Humanitext Reader

斯特拉波 · 地理学 §14.2.1-14.2.4

卡里亚的边界与罗得岛属地佩拉亚

第 450 段,共 577 段 · 希腊语

内容简介

斯特拉博描述了迈安德罗斯河对岸卡里亚地区和罗得斯领地的地理特征。他详细介绍了托罗斯山脉的边界以及卡乌诺斯等主要城市,并提到了关于其不健康气候及斯特拉托尼科斯的轶事。

§14.2.1τὰ δὲ πέραν ἤδη τοῦ Μαιάνδρου τὰ λειπόμενα τῆς περιοδείας πάντʼ ἐστὶ Καρικά, οὐκέτι τοῖς Λυδοῖς ἐπιμεμιγμένων ἐνταῦθα τῶν Καρῶν ἀλλʼ ἤδη καθʼ αὑτοὺς ὄντων, πλὴν εἴ τι Μιλήσιοι καὶ Μυούσιοι τῆς παραλίας ἀποτέτμηνται.
迈安德罗斯河对岸、在本次周航记述中剩下的所有地方都属于卡里亚地区,在这里卡里亚人不再与吕底亚人杂居,而是已经独立居住,除非米利都人和缪乌斯人在海岸线上切分出了某些部分。
ἀρχὴ μὲν οὖν τῆς Καρίας ἐστὶν ἡ τῶν Ῥοδίων περαία πρὸς θαλάττης, τέλος δὲ τὸ Ποσείδιον τῶν Μιλησίων, ἐν δὲ τῇ μεσογαίᾳ τὰ ἄκρα τοῦ Ταύρου μέχρι Μαιάνδρου.
因此,卡里亚在海侧的起点是罗得斯人的对岸领地(柏拉亚),终点是米利都人的波塞迪翁;而在内陆,则是直至迈安德罗斯河的托罗斯山峰。
λέγουσι γὰρ ἀρχὴν εἶναι τοῦ Ταύρου τὰ ὑπερκείμενα ὄρη τῶν Χελιδονίων καλουμένων νήσων, αἵπερ ἐν μεθορίῳ τῆς Παμφυλίας καὶ τῆς Λυκίας πρόκεινται· ἐντεῦθεν γὰρ ἐξαίρεται πρὸς ὕψος ὁ Ταῦρος·
因为人们说,托罗斯山的起点是位于所谓的凯利多尼亚群岛上方的山脉,这些群岛位于潘菲利亚和吕基亚的边界前方;因为托罗斯山从那里开始升高。
τὸ δʼ ἀληθὲς καὶ τὴν Λυκίαν ἅπασαν ὀρεινὴ ῥάχις τοῦ Ταύρου διείργει πρὸς τὰ ἐκτὸς καὶ τὸ νότιον μέρος ἀπὸ τῶν Κιβυρατικῶν μέχρι τῆς περαίας τῶν Ῥοδίων.
但实际上,托罗斯山的一条多山脊梁将整个吕基亚在外部和南部与基比拉地区隔开,一直延伸到罗得斯人的对岸领地。
κἀνταῦθα δʼ ἐστὶ συνεχὴς ὀρεινή, πολὺ μέντοι ταπεινοτέρα καὶ οὐκέτι τοῦ Ταύρου νομίζεται, οὐδὲ τὰ μὲν ἐκτὸς αὐτοῦ τὰ δʼ ἐντός, διὰ τὸ σποράδας εἶναι τὰς ἐξοχὰς καὶ τὰς εἰσοχὰς ἐπίσης εἴς τε πλάτος καὶ μῆκος τῆς χώρας ἁπάσης καὶ μηδὲν ἔχειν ὅμοιον διατειχίσματι.
即便在那里,依然是连续的山地,但要低得多,不再被视为托罗斯山的一部分,也不再划分其外部和内部,因为在整个地区的宽度和长度上,突出部和凹入部都同样散布着,没有任何类似于隔墙的结构。
ἔστι δʼ ἅπας μὲν ὁ περίπλους κατακολπίζοντι σταδίων τετρακισχιλίων ἐνακοσίων, αὐτὸς δὲ ὁ τῆς περαίας τῶν Ῥοδίων ἐγγὺς χιλίων καὶ πεντακοσίων.
如果顺着海湾航行,整个绕行航程为四千九百斯塔迪亚,而罗得斯人对岸领地本身的航程接近一千五百斯塔迪亚。
§14.2.2ἀρχὴ δὲ τὰ Δαίδαλα τῆς Ῥοδίας χωρίον, πέρας δὲ τὸ καλούμενον ὄρος Φοίνιξ, καὶ τοῦτο τῆς Ῥοδίας.
其起点是戴达拉,一个属于罗得斯领地的地方,终点是被称为波伊尼克斯的山,这也属于罗得斯领地。
πρόκειται δʼ Ἐλαιοῦσσα νῆσος διέχουσα τῆς Ῥόδου σταδίους ἑκατὸν εἴκοσι.
前方攻立着埃雷奥萨岛,距离罗得斯岛一百二十斯塔迪亚。
μεταξὺ δὲ πρῶτον μὲν ἀπὸ Δαιδάλων πλέουσιν ἐπὶ τὴν δύσιν ἐπʼ εὐθείας τῇ ἐκ Κιλικίας καὶ Παμφυλίας καὶ Λυκίας παραλίᾳ κόλπος ἐστὶν εὐλίμενος Γλαῦκος καλούμενος, εἶτα τὸ Ἀρτεμίσιον ἄκρα καὶ ἱερόν, εἶτα τὸ Λητῷον ἄλσος· ὑπὲρ αὐτοῦ δὲ καὶ τῆς θαλάττης ἐν ἑξήκοντα σταδίοις Κάλυνδα πόλις· εἶτα Καῦνος καὶ ποταμὸς πλησίον Κάλβις βαθὺς ἔχων εἰσαγωγήν, καὶ μεταξὺ Πίσιλις.
在这其间,对于那些从戴达拉向西沿着基利家、潘菲利亚和吕基亚的海岸线直线航行的人来说,首先是一个被称为格劳科斯、拥有良港的海湾,然后是阿尔特米西翁岬角和神殿,接着是莱托安圣林;在它的上方、距离海边六十斯塔迪亚的地方是卡伦达城;然后是卡乌诺斯,以及附近深邃且可供船只进入的卡尔比斯河,中间是皮西里斯。
§14.2.3ἔχει δʼ ἡ πόλις νεώρια καὶ λιμένα κλειστόν· ὑπέρκειται δὲ τῆς πόλεως ἐν ὕψει φρούριον Ἴμβρος.
这座城市拥有船坞和封闭的港口;在城市上方的险要处坐落着因布罗斯堡垒。
τῆς δὲ χώρας εὐδαίμονος οὔσης ἡ πόλις τοῦ θέρους ὁμολογεῖται παρὰ πάντων εἶναι δυσάερος καὶ τοῦ μετοπώρου διὰ τὰ καύματα καὶ τὴν ἀφθονίαν τῶν ὡραίων·
尽管该地区土地肥沃,但所有人一致公认,由于炎热和季节性水果的丰饶,该城市在夏季和秋季空气不健康。
καὶ δὴ καὶ τὰ τοιαῦτα διηγημάτια θρυλεῖται, ὅτι Στρατόνικος ὁ κιθαριστὴς ἰδὼν ἐπιμελῶς χλωροὺς τοὺς Καυνίους, τοῦτʼ εἶναι ἔφη τὸ τοῦ ποιητοῦ " οἵη περ φύλλων γενεή, τοιήδε καὶ ἀνδρῶν.
事实上,世间流传着这样的轶事:基他拉弹奏者斯特拉托尼科斯看到卡乌诺斯人面色极其苍白,便说这就是诗人所说的“落叶聚还散,人世亦如斯”。
" μεμφομένων δὲ ὡς σκώπτοιτο αὐτῷ ἡ πόλις ὡς νοσερά ἐγώ ἔφη ταύτην θαρρήσαιμʼ ἂν λέγειν νοσεράν, ὅπου καὶ οἱ νεκροὶ περιπατοῦσιν;
当他们抱怨城市被他嘲讽为不健康时,他说:“在连死人都在四处走动的地方,我难道还不敢说这里不健康吗?
ἀπέστησαν δέ ποτε Καύνιοι τῶν Ῥοδίων· κριθέντες δʼ ἐπὶ τῶν Ῥωμαίων ἀπελήφθησαν πάλιν· καὶ ἔστι λόγος Μόλωνος κατὰ Καυνίων.
”卡乌诺斯人曾反叛罗得斯人;但在罗马人面前接受审判后,他们再次被归还;有一篇莫隆反对卡乌诺斯人的演说。
φασὶ δʼ αὐτοὺς ὁμογλώττους μὲν εἶναι τοῖς Καρσίν, ἀφῖχθαι δʼ ἐκ Κρήτης καὶ χρῆσθαι νόμοις ἰδίοις.
据说他们与卡里亚人语言相同,但来自克里特岛,并使用自己的法律。
§14.2.4ἑξῆς δὲ Φύσκος πολίχνη λιμένα ἔχουσα καὶ ἄλσος Λητῷον· εἶτα Λώρυμα παραλία τραχεῖα, καὶ ὄρος ὑψηλότατον τῶν ταύτῃ (ἐπʼ ἄκρῳ δὲ φρούριον ὁμώνυμον τῷ ὄρει) Φοῖνιξ· πρόκειται δʼ ἡ Ἐλαιοῦσσα νῆσος ἐν τέτταρσι σταδίοις κύκλον ἔχουσα ὅσον ὀκτωστάδιον.
接下来是皮斯科技小镇,拥有港口和莱托安圣林;然后是罗里马这一险峻的海岸,以及该地区最高的山——波伊尼克斯山(其顶峰有与山同名的堡垒);前方四斯塔迪亚处坐落着埃雷奥萨岛,其周长约为八斯塔迪亚。

