§14.2.1τὰ δὲ πέραν ἤδη τοῦ Μαιάνδρου τὰ λειπόμενα τῆς περιοδείας πάντʼ ἐστὶ Καρικά, οὐκέτι τοῖς Λυδοῖς ἐπιμεμιγμένων ἐνταῦθα τῶν Καρῶν ἀλλʼ ἤδη καθʼ αὑτοὺς ὄντων, πλὴν εἴ τι Μιλήσιοι καὶ Μυούσιοι τῆς παραλίας ἀποτέτμηνται.
マイアンドロス川の向こう側で、この周航の叙述においてまだ残されている地域は、今やそのすべてがカリア地方に属している。 ここではカリア人がもはやリュディア人と混ざり合っておらず、今や自分たちだけで住んでいるからである(ミレトス人やミュウス人が海岸部から切り取った一部の土地がある場合は別として)。
ἀρχὴ μὲν οὖν τῆς Καρίας ἐστὶν ἡ τῶν Ῥοδίων περαία πρὸς θαλάττης, τέλος δὲ τὸ Ποσείδιον τῶν Μιλησίων, ἐν δὲ τῇ μεσογαίᾳ τὰ ἄκρα τοῦ Ταύρου μέχρι Μαιάνδρου.
さて、カリアの始まりは海側ではロドス人のペライアであり、終わりはミレトス人のポセイディオンである。 内陸部では、マイアンドロス川に至るまでのタウロス山の峰々がそれである。
λέγουσι γὰρ ἀρχὴν εἶναι τοῦ Ταύρου τὰ ὑπερκείμενα ὄρη τῶν Χελιδονίων καλουμένων νήσων, αἵπερ ἐν μεθορίῳ τῆς Παμφυλίας καὶ τῆς Λυκίας πρόκεινται·
人々は、パンフュリアとリュキアの境界に前方へ位置する、いわゆるケリドニアイ諸島の上方にそびえる山々がタウロス山の起点であると言っている。
ἐντεῦθεν γὰρ ἐξαίρεται πρὸς ὕψος ὁ Ταῦρος·
そこからタウロス山がその高さを増していくからである。
τὸ δʼ ἀληθὲς καὶ τὴν Λυκίαν ἅπασαν ὀρεινὴ ῥάχις τοῦ Ταύρου διείργει πρὸς τὰ ἐκτὸς καὶ τὸ νότιον μέρος ἀπὸ τῶν Κιβυρατικῶν μέχρι τῆς περαίας τῶν Ῥοδίων.
しかし実際には、リュキア全域をタウロス山の険しい尾根が、キビュラ地方からロドス人のペライアに至るまで、外部および南側の地域から隔てている。
κἀνταῦθα δʼ ἐστὶ συνεχὴς ὀρεινή, πολὺ μέντοι ταπεινοτέρα καὶ οὐκέτι τοῦ Ταύρου νομίζεται, οὐδὲ τὰ μὲν ἐκτὸς αὐτοῦ τὰ δʼ ἐντός, διὰ τὸ σποράδας εἶναι τὰς ἐξοχὰς καὶ τὰς εἰσοχὰς ἐπίσης εἴς τε πλάτος καὶ μῆκος τῆς χώρας ἁπάσης καὶ μηδὲν ἔχειν ὅμοιον διατειχίσματι.
そこから先も山がちな地形は続いているが、はるかに低く、もはやタウロス山とは見なされず、またその外側とも内側とも区別されない。 その理由は、この地方全体の幅および長さの双方にわたって、突出部と湾入部が同様に点在しており、防壁に似たものが何もないからである。
ἔστι δʼ ἅπας μὲν ὁ περίπλους κατακολπίζοντι σταδίων τετρακισχιλίων ἐνακοσίων, αὐτὸς δὲ ὁ τῆς περαίας τῶν Ῥοδίων ἐγγὺς χιλίων καὶ πεντακοσίων.
湾に沿って航行する場合、全体の周航は四千九百スタディオンであり、ロドス人のペライア自体の周航は千五百スタディオンに近い。
§14.2.2ἀρχὴ δὲ τὰ Δαίδαλα τῆς Ῥοδίας χωρίον, πέρας δὲ τὸ καλούμενον ὄρος Φοίνιξ, καὶ τοῦτο τῆς Ῥοδίας.
その始まりはロドス領のダイダラという場所であり、終わりはポイニクスと呼ばれる山で、これもロドス領である。
πρόκειται δʼ Ἐλαιοῦσσα νῆσος διέχουσα τῆς Ῥόδου σταδίους ἑκατὸν εἴκοσι.
