§14.2.1τὰ δὲ πέραν ἤδη τοῦ Μαιάνδρου τὰ λειπόμενα τῆς περιοδείας πάντʼ ἐστὶ Καρικά, οὐκέτι τοῖς Λυδοῖς ἐπιμεμιγμένων ἐνταῦθα τῶν Καρῶν ἀλλʼ ἤδη καθʼ αὑτοὺς ὄντων, πλὴν εἴ τι Μιλήσιοι καὶ Μυούσιοι τῆς παραλίας ἀποτέτμηνται.
Now all the remaining parts of the description of the region beyond the Maeander are Carian, where the Carians are no longer mixed with the Lydians but are already by themselves, except for any portion that the Milesians and Myusians have cut off along the coast.
ἀρχὴ μὲν οὖν τῆς Καρίας ἐστὶν ἡ τῶν Ῥοδίων περαία πρὸς θαλάττης, τέλος δὲ τὸ Ποσείδιον τῶν Μιλησίων, ἐν δὲ τῇ μεσογαίᾳ τὰ ἄκρα τοῦ Ταύρου μέχρι Μαιάνδρου.
The beginning of Caria, then, on the sea is the Peraea of the Rhodians, and its end is the Poseidion of the Milesians; in the interior, its limits are the heights of the Taurus as far as the Maeander.
λέγουσι γὰρ ἀρχὴν εἶναι τοῦ Ταύρου τὰ ὑπερκείμενα ὄρη τῶν Χελιδονίων καλουμένων νήσων, αἵπερ ἐν μεθορίῳ τῆς Παμφυλίας καὶ τῆς Λυκίας πρόκεινται· ἐντεῦθεν γὰρ ἐξαίρεται πρὸς ὕψος ὁ Ταῦρος·
For they say that the beginning of the Taurus is the mountains lying above the so-called Chelidonian islands, which lie in front on the boundary of Pamphylia and Lycia; for from there the Taurus rises to its height.
τὸ δʼ ἀληθὲς καὶ τὴν Λυκίαν ἅπασαν ὀρεινὴ ῥάχις τοῦ Ταύρου διείργει πρὸς τὰ ἐκτὸς καὶ τὸ νότιον μέρος ἀπὸ τῶν Κιβυρατικῶν μέχρι τῆς περαίας τῶν Ῥοδίων.
But in truth, a mountainous ridge of the Taurus divides the whole of Lycia, on the outer and southern side, from the Cibyratic territory as far as the Peraea of the Rhodians.
κἀνταῦθα δʼ ἐστὶ συνεχὴς ὀρεινή, πολὺ μέντοι ταπεινοτέρα καὶ οὐκέτι τοῦ Ταύρου νομίζεται, οὐδὲ τὰ μὲν ἐκτὸς αὐτοῦ τὰ δʼ ἐντός, διὰ τὸ σποράδας εἶναι τὰς ἐξοχὰς καὶ τὰς εἰσοχὰς ἐπίσης εἴς τε πλάτος καὶ μῆκος τῆς χώρας ἁπάσης καὶ μηδὲν ἔχειν ὅμοιον διατειχίσματι.
And even there, there is a continuous mountainous country, but it is much lower and is no longer considered part of the Taurus, nor is it divided into what is outside and what is inside of it, because the projections and indentations are equally scattered throughout the breadth and length of the whole country, having nothing like a dividing wall.
ἔστι δʼ ἅπας μὲν ὁ περίπλους κατακολπίζοντι σταδίων τετρακισχιλίων ἐνακοσίων, αὐτὸς δὲ ὁ τῆς περαίας τῶν Ῥοδίων ἐγγὺς χιλίων καὶ πεντακοσίων.
The entire voyage around, for one who follows the gulfs, is four thousand nine hundred stadia, and that of the Peraea of the Rhodians itself is nearly one thousand five hundred.
§14.2.2ἀρχὴ δὲ τὰ Δαίδαλα τῆς Ῥοδίας χωρίον, πέρας δὲ τὸ καλούμενον ὄρος Φοίνιξ, καὶ τοῦτο τῆς Ῥοδίας.
The beginning is Daidala, a place belonging to the Rhodian territory, and the end is the mountain called Phoenix, which also belongs to the Rhodian territory.
πρόκειται δʼ Ἐλαιοῦσσα νῆσος διέχουσα τῆς Ῥόδου σταδίους ἑκατὸν εἴκοσι.
In front of it lies the island of Elaeoussa, at a distance of one hundred and twenty stadia from Rhodes.
