§14.1.41ἄνδρες δʼ ἐγένοντο γνώριμοι Μάγνητες Ἡγησίας τε ὁ ῥήτωρ, ὃς ἦρξε μάλιστα τοῦ Ἀσιανοῦ λεγομένου ζήλου παραφθείρας τὸ καθεστὼς ἔθος τὸ Ἀττικόν, καὶ Σῖμος ὁ μελοποιὸς παραφθείρας καὶ αὐτὸς τὴν τῶν προτέρων μελοποιῶν ἀγωγὴν καὶ τὴν σιμῳδίαν εἰσαγαγών (καθάπερ ἔτι μᾶλλον λυσιῳδοὶ καὶ μαγῳδοί), καὶ Κλεόμαχος ὁ πύκτης, ὃς εἰς ἔρωτα ἐμπεσὼν κιναίδου τινὸς καὶ παιδίσκης ὑπὸ κιναίδῳ τρεφομένης ἀπεμιμήσατο τὴν ἀγωγὴν τῶν παρὰ τοῖς κιναίδοις διαλέκτων καὶ τῆς ἠθοποιίας·
在马格内西亚人中成名的人物有:修辞学家赫格西亚斯,他主要通过破坏确立已久的阿提卡风格,开创了所谓的小亚细亚风潮;抒情诗人西莫斯,他自己也破坏了早期抒情诗人的创作风格,引入了“西莫斯歌”(正如“吕西奥斯歌者”和“马格斯歌者”更为甚之);以及拳击手克莱奥马科斯,他爱上了一个基奈多斯(男娼)和由基奈多斯抚养的年轻女仆,并模仿了基奈多斯之间所使用的方言语调和性格塑造风格。
ἦρξε δὲ Σωτάδης μὲν πρῶτος τοῦ κιναιδολογεῖν, ἔπειτα Ἀλέξανδρος ὁ Αἰτωλός· ἀλλʼ οὗτοι μὲν ἐν ψιλῷ λόγῳ, μετὰ μέλους δὲ Λῦσις, καὶ ἔτι πρότερος τούτου ὁ Σῖμος.
索塔德斯最先开始创作“基奈多斯诗”,接着是埃托利亚的亚历山大;但他们仅是用纯粹的语言,而伴有旋律的则是吕西斯,而在他之前还有西莫斯。
Ἀναξήνορα δὲ τὸν κιθαρῳδὸν ἐξῆρε μὲν καὶ τὰ θέατρα, ἀλλʼ ὅτι μάλιστα Ἀντώνιος, ὅς γε καὶ τεττάρων πόλεων ἀπέδειξε φορολόγον στρατιώτας αὐτῷ συστήσας.
至于竖琴歌手阿纳克塞诺尔,剧场固然极力推崇他,但最推崇他的莫过于安东尼,安东尼甚至为他配备了士兵作为卫队,任命他为四座城市的征税官。
καὶ ἡ πατρὶς δʼ ἱκανῶς αὐτὸν ηὔξησε πορφύραν ἐνδύσασα ἱερωμένον τοῦ σωσιπόλιδος Διός, καθάπερ καὶ ἡ γραπτὴ εἰκὼν ἐμφανίζει ἡ ἐν τῇ ἀγορᾷ.
他的祖国也给予了他充分的荣耀,让他作为守护神宙斯的祭司身穿紫袍,正如广场上的画像所显示的那样。
ἔστι δὲ καὶ χαλκῆ εἰκὼν ἐν τῷ θεάτρῳ ἐπιγραφὴν ἔχουσα
"
ἤτοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ τοιοῦδʼ, οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδῇ.
在剧场里还有一座青铜像,上面刻有这样的碑文:“听闻如此歌手,其声酷似诸神,诚乃美事。
"
οὐ στοχασάμενος δὲ ὁ ἐπιγράψας τὸ τελευταῖον γράμμα τοῦ δευτέρου ἔπους παρέλιπε τοῦ πλάτους τῆς βάσεως μὴ συνεξαρκοῦντος, ὥστε τῆς πόλεως ἀμαθίαν καταγινώσκειν παρέσχε διὰ τὴν ἀμφιβολίαν τὴν περὶ τὴν γραφήν, εἴτε τὴν ὀνομαστικὴν δέχοιτο πτῶσιν τῆς ἐσχάτης προσηγορίας εἴτε τὴν δοτικήν· πολλοὶ γὰρ χωρὶς τοῦ ι γράφουσι τὰς δοτικάς, καὶ ἐκβάλλουσι δὲ τὸ ἔθος φυσικὴν αἰτίαν οὐκ ἔχον.