词汇与语法注释

  1. 14.2.1τὰ δὲ πέραν ἤδη τοῦ Μαιάνδρου τὰ λειπόμενα τῆς περιοδείας — `τὰ λειπόμενα τῆς περιοδείας`(周航记述中剩下的部分)与 `τὰ πέραν τοῦ Μαιάνδρου`(迈安德罗斯河对岸的地方)构成同位语。`τῆς περιοδείας` 是部分属格,指地理描述著作中剩余的部分。
  2. 14.2.1οὐδέ τὰ μὲν ἐκτὸς αὐτοῦ τὰ δʼ ἐντός — 此处省略了动词(如 `νομίζεται`),意为“(该连绵山地)不被视为托罗斯山的外侧或内侧”。短语 `τὰ μέν... τὰ δέ` 作状语,表示划分或关联。
  3. 14.2.3ἐγώ ... ταύτην θαρρήσαιμʼ ἂν λέγειν νοσεράν — `θαρρήσαιμι ἄν` 是潜在祈愿语气(希求法带 ἄν),表达委婉的断言或反问:“既然连死人都在四处走动,我怎能不直言这座城市是不健康的呢?”意指该城显然极其不健康。

引用这一段

斯特拉波, 地理学 §14.2.1-14.2.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.2.1-14.2.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。