§14.1.41ἄνδρες δʼ ἐγένοντο γνώριμοι Μάγνητες Ἡγησίας τε ὁ ῥήτωρ, ὃς ἦρξε μάλιστα τοῦ Ἀσιανοῦ λεγομένου ζήλου παραφθείρας τὸ καθεστὼς ἔθος τὸ Ἀττικόν, καὶ Σῖμος ὁ μελοποιὸς παραφθείρας καὶ αὐτὸς τὴν τῶν προτέρων μελοποιῶν ἀγωγὴν καὶ τὴν σιμῳδίαν εἰσαγαγών (καθάπερ ἔτι μᾶλλον λυσιῳδοὶ καὶ μαγῳδοί), καὶ Κλεόμαχος ὁ πύκτης, ὃς εἰς ἔρωτα ἐμπεσὼν κιναίδου τινὸς καὶ παιδίσκης ὑπὸ κιναίδῳ τρεφομένης ἀπεμιμήσατο τὴν ἀγωγὴν τῶν παρὰ τοῖς κιναίδοις διαλέκτων καὶ τῆς ἠθοποιίας·
そしてマグネシア人で著名な人物となったのは、弁論家ヘゲシアスであり、彼は確立されていたアッティカ風の慣行を損なうことによって、いわゆるアシア風の熱狂を何よりも主導した。 また、抒情詩人シモスであり、彼自身もかつての抒情詩人たちの作風を損ない、シモス風歌謡を導入した(リュシス風歌謡家やマグス風歌謡家がさらにそうしたように)。 また、拳闘士クレオマコスであり、彼はあるキナイドスと、そのキナイドスに育てられていた若い召使の娘とに恋に落ち、キナイドスたちの間で用いられていた語り口と性格描写の様式を模倣した。
ἦρξε δὲ Σωτάδης μὲν πρῶτος τοῦ κιναιδολογεῖν, ἔπειτα Ἀλέξανδρος ὁ Αἰτωλός·
まずソタデスがキナイドス風の詩を詠むことを始め、次にアイトリアのアレクサンドロスが続いた。
ἀλλʼ οὗτοι μὲν ἐν ψιλῷ λόγῳ, μετὰ μέλους δὲ Λῦσις, καὶ ἔτι πρότερος τούτου ὁ Σῖμος.
しかし彼らは単なる言葉によってであり、旋律を伴うものではリュシスが、そしてこれよりもさらに前にシモスがそれを行った。
Ἀναξήνορα δὲ τὸν κιθαρῳδὸν ἐξῆρε μὲν καὶ τὰ θέατρα, ἀλλʼ ὅτι μάλιστα Ἀντώνιος, ὅς γε καὶ τεττάρων πόλεων ἀπέδειξε φορολόγον στρατιώτας αὐτῷ συστήσας.
キタラ歌手アナクセノルについては、劇場も彼を大いに称賛したが、誰よりもアントニウスが彼を持ち上げた。 アントニウスは彼に兵士たちを護衛として配備し、彼を4つの都市の徴税官に任命したほどであった。
καὶ ἡ πατρὶς δʼ ἱκανῶς αὐτὸν ηὔξησε πορφύραν ἐνδύσασα ἱερωμένον τοῦ σωσιπόλιδος Διός, καθάπερ καὶ ἡ γραπτὴ εἰκὼν ἐμφανίζει ἡ ἐν τῇ ἀγορᾷ.
また、祖国も彼にポリスの救済者たるゼウスの神官として紫衣をまとわせることで、十分に彼を名誉ある地位につけた。 それは、アゴラにある肖像画が示している通りである。
ἔστι δὲ καὶ χαλκῆ εἰκὼν ἐν τῷ θεάτρῳ ἐπιγραφὴν ἔχουσα
"
ἤτοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ τοιοῦδʼ, οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδῇ. "
οὐ στοχασάμενος δὲ ὁ ἐπιγράψας τὸ τελευταῖον γράμμα τοῦ δευτέρου ἔπους παρέλιπε τοῦ πλάτους τῆς βάσεως μὴ συνεξαρκοῦντος, ὥστε τῆς πόλεως ἀμαθίαν καταγινώσκειν παρέσχε διὰ τὴν ἀμφιβολίαν τὴν περὶ τὴν γραφήν, εἴτε τὴν ὀνομαστικὴν δέχοιτο πτῶσιν τῆς ἐσχάτης προσηγορίας εἴτε τὴν δοτικήν·
また、劇場には青銅像もあり、次のような碑文が刻まれている。 「このように声が神々に似ている歌手、すなわちこの者のごとき者の歌を聴くことは、じつに素晴らしいことである」しかし、碑文を刻んだ者は、台座の幅が足りずに、第二の詩行の最後の文字を落としてしまった。 その結果、その書き方に関する曖昧さ――最後の名詞を主格として受け取るべきか、それとも与格として受け取るべきか――によって、都市の無教養さを非難する機会を与えることになった。
πολλοὶ γὰρ χωρὶς τοῦ ι γράφουσι τὰς δοτικάς, καὶ ἐκβάλλουσι δὲ τὸ ἔθος φυσικὴν αἰτίαν οὐκ ἔχον.