前方には、ロドス島から百二十スタディオン離れて、エレアウッサ島が位置している。
μεταξὺ δὲ πρῶτον μὲν ἀπὸ Δαιδάλων πλέουσιν ἐπὶ τὴν δύσιν ἐπʼ εὐθείας τῇ ἐκ Κιλικίας καὶ Παμφυλίας καὶ Λυκίας παραλίᾳ κόλπος ἐστὶν εὐλίμενος Γλαῦκος καλούμενος, εἶτα τὸ Ἀρτεμίσιον ἄκρα καὶ ἱερόν, εἶτα τὸ Λητῷον ἄλσος·
その中間において、まずダイダラから西へと、キリキア、パンフュリア、リュキアの海岸線に沿って直進して航行すると、グラウコスと呼ばれる、良港を持つ湾があり、次にアルテミシオンという岬と神殿があり、次にレトオンの聖林がある。
ὑπὲρ αὐτοῦ δὲ καὶ τῆς θαλάττης ἐν ἑξήκοντα σταδίοις Κάλυνδα πόλις·
その上方で、海から六十スタディオンのところにカリュンダという都市がある。
εἶτα Καῦνος καὶ ποταμὸς πλησίον Κάλβις βαθὺς ἔχων εἰσαγωγήν, καὶ μεταξὺ Πίσιλις.
次にカウノス、そして近くを流れるカルビス川があり、この川は深くて船が進入できるようになっている。 そしてその中間にピシリスがある。
§14.2.3ἔχει δʼ ἡ πόλις νεώρια καὶ λιμένα κλειστόν·
この都市は船渠と閉鎖された港を持っている。
ὑπέρκειται δὲ τῆς πόλεως ἐν ὕψει φρούριον Ἴμβρος.
都市の上方、高処にはインブロスという砦がある。
τῆς δὲ χώρας εὐδαίμονος οὔσης ἡ πόλις τοῦ θέρους ὁμολογεῖται παρὰ πάντων εἶναι δυσάερος καὶ τοῦ μετοπώρου διὰ τὰ καύματα καὶ τὴν ἀφθονίαν τῶν ὡραίων·
この土地は豊かであるが、夏と秋には、暑さと季節の果実が豊富にあることのために、空気が不健康であるとすべての人から認められている。
καὶ δὴ καὶ τὰ τοιαῦτα διηγημάτια θρυλεῖται, ὅτι Στρατόνικος ὁ κιθαριστὴς ἰδὼν ἐπιμελῶς χλωροὺς τοὺς Καυνίους, τοῦτʼ εἶναι ἔφη τὸ τοῦ ποιητοῦ
"
οἵη περ φύλλων γενεή, τοιήδε καὶ ἀνδρῶν.
そして、以下のような逸話も世間に広まっている。 すなわち、キタラ弾きのストラトニコスが、カウノスの人々がひどく青白い顔をしているのを見て、これが詩人の言う「木の葉の世代の如く、人間の世代もまた然り」ということなのだ、と言ったという。
"
μεμφομένων δὲ ὡς σκώπτοιτο αὐτῷ ἡ πόλις ὡς νοσερά
ἐγώ
ἔφη
ταύτην θαρρήσαιμʼ ἂν λέγειν νοσεράν, ὅπου καὶ οἱ νεκροὶ περιπατοῦσιν;
彼らが、都市が病気がちであるとあざけられたとして不満を漏らすと、彼はこう言った。 「死人でさえ歩き回っているような場所で、どうして私がこの都市を不健康だと言わずにいられようか」。
ἀπέστησαν δέ ποτε Καύνιοι τῶν Ῥοδίων· κριθέντες δʼ ἐπὶ τῶν Ῥωμαίων ἀπελήφθησαν πάλιν·
カウノス人はかつてロドス人に反抗したが、ローマ人のもとで裁判にかけられ、再びロドス領に戻された。
καὶ ἔστι λόγος Μόλωνος κατὰ Καυνίων.
そして、モロンによるカウノス人に対する演説が存在する。
φασὶ δʼ αὐτοὺς ὁμογλώττους μὲν εἶναι τοῖς Καρσίν, ἀφῖχθαι δʼ ἐκ Κρήτης καὶ χρῆσθαι νόμοις ἰδίοις.
人々は、彼らがカリア人と同言語であるが、クレタ島から渡来し、独自の法律を用いていると言っている。
§14.2.4ἑξῆς δὲ Φύσκος πολίχνη λιμένα ἔχουσα καὶ ἄλσος Λητῷον·
次にピュスコスという小都市があり、港とレトオンの聖林を持っている。
εἶτα Λώρυμα παραλία τραχεῖα, καὶ ὄρος ὑψηλότατον τῶν ταύτῃ (ἐπʼ ἄκρῳ δὲ φρούριον ὁμώνυμον τῷ ὄρει) Φοῖνιξ·
次にロリュマという険しい海岸、そしてそのあたりで最も高い山であるポイニクス山があり(その頂上には山と同名の砦がある)。
πρόκειται δʼ ἡ Ἐλαιοῦσσα νῆσος ἐν τέτταρσι σταδίοις κύκλον ἔχουσα ὅσον ὀκτωστάδιον.
その前方には、四スタディオン離れてエレアウッサ島があり、その全周は約八スタディオンである。