§14.1.38μετὰ δὲ Σμύρναν αἱ Λεῦκαι πολίχνιον, ὃ ἀπέστησεν Ἀριστόνικος μετὰ τὴν Ἀττάλου τοῦ φιλομήτορος τελευτήν, δοκῶν τοῦ γένους εἶναι τοῦ τῶν βασιλέων καὶ διανοούμενος εἰς ἑαυτὸν ποιεῖσθαι τὴν ἀρχήν·
スミュルナの次には、小さな町レウカイがある。 これは、フィロメトル(アッタロス3世)の死後、アリストニコスが叛乱を起こさせた町であり、彼は自分が王族の血を引いていると考えて支配権を自らのものにしようと意図していた。
ἐντεῦθεν μὲν οὖν ἐξέπεσεν ἡττηθεὶς ναυμαχίᾳ περὶ τὴν Κυμαίαν ὑπὸ Ἐφεσίων, εἰς δὲ τὴν μεσόγαιαν ἀνιὼν ἤθροισε διὰ ταχέων πλῆθος ἀπόρων τε ἀνθρώπων καὶ δούλων ἐπʼ ἐλευθερίᾳ κατακεκλημένων, οὓς Ἡλιοπολίτας ἐκάλεσε.
さて、彼はクメ付近の海戦でエフェソス人たちに敗れてここから追放されたが、内陸へと上っていき、貧しい人々や自由を約束されて召集された奴隷たちの群れを急速に集め、彼らをヘリオポリタイと呼んだ。
πρῶτον μὲν οὖν παρεισέπεσεν εἰς Θυάτειρα, εἶτʼ Ἀπολλωνίδα ἔσχεν, εἶτʼ ἄλλων ἐφίετο φρουρίων·
まず、彼はテュアテイラに奇襲侵入し、次にアポロニスを占領し、さらに他の砦を狙っていた。
οὐ πολὺν δὲ διεγένετο χρόνον, ἀλλʼ εὐθὺς αἵ τε πόλεις ἔπεμψαν πλῆθος, καὶ Νικομήδης ὁ Βιθυνὸς ἐπεκούρησε καὶ οἱ τῶν Καππαδόκων βασιλεῖς.
しかし長くは持ちこたえられず、すぐに諸都市が兵力を送り、ビテュニアのニコメデスやカッパドキアの王たちも増援を送った。
ἔπειτα πρέσβεις Ῥωμαίων πέντε ἧκον, καὶ μετὰ ταῦτα στρατιὰ καὶ ὕπατος Πόπλιος Κράσσος, καὶ μετὰ ταῦτα Μάρκος Περπέρνας, ὃς καὶ κατέλυσε τὸν πόλεμον ζωγρίᾳ λαβὼν τὸν Ἀριστόνικον καὶ ἀναπέμψας εἰς Ῥώμην.
その後、ローマから5人の使節が到着し、その後には軍隊と執政官プブリウス・クラッススが、さらにその後にはマルクス・ペルペルナスが到着した。 このペルペルナスはアリストニコスを生け捕りにしてローマに送り、戦争を終結させた。
ἐκεῖνος μὲν οὖν ἐν τῷ δεσμωτηρίῳ κατέστρεψε τὸν βίον, Περπέρναν δὲ νόσος διέφθειρε, Κράσσος δὲ περὶ Λεύκας ἐπιθεμένων τινῶν ἔπεσεν ἐν μάχῃ.
そのアリストニコスは牢獄で生涯を終え、ペルペルナスは病気で没し、クラッススはレウカイ付近で何者かの襲撃を受けて戦闘で倒れた。
Μάνιος δʼ Ἀκύλλιος ἐπελθὼν ὕπατος μετὰ δέκα πρεσβευτῶν διέταξε τὴν ἐπαρχίαν εἰς τὸ νῦν ἔτι συμμένον τῆς πολιτείας σχῆμα.
そして、執政官マニウス・アクィリウスが10人の使節を伴ってやって来て、この属州を、現在でも依然として存続しているその統治の体制へと再編した。
μετὰ δὲ Λεύκας Φώκαια ἐν κόλπῳ·
レウカイの次には、湾の中にあるポカイアがある。
περὶ δὲ ταύτης εἰρήκαμεν ἐν τῷ περὶ Μασσαλίας λόγῳ.
これについてはマッサリアに関する記述のなかで述べた。
εἶθʼ οἱ ὅροι τῶν Ἰώνων καὶ τῶν Αἰολέων· εἴρηται δὲ καὶ περὶ τούτων.
次にイオニア人とアイオリス人の境界があるが、これらについてもすでに述べられている。
ἐν δὲ τῇ μεσογαίᾳ τῆς Ἰωνικῆς παραλίας λοιπά ἐστι τὰ περὶ τὴν ὁδὸν τὴν ἐξ Ἐφέσου μέχρι Ἀντιοχείας καὶ τοῦ Μαιάνδρου.
イオニア沿岸の内陸部において残されているのは、エフェソスからアンティオケイアおよびマイアンドロス川に至る道路周辺の地域である。
ἔστι δὲ καὶ τὰ χωρία ταῦτα Λυδοῖς καὶ Καρσὶν ἐπίμικτα καὶ τοῖς Ἕλλησι.
そしてこれらの土地も、リュディア人、カリヤ人、そしてギリシア人が混ざり合っている。
§14.1.39πρώτη δʼ ἐστὶν ἐξ Ἐφέσου Μαγνησία πόλις Αἰολίς, λεγομένη δὲ ἐπὶ Μαιάνδρῳ·
エフェソスから出発して最初の都市は、アイオリス系の都市であるマグネシアであり、「マイアンドロス川沿いのマグネシア」と呼ばれている。
πλησίον γὰρ αὐτοῦ ἵδρυται·
というのも、その川の近くに位置しているからである。
πολὺ δὲ πλησιαίτερον ὁ Ληθαῖος ἐμβάλλων εἰς τὸν Μαίανδρον, τὴν δʼ ἀρχὴν ἔχων ἀπὸ Πακτύου τοῦ τῶν Ἐφεσίων ὄρους·
だが、はるかに近いのはレタイオス川であり、これはマイアンドロス川に流れ込んでおり、エフェソス人の山であるパクテュオス山にその源を発している。
ἕτερος δʼ ἐστὶ Ληθαῖος ὁ ἐν Γορτύνῃ καὶ ὁ περὶ Τρίκκην, ἐφʼ ᾧ ὁ Ἀσκληπιὸς γεννηθῆναι λέγεται, καὶ ἔτι ἐν τοῖς Ἑσπερίταις Λίβυσι.
なお、別のレタイオス川がゴルテュンに、またトリッケの周辺に(そこではアスクレピオスが誕生したと言われているが)あり、さらにリビアのヘスペリタイの間にもある。
κεῖται δʼ ἐν πεδίῳ πρὸς ὄρει καλουμένῳ Θώρακι ἡ πόλις, ἐφʼ ᾧ σταυρωθῆναί φασι Δαφίταν τὸν γραμματικὸν λοιδορήσαντα τοὺς βασιλέας διὰ διστίχου
"
πορφύρεοι μώλωπες, ἀπορρινήματα γάζης
Λυσιμάχου, Λυδῶν ἄρχετε καὶ Φρυγίης.
この都市はラックスと呼ばれる山のふもとの平野に位置しており、その山の上で文法家ダピタスが、詩の一節によって王たちを誹謗したために十字架にかけられたと言われている。 「紫色の痣、リュシマコスの財宝の削り屑よ。 お前たちはリュディアとフリュギアを支配している。
"
καὶ λόγιον δʼ ἐκπεσεῖν αὐτῷ λέγεται φυλάττεσθαι τὸν Θώρακα.
」また、彼には「トラックスを警戒せよ」という神託が下されていたとも言われている。
§14.1.40δοκοῦσι δʼ εἶναι Μάγνητες Δελφῶν ἀπόγονοι τῶν ἐποικησάντων τὰ Δίδυμα ὄρη ἐν Θετταλίᾳ, περὶ ὧν φησιν Ἡσίοδος
"
ἢ οἵη Διδύμους ἱεροὺς ναίουσα κολωνούς,
Δωτίῳ ἐν πεδίῳ πολυβότρυος ἄντʼ Ἀμύροιο,
νίψατο Βοιβιάδος λίμνης πόδα παρθένος ἀδμής.