”然而,刻碑文的人由于没有估算好,在基座宽度不够的情况下,漏掉了第二行诗的最后一个字母;因此,由于书写上的歧义——无论是将最后一个名词视为单数主格还是与格——这给人们留下了指责该城市愚昧的口实;因为许多人在写与格时不带iota,从而抛弃了这一并无自然理由的习惯。
§14.1.42μετὰ δὲ Μαγνησίαν ἡ ἐπὶ Τράλλεις ἐστὶν ὁδὸς ἐν ἀριστερᾷ μὲν τὴν Μεσωγίδα ἔχουσιν, ἐν αὐτῇ δὲ τῇ ὁδῷ καὶ ἐν δεξιᾷ τὸ Μαιάνδρου πεδίον, Λυδῶν ἅμα καὶ Καρῶν νεμομένων καὶ Ἰώνων Μιλησίων τε καὶ Μυησίων, ἔτι δὲ Αἰολέων τῶν ἐν Μαγνησίᾳ·
在马格内西亚之后是通往特拉雷斯的道路,人们在左侧可以看到梅索吉斯山,在道路本身和右侧则是迈安德罗斯平原,该平原由吕底亚人和卡里亚人,以及米利都和米乌斯的爱奥尼亚人,还有马格内西亚的埃奥利斯人共同分享。
ὁ δʼ αὐτὸς τρόπος τῆς τοποθεσίας καὶ μέχρι Νύσης καὶ Ἀντιοχείας.
这种相同的地势特征一直延续到尼萨和安条克。
ἵδρυται δʼ ἡ μὲν τῶν Τραλλιανῶν πόλις ἐπὶ τραπεζίου τινὸς ἄκραν ἔχοντος ἐρυμνήν· καὶ τὰ κύκλῳ δʼ ἱκανῶς εὐερκῆ·
特拉雷斯人的城市坐落在一个带有坚固卫城的高台上;周围的地方也得到了充分的防卫。
συνοικεῖται δὲ καλῶς εἴ τις ἄλλη τῶν κατὰ τὴν Ἀσίαν ὑπὸ εὐπόρων ἀνθρώπων, καὶ ἀεί τινες ἐξ αὐτῆς εἰσιν οἱ πρωτεύοντες κατὰ τὴν ἐπαρχίαν, οὓς Ἀσιάρχας καλοῦσιν·
它在亚洲的所有城市中算得上是富人聚居最密集的城市之一,并且这里经常产生在行省中处于领先地位的人,他们被称为“阿西亚修”。
ὧν Πυθόδωρός τε ἦν, ἀνὴρ Νυσαεὺς τὸ ἐξ ἀρχῆς, ἐκεῖσε δὲ μεταβεβηκὼς διὰ τὴν ἐπιφάνειαν καὶ ἐν τῇ πρὸς Πομπήιον φιλίᾳ διαπρέπων μετʼ ὀλίγων·
在这些人中,有皮托多罗斯,他原本是尼萨人,但因其名望而迁往那里,并在与庞培的友谊中与少数人一起表现杰出。
περιεβέβλητο δὲ καὶ οὐσίαν βασιλικὴν πλειόνων ἢ δισχιλίων ταλάντων, ἣν ὑπὸ Καίσαρος τοῦ θεοῦ πραθεῖσαν διὰ τὴν πρὸς Πομπήιον φιλίαν ἐξωνησάμενος οὐχ ἥττω τοῖς παισὶ κατέλιπε·
他还拥有超过两千塔兰托的如国王般的巨额财产,虽然由于他与庞培的交情而被神圣的凯撒拍卖,但他自己将其买回,并给孩子们留下了不亚于此的遗产。
τούτου δʼ ