ κήρυκά τε ἐπώλουν ἐκεῖ τοὺς ἁλόντας ἐλευθέρους ὁμολογοῦντες·
たとえばパムピュリアの都市シデでは、キリキア人のために造船所が設けられており、彼らはそこで、捕らえられた人々が自由人であることを認めながらも、競売人を介して彼らを売り払っていたのである。
Λύκιοι δʼ οὕτω πολιτικῶς καὶ σωφρόνως ζῶντες διετέλεσαν ὥστʼ ἐκείνων διὰ τὰς εὐτυχίας θαλαττοκρατησάντων μέχρι τῆς Ἰταλίας ὅμως ὑπʼ οὐδενὸς ἐξήρθησαν αἰσχροῦ κέρδους, ἀλλʼ ἔμειναν ἐν τῇ πατρίῳ διοικήσει τοῦ Λυκιακοῦ συστήματος.
これに対してリュキア人は、きわめて秩序正しくかつ節度をもって生き続けたため、彼らがその好運によってイタリアにまで制海権を及ぼした時でさえ、不名誉な利益に唆されて動かされることは一切なく、祖国伝来のリュキア連邦という統治制度にとどまり続けた。
§14.3.3εἰσὶ δὲ τρεῖς καὶ εἴκοσι πόλεις αἱ τῆς ψήφου μετέχουσαι·
リュキアには投票権を有する都市が二十三ある。
συνέρχονται δὲ ἐξ ἑκάστης πόλεως εἰς κοινὸν συνέδριον, ἣν ἂν δοκιμάσωσι πόλιν ἑλόμενοι·
彼らは各都市から、選定して承認した都市へと、共同の評議会のために集まる。
τῶν δὲ πόλεων αἱ μέγισται μὲν τριῶν ψήφων ἐστὶν ἑκάστη κυρία, αἱ δὲ μέσαι δυεῖν, αἱ δʼ ἄλλαι μιᾶς·
これらの都市のうち、最大の都市はそれぞれ三票を有し、中規模の都市は二票、その他の都市は一票を有する。
ἀνὰ λόγον δὲ καὶ τὰς εἰσφορὰς εἰσφέρουσι καὶ τὰς ἄλλας λειτουργίας.
そして、同じ割合に応じて税を納め、その他の公共奉仕を果たす。
ἓξ δὲ τὰς μεγίστας ἔφη ὁ Ἀρτεμίδωρος, Ξάνθον Πάταρα Πίναρα Ὄλυμπον Μύρα Τλῶν κατὰ τὴν θεσιν τὴν εἰς Κιβύραν κειμένην.
アルテミドロスは、最大の六つの都市として、クサントス、パタラ、ピナラ、オリンポス、ミュラ、そしてキビュラへの通路に位置するトロースを挙げている。
ἐν δὲ τῷ συνεδρίῳ πρῶτον μὲν Λυκιάρχης αἱρεῖται, εἶτʼ ἄλλαι ἀρχαὶ αἱ τοῦ συστήματος·
評議会においては、まずリュキア長官が選出され、次いで連邦の他の諸官職が選出される。
δικαστήριά τε ἀποδείκνυται κοινῇ·
また、共同で裁判所が指定される。
καὶ περὶ πολέμου δὲ καὶ εἰρήνης καὶ συμμαχίας ἐβουλεύοντο πρότερον, νῦν δʼ οὐκ εἰκός, ἀλλʼ ἐπὶ τοῖς Ῥωμαίοις ταῦτʼ ἀνάγκη κεῖσθαι, πλὴν εἰ ἐκείνων ἐπιτρεψάντων, ἢ ὑπὲρ αὐτῶν εἴη χρήσιμον·
かつては戦争、平和、同盟についても彼らは審議していたが、現在はそうではなく、これらはローマ人の権限に委ねられているのが必然である。 ただし、ローマ人が許可した場合、あるいは彼らにとって有益である場合は例外である。
ὁμοίως δὲ καὶ δικασταὶ καὶ ἄρχοντες ἀνὰ λόγον ταῖς ψήφοις ἐξ ἑκάστης προχειρίζονται πόλεως.
同様に、裁判官や官吏も、各都市からその票数に応じた比率で選出される。
οὕτω δʼ εὐνομουμένοις αὐτοῖς συνέβη παρὰ Ῥωμαίοις ἐλευθέροις διατελέσαι τὰ πάτρια νέμουσι, τοὺς δὲ λῃστὰς ἐπιδεῖν ἄρδην ἠφανισμένους, πρότερον μὲν ὑπὸ Σερουιλίου τοῦ Ἰσαυρικοῦ, καθʼ ὃν χρόνον καὶ τὰ Ἴσαυρα ἐκεῖνος καθεῖλεν, ὕστερον δὲ Πομπηίου τοῦ Μάγνου, πλείω τῶν χιλίων καὶ τριακοσίων σκαφῶν ἐμπρήσαντος τὰς δὲ κατοικίας ἐκκόψαντος, τῶν δὲ περιγενομένων ἀνθρώπων ἐν ταῖς μάχαις τοὺς μὲν καταγαγόντος εἰς Σόλους, ἣν ἐκεῖνος Πομπηιόπολιν ὠνόμασε, τοὺς δʼ εἰς Δύμην λιπανδρήσασαν, ἣν νυνὶ Ῥωμαίων ἀποικία νέμεται.
このように優れた法秩序を有していたため、彼らはローマ人のもとで自由であり続け、祖国伝来の制度を享受することができた。 また、海賊たちが根こそぎ一掃されるのを目の当たりにすることもできた。 最初は、イサウラを彼が破壊した時期に、イサウリクスたるセルウィリウスによって、後には、千三百隻以上の船を焼き払い、彼らの居留地を破壊した大ポンペイウスによってである。 そしてポンペイウスは、戦闘で生き残った人々のうち、一部の者をソロイ(彼はこれをポンペイオポリスと名付けた)に、他の人々を人口の減少していたデュメ(現在はローマの植民都市として領有されている)に移住させた。
οἱ ποιηταὶ δὲ μάλιστα οἱ τραγικοὶ συγχέοντες τὰ ἔθνη, καθάπερ τοὺς Τρῶας καὶ τοὺς Μυσοὺς καὶ τοὺς Λυδοὺς Φρύγας προσαγορεύουσιν, οὕτω καὶ τοὺς Λυκίους Κᾶρας.
詩人たち、特に悲劇詩人たちは、諸民族を混同し、トロイア人やミュシア人、リュディア人を「フリュギア人」と呼ぶのと同様に、リュキア人を「カリア人」と呼んでいる。
§14.3.4μετὰ δʼ οὖν τὰ Δαίδαλα τὸ τῶν Λυκίων ὄρος πλησίον ἐστὶ Τελεμησσὸς πολίχνη Λυκίων, καὶ Τελεμησσὶς ἄκρα λιμένα ἔχουσα.
さて、ダイダラの次には、リュキア人の山があり、その近くにリュキア人の小都市テルメッソスと、港を持つテルメッシス岬がある。
ἔλαβε δὲ τὸ χωρίον τοῦτο παρὰ Ῥωμαίων Εὐμένης ἐν τῷ Ἀντιοχικῷ πολέμῳ, καταλυθείσης δὲ τῆς βασιλείας ἀπέλαβον πάλιν οἱ Λύκιοι.
この地は、アンティオコスとの戦争においてエウメネスがローマ人から譲り受けたが、その王国が崩壊すると、リュキア人が再びこれを取り戻した。