§14.1.43Νῦσα δʼ ἵδρυται πρὸς τῇ Μεσωγίδι τὸ πλέον τῷ ὄρει προσανακεκλιμένη, ἔστι δʼ ὥσπερ δίπολις·
ニュサは、その大部分がメソギス山に傾斜して接するように建てられており、いわば二重の都市のようである。
διαιρεῖ γὰρ αὐτὴν χαράδρα τις ποιοῦσα φάραγγα, ἧς τὸ μὲν γέφυραν ἐπικειμένην ἔχει συνάπτουσαν τὰς δύο πόλεις, τὸ δʼ ἀμφιθεάτρῳ κεκόσμηται κρυπτὴν ἔχοντι τὴν ὑπόρρυσιν τῶν χαραδρωδῶν ὑδάτων·
というのも、渓谷を形成しているある急流がこの都市を二分しており、その急流のある部分には二つの都市を繋ぐ橋が架けられており、他の部分は、急流水の地下への流れを隠す構造を持つ円形劇場によって飾られているからである。
τῷ δὲ θεάτρῳ δύο ἄκραι, ὧν τῇ μὲν ὑπόκειται τὸ γυμνάσιον τῶν νέων, τῇ δʼ ἀγορὰ καὶ τὸ γεροντικόν·
劇場には二つの丘があり、その一方のふもとには青年の体育場が、他方のふもとには広場と長老会館がある。
πρὸς δὲ νότον ὑποπέπτωκε τῇ πόλει τὸ πεδίον, καθάπερ καὶ ταῖς Τράλλεσιν.
そして南側には、トラレスの場合と同様に、都市のふもとに平野が広がっている。
§14.1.44ἐν δὲ τῇ ὁδῷ τῇ μεταξὺ τῶν Τράλλεων καὶ τῆς Νύσης κώμη τῶν Νυσαέων ἐστὶν οὐκ ἄπωθεν τῆς πόλεως Ἀχάρακα, ἐν ᾗ τὸ Πλουτώνιον ἔχον καὶ ἄλσος πολυτελὲς καὶ νεὼν Πλούτωνός τε καὶ Κόρης, καὶ τὸ Χαρώνιον ἄντρον ὑπερκείμενον τοῦ ἄλσους θαυμαστὸν τῇ φύσει·
トラレスとニュサの間の道路上、都市から遠くないところにニュサ人の村であるアカラカがあり、そこには豪華な聖林とプルトンおよびコレーの神殿を擁するプルトニオン(冥王の聖域)があり、また聖林の上には、その自然の性質において驚異的なカローニオンの洞窟がある。
λέγουσι γὰρ δὴ τοὺς νοσώδεις καὶ προσέχοντας ταῖς τῶν θεῶν τούτων θεραπείαις φοιτᾶν ἐκεῖσε καὶ διαιτᾶσθαι ἐν τῇ κώμῃ πλησίον τοῦ ἄντρου παρὰ τοῖς ἐμπείροις τῶν ἱερέων, οἳ ἐγκοιμῶνταί τε ὑπὲρ αὐτῶν καὶ διατάττουσιν ἐκ τῶν ὀνείρων τὰς θεραπείας.
なぜなら、病気の人々やこれらの神々の治療に身を委ねる人々はそこを訪れ、その洞窟の近くの村において、経験豊かな神官たちのそばで生活を送ると言われているからである。 神官たちは彼らのために神殿に籠り、夢に基づいて治療法を指示するのである。
οὗτοι δʼ εἰσὶ καὶ οἱ ἐπικαλοῦντες τὴν τῶν θεῶν ἰατρείαν·
そして、これらの神官たちが、神々の治療を祈り求める人々でもある。
ἄγουσι δὲ πολλάκις εἰς τὸ ἄντρον καὶ ἱδρύουσι μένοντας καθʼ ἡσυχίαν ἐκεῖ καθάπερ ἐν φωλεῷ σιτίων χωρὶς ἐπὶ πλείους ἡμέρας.