マグネシア人たちは、テッサリア의 ディデュマ山に入植したデルポイ人の子孫であると考えられており、その山についてヘシオドスは次のように述べている。 「あるいは、ブドウの豊かなアミュロスの向かいにあるドティオンの平野で、神聖なディデュマの丘に住み、ボイビアス湖で足を洗った、夫を持たぬあの処女(コルニス)のように。
"
ἐνταῦθα δʼ ἦν καὶ τὸ τῆς Δινδυμήνης ἱερὸν μητρὸς θεῶν·
」かつてそこには、諸神の母であるディンデュメネの神殿があった。
ἱεράσασθαι δʼ αὐτοῦ τὴν Θεμιστοκλέους γυναῖκα, οἱ δὲ θυγατέρα παραδιδόασι·
テミストクレスの妻がそこの女祭司を務めたとも、あるいは娘が務めたとも伝えられている。
νῦν δʼ οὐκ ἔστι τὸ ἱερὸν διὰ τὸ τὴν πόλιν εἰς ἄλλον μετῳκίσθαι τόπον·
しかし、都市が別の場所に移転したため、現在ではその神殿は存在しない。
ἐν δὲ τῇ νῦν πόλει τὸ τῆς Λευκοφρυήνης ἱερὸν ἔστιν Ἀρτέμιδος, ὃ τῷ μὲν μεγέθει τοῦ ναοῦ καὶ τῷ πλήθει τῶν ἀναθημάτων λείπεται τοῦ ἐν Ἐφέσῳ, τῇ δʼ εὐρυθμίᾳ καὶ τῇ τέχνῃ τῇ περὶ τὴν κατασκευὴν τοῦ σηκοῦ πολὺ διαφέρει·
現在の都市にはアルテミス・レウコプリュエネの神殿があり、これは神殿の大きさと奉納物の多さではエフェソスの神殿に及ばないものの、調和と神殿の建造に用いられた技術の点でははるかに優れている。
καὶ τῷ μεγέθει ὑπεραίρει πάντας τοὺς ἐν Ἀσίᾳ πλὴν δυεῖν, τοῦ ἐν Ἐφέσῳ καὶ τοῦ ἐν Διδύμοις.
また、その大きさにおいては、エフェソスのものとディデュマのものという二つを除いて、アジアにある他のすべての神殿を凌駕している。
καὶ τὸ παλαιὸν δὲ συνέβη τοῖς Μάγνησιν ὑπὸ Τρηρῶν ἄρδην ἀναιρεθῆναι, Κιμμερικοῦ ἔθνους, εὐτυχήσαντας πολὺν χρόνον, τὸ δʼ ἑξῆς τοὺς Ἐφεσίους κατασχεῖν τὸν τόπον.
また、古代において、マグネシア人たちは長きにわたり繁栄したものの、キンメリア系の民族であるトレレス人によって根絶やしにされるという災難に遭い、その後、エフェソス人たちがその土地を占領した。
Καλλῖνος μὲν οὖν ὡς εὐτυχούντων ἔτι τῶν Μαγνήτων μέμνηται καὶ κατορθούντων ἐν τῷ πρὸς τοὺς Ἐφεσίους πολέμῳ, Ἀρχίλοχος δὲ ἤδη φαίνεται γνωρίζων τὴν γενομένην αὐτοῖς συμφοράν
"
κλαίειν τὰ Θασίων, οὗ τὰ Μαγνήτων κακά.
それゆえ、カリノスはマグネシア人たちがまだ繁栄しており、エフェソス人との戦争において優勢であった頃のこととして言及しているが、アルキロコスはすでに彼らに降りかかった災難を知っていることが見て取れる。 「タソス人の災難を嘆くがよい、マグネシア人の悲惨さではなく。
"
ἐξ οὗ καὶ τὸν νεώτερον εἶναι τοῦ Καλλίνου τεκμαίρεσθαι πάρεστιν.
」これによって、アルキロコスがカリノスよりも若い人物であることを推測できる。
ἄλλης δέ τινος ἐφόδου τῶν Κιμμερίων μέμνηται πρεσβυτέρας ὁ Καλλῖνος ἐπὰν φῇ
"
νῦν δʼ ἐπὶ Κιμμερίων στρατὸς ἔρχεται ὀβριμοεργῶν,
"
ἐν ᾗ τὴν Σάρδεων ἅλωσιν δηλοῖ.
また、カリノスはキンメリア人による別の、より古い侵略について、次のように歌うときに言及している。 「そして今、恐るべき所業を行うキンメリア人の軍勢が押し寄せる。 」この詩の中で、彼はサルディスの陥落を示唆している。