μεταξὺ δὲ πρῶτον μὲν ἀπὸ Δαιδάλων πλέουσιν ἐπὶ τὴν δύσιν ἐπʼ εὐθείας τῇ ἐκ Κιλικίας καὶ Παμφυλίας καὶ Λυκίας παραλίᾳ κόλπος ἐστὶν εὐλίμενος Γλαῦκος καλούμενος, εἶτα τὸ Ἀρτεμίσιον ἄκρα καὶ ἱερόν, εἶτα τὸ Λητῷον ἄλσος· ὑπὲρ αὐτοῦ δὲ καὶ τῆς θαλάττης ἐν ἑξήκοντα σταδίοις Κάλυνδα πόλις· εἶτα Καῦνος καὶ ποταμὸς πλησίον Κάλβις βαθὺς ἔχων εἰσαγωγήν, καὶ μεταξὺ Πίσιλις.
In the interval, for those sailing from Daidala towards the west in a straight line along the coast of Cilicia, Pamphylia, and Lycia, there is first a gulf with good harbors called Glaucus, then the promontory and temple of Artemision, then the Letoan grove; and above this and sixty stadia from the sea is the city of Kalynda; then Caunos, and nearby the deep river Calbis, which has an entrance for vessels, and Pisilis in between.
§14.2.3ἔχει δʼ ἡ πόλις νεώρια καὶ λιμένα κλειστόν· ὑπέρκειται δὲ τῆς πόλεως ἐν ὕψει φρούριον Ἴμβρος.
The city has dockyards and a closed harbor; and above the city, on a height, lies the fortress of Imbros.
τῆς δὲ χώρας εὐδαίμονος οὔσης ἡ πόλις τοῦ θέρους ὁμολογεῖται παρὰ πάντων εἶναι δυσάερος καὶ τοῦ μετοπώρου διὰ τὰ καύματα καὶ τὴν ἀφθονίαν τῶν ὡραίων·
Though the country is fertile, the city is agreed by all to be unhealthy in summer and autumn because of the heat and the abundance of seasonal fruits.
καὶ δὴ καὶ τὰ τοιαῦτα διηγημάτια θρυλεῖται, ὅτι Στρατόνικος ὁ κιθαριστὴς ἰδὼν ἐπιμελῶς χλωροὺς τοὺς Καυνίους, τοῦτʼ εἶναι ἔφη τὸ τοῦ ποιητοῦ
"
οἵη περ φύλλων γενεή, τοιήδε καὶ ἀνδρῶν. "
μεμφομένων δὲ ὡς σκώπτοιτο αὐτῷ ἡ πόλις ὡς νοσερά
ἐγώ
ἔφη
ταύτην θαρρήσαιμʼ ἂν λέγειν νοσεράν, ὅπου καὶ οἱ νεκροὶ περιπατοῦσιν; ἀπέστησαν δέ ποτε Καύνιοι τῶν Ῥοδίων· κριθέντες δʼ ἐπὶ τῶν Ῥωμαίων ἀπελήφθησαν πάλιν· καὶ ἔστι λόγος Μόλωνος κατὰ Καυνίων.
Indeed, stories of this kind are commonly told: that Stratonicus, the citharist, seeing the Caunians exceedingly pale, said that this was what the poet meant by "Even as are the generations of leaves, so too are those of men." When they complained that the city was being mocked by him as unhealthy, he said: "Could I hesitate to call this place unhealthy, where even the dead walk about?" The Caunians once revolted from the Rhodians, but having been judged before the Romans, they were received back again; and there is a speech of Molon against the Caunians.
φασὶ δʼ αὐτοὺς ὁμογλώττους μὲν εἶναι τοῖς Καρσίν, ἀφῖχθαι δʼ ἐκ Κρήτης καὶ χρῆσθαι νόμοις ἰδίοις.
They say that they speak the same language as the Carians, but have come from Crete and use their own laws.
§14.2.4ἑξῆς δὲ Φύσκος πολίχνη λιμένα ἔχουσα καὶ ἄλσος Λητῷον· εἶτα Λώρυμα παραλία τραχεῖα, καὶ ὄρος ὑψηλότατον τῶν ταύτῃ (ἐπʼ ἄκρῳ δὲ φρούριον ὁμώνυμον τῷ ὄρει) Φοῖνιξ· πρόκειται δʼ ἡ Ἐλαιοῦσσα νῆσος ἐν τέτταρσι σταδίοις κύκλον ἔχουσα ὅσον ὀκτωστάδιον.
Next is Physcus, a small town with a harbor and a Letoan grove; then Loryma, a rugged coast, and the mountain Phoenix, which is the highest in these parts (with a fortress of the same name as the mountain on its summit); and in front of it lies the island of Elaeoussa at a distance of four stadia, having a circumference of about eight stadia.