彼らはしばしば病人たちを洞窟に連れて行き、食物なしで何日もの間、獣の巣の中のように、そこで静かにとどまらせて安置する。
ἔστι δʼ ὅτε καὶ ἰδίοις ἐνυπνίοις οἱ νοσηλευόμενοι προσέχουσι, μυσταγωγοῖς δʼ ὅμως καὶ συμβούλοις ἐκείνοις χρῶνται ὡς ἂν ἱερεῦσι·
時には、治療を受けている人々自身が自分の夢に注意を向けることもあるが、それでも彼らは、あの神官たちを神官として、秘儀の導き手および助言者として用いる。
τοῖς δʼ ἄλλοις ἄδυτός ἐστιν ὁ τόπος καὶ ὀλέθριος.
他の人々にとって、その場所は立ち入り禁止であり、死を招くものである。
πανήγυρις δʼ ἐν τοῖς Ἀχαράκοις συντελεῖται κατʼ ἔτος, καὶ τότε μάλιστα ὁρᾶν ἔστι καὶ ἀκούειν περὶ τῶν νοσούντων τοὺς πανηγυρίζοντας·
アカラカでは毎年、大祭が執り行われ、その時こそ、祭りに集う人々が病人のことについて見聞きすることが最も多くなる。
τότε δὲ καὶ περὶ τὴν μεσημβρίαν ὑπολαβόντες ταῦρον οἱ ἐκ τοῦ γυμνασίου νέοι καὶ ἔφηβοι γυμνοὶ λίπʼ ἀληλιμμένοι μετὰ σπουδῆς ἀνακομίζουσιν εἰς τὸ ἄντρον·
またその際、正午のころに、体育場の若者たちや青年たちが、裸になり油を体にたっぷりと塗って、雄牛を抱えて急いで洞窟へと運び上げる。
ἀφεθεὶς δὲ μικρὸν προελθὼν πίπτει καὶ ἔκπνους γίνεται.
雄牛は放されると、少し進んでから倒れ、息を引き取る。
§14.1.45ἀπὸ δὲ τριάκοντα σταδίων τῆς Νύσης ὑπερβᾶσι Τμῶλον καὶ τὸ ὄρος τὴν Μεσωγίδα ἐπὶ τὰ πρὸς νότον μέρη καλεῖται τόπος Λειμών, εἰς ὃν ἐξοδεύουσι πανηγυριοῦντες Νυσαεῖς τε καὶ οἱ κύκλῳ πάντες·
ニュサから三十スタディオン離れたところ、トゥモロス山とメソギス山を越えて南の方角に進む人々にとって、「草原」と呼ばれる場所があり、そこへはニュサ人や周囲のすべての人々が祝祭を執り行うために出かけていく。
οὐ πόρρω δὲ τούτου στόμιόν ἐστιν ἱερὸν τῶν αὐτῶν θεῶν, ὅ φασι καθήκειν μέχρι τῶν Ἀχαράκων.
この草原から遠くないところに、同じ神々の神聖な洞穴があり、それはアカラカまで達していると言われている。
τοῦτον δὲ τὸν λειμῶνα ὀνομάζειν τὸν ποιητήν φασιν ὅταν φῇ
Ἀσίω ἐν λειμῶνι,
δεικνύντες Καϋστρίου καὶ Ἀσίου τινὸς ἡρῷον καὶ τὸν Κάυστρον πλησίον ἀπορρέοντα.