というのも、多くの人々が与格をイオタなしで書いており、自然な理由を持たないその習慣を排除しているからである。
§14.1.42μετὰ δὲ Μαγνησίαν ἡ ἐπὶ Τράλλεις ἐστὶν ὁδὸς ἐν ἀριστερᾷ μὲν τὴν Μεσωγίδα ἔχουσιν, ἐν αὐτῇ δὲ τῇ ὁδῷ καὶ ἐν δεξιᾷ τὸ Μαιάνδρου πεδίον, Λυδῶν ἅμα καὶ Καρῶν νεμομένων καὶ Ἰώνων Μιλησίων τε καὶ Μυησίων, ἔτι δὲ Αἰολέων τῶν ἐν Μαγνησίᾳ·
マグネシアの次には、トラレスへ至る道があり、左手にメソギス山を望み、その道自体において、また右手にはマイアンドロス川の平野を見ながら進むことになる。 そこは、リュディア人やカリヤ人、そしてミレトスやミュウスのイオニア人、さらにはマグネシアにいるアイオリス人たちが共同で土地を分け合っている。
ὁ δʼ αὐτὸς τρόπος τῆς τοποθεσίας καὶ μέχρι Νύσης καὶ Ἀντιοχείας.
そして、地勢のこの同じ有様は、ニュサやアンティオケイアに至るまで続いている。
ἵδρυται δʼ ἡ μὲν τῶν Τραλλιανῶν πόλις ἐπὶ τραπεζίου τινὸς ἄκραν ἔχοντος ἐρυμνήν·
トラレス人の都市は、堅固な要塞を持つあるテーブル状の高台の上に建てられている。
καὶ τὰ κύκλῳ δʼ ἱκανῶς εὐερκῆ·
そして周囲の場所も十分に防備が固められている。
συνοικεῖται δὲ καλῶς εἴ τις ἄλλη τῶν κατὰ τὴν Ἀσίαν ὑπὸ εὐπόρων ἀνθρώπων, καὶ ἀεί τινες ἐξ αὐτῆς εἰσιν οἱ πρωτεύοντες κατὰ τὴν ἐπαρχίαν, οὓς Ἀσιάρχας καλοῦσιν·
また、アジアにある他のどの都市にも劣らず、裕福な人々によって良く居住されており、この都市からは常に、その属州で第一の地位を占める人々、すなわちアシア修と呼ばれる者たちが出ている。
ὧν Πυθόδωρός τε ἦν, ἀνὴρ Νυσαεὺς τὸ ἐξ ἀρχῆς, ἐκεῖσε δὲ μεταβεβηκὼς διὰ τὴν ἐπιφάνειαν καὶ ἐν τῇ πρὸς Πομπήιον φιλίᾳ διαπρέπων μετʼ ὀλίγων·
彼らのなかにはピュトドロスもいた。 彼はもともとニュサの人であったが、その名声ゆえにそこに移り住み、ポンペイウスとの特別な友情において数少ない人々とともに傑出していた。
περιεβέβλητο δὲ καὶ οὐσίαν βασιλικὴν πλειόνων ἢ δισχιλίων ταλάντων, ἣν ὑπὸ Καίσαρος τοῦ θεοῦ πραθεῖσαν διὰ τὴν πρὸς Πομπήιον φιλίαν ἐξωνησάμενος οὐχ ἥττω τοῖς παισὶ κατέλιπε·
彼はまた、二千タラントンを超える王のごとき莫大な財産を擁していたが、それはポンペイウスとの友情のために神君カエサルによって競売に付されたものの、彼自身がそれを買い戻し、子供たちにそれより劣らぬ額を残したのである。
τούτου δʼ ἐστὶ θυγάτηρ Πυθοδωρὶς ἡ νῦν βασιλεύουσα ἐν τῷ Πόντῳ, περὶ ἧς εἰρήκαμεν.
そして彼の娘が、現在ポントスを統治しているピュトドリスであり、彼女についてはすでに我々は述べた。
οὗτός δὴ καθʼ ἡμᾶς ἤκμασε καὶ Μηνόδωρος, ἀνὴρ λόγιος καὶ ἄλλως σεμνὸς καὶ βαρύς, ἔχων τὴν ἱερωσύνην τοῦ Διὸς τοῦ Λαρισαίου·
この人物は私たちの時代に全盛期を迎えたが、メノドロスも同様であった。 メノドロスは教約があり、他の点でも威厳と重みのある人物で、ラリサのゼウスの神官職を務めていた。
κατεστασιάσθη δʼ ὑπὸ τῶν Δομετίου τοῦ Ἀηνοβάρβου φίλων, καὶ ἀνεῖλεν αὐτὸν ἐκεῖνος ὡς ἀφιστάντα τὸ ναυτικόν, πιστεύσας τοῖς ἐνδειξαμένοις.
しかし彼はドミティウス・アヘノバルブスの友人たちによって陥れられ、アヘノバルブスは、彼が艦隊を離反させようとしているという告発者たちの言葉を信じて、彼を処刑した。
ἐγένοντο δὲ καὶ ῥήτορες ἐπιφανεῖς Διονυσοκλῆς τε καὶ μετὰ ταῦτα Δάμασος ὁ σκόμβρος.
また、著名な弁論家たちも出た。 ディオニュソクレス、そしてその後にスコムブロスと呼ばれたダマソスである。
κτίσμα δέ φασιν εἶναι τὰς Τράλλεις Ἀργείων καί τινων Θρᾳκῶν Τραλλίων, ἀφʼ ὧν τοὔνομα.
そして、トラレスはアルゴス人と、あるトラレス人と呼ばれるトラキア人たちによる入植地であると言われており、彼らにちなんでその名前がついたとされる。
τυραννηθῆναι δʼ ὀλίγον συνέπεσε χρόνον τὴν πόλιν ὑπὸ τῶν Κρατίππου παίδων κατὰ τὰ Μιθριδατικά.
この都市は、ミトリダテス戦争の間に、クラティッポスの息子たちによって短期間にわたり僭主支配されたことがあった。