そして人々は、詩人が次のように言うときに、この草原を指しているのだと言う。 「アシオスの草原にて」と。 彼らはカウストリオスと、あるアシオスという名の英雄の廟を指し示し、カウストロス川がその近くを流れていることを示すのである。
§14.1.46ἱστοροῦσι δὲ τρεῖς ἀδελφούς, Ἄθυμβρόν τε καὶ Ἀθύμβραδον καὶ Ὕδρηλον, ἐλθόντας ἐκ Λακεδαίμονος τὰς ἐπωνύμους ἑαυτῶν κτίσαι πόλεις, λιπανδρῆσαι δʼ ὕστερον, ἐξ ἐκείνων δὲ συνοικισθῆναι τὴν Νῦσαν·
人々は、アテュンブロス、アテュンブラドス、ヒュドレロスの三人の兄弟がラケダイモンからやって来て、自らの名を冠した都市を建設したが、のちに人口が減少し、それらの都市から共同移住によってニュサが建設されたと伝えている。
καὶ νῦν Ἄθυμβρον ἀρχηγέτην νομίζουσιν οἱ Νυσαεῖς.
そして現在でも、ニュサの人々はアテュンブロスを始祖とみなしている。
§14.1.47περίκεινται δὲ ἀξιόλογοι κατοικίαι πέραν τοῦ Μαιάνδρου, Κοσκίνια καὶ Ὀρθωσία· ἐντὸς δὲ Βρίουλα Μάσταυρα Ἀχάρακα καὶ ὑπὲρ τῆς πόλεως ἐν τῷ ὄρει τὰ Ἄρομα, ὅθεν ἄριστος Μεσωγίτης οἶνος ὁ Ἀρομεύς.
マイアンドロス川の向こう側には、コスキニアやオルトシアといった特筆すべき居住地が取り囲んでおり、川のこちら側には、ブリウラ、マスタウラ、アカラカがあり、都市の上の山中にはアロマがあって、そこからはメソギス山産ワインの中で最も優れたアロマ風ワインが産出される。
§14.1.48ἄνδρες δὲ γεγόνασιν ἔνδοξοι Νυσαεῖς Ἀπολλώνιός τε ὁ στωικὸς φιλόσοφος τῶν Παναιτίου γνωρίμων ἄριστος, καὶ Μενεκράτης Ἀριστάρχου μαθητής, καὶ Ἀριστόδημος ἐκείνου υἱός, οὗ διηκούσαμεν ἡμεῖς ἐσχατόγηρω νέοι παντελῶς ἐν τῇ Νύσῃ·
ニュサ出身の著名な人々としては、パネイティオスの門下生の中で最も優れた者であったストア派の学者アポロニオス、またアリスタルコスの弟子であったメネクラテス、そしてその息子のアリストデモスがおり、このアリストデモスの講義を、私は彼が極めて高齢で、私が全くの若者であったときにニュサで聴講した。
καὶ Σώστρατος δὲ ὁ ἀδελφὸς τοῦ Ἀριστοδήμου καὶ ἄλλος Ἀριστόδημος ἀνεψιὸς αὐτοῦ ὁ παιδεύσας Μάγνον Πομπήιον ἀξιόλογοι γεγόνασι γραμματικοί·
また、アリストデモスの兄弟であるソストラトスや、その従兄弟でありポンペイウス・マグヌスを教育したもう一人のアリストデモスも、注目に値する文法学者となった。
ὁ δʼ ἡμέτερος καὶ ἐρρητόρευε καὶ ἐν τῇ Ῥόδῳ καὶ ἐν τῇ πατρίδι δύο σχολὰς συνεῖχε, πρωὶ μὲν τὴν ῥητορικὴν δείλης δὲ τὴν γραμματικὴν σχολήν·
しかし、私たちの師であったアリストデモスは、弁論術をも教え、ロードス島と祖国の双方において二つの学校を主宰しており、午前には弁論術の学校を、午後には文法学の学校を開いていた。
ἐν δὲ τῇ Ῥώμῃ τῶν Μάγνου παίδων ἐπιστατῶν ἠρκεῖτο τῇ γραμματικῇ σχολῇ.
ローマにおいては、マグヌスの子供たちの教育係を務め、文法学の学校だけで満足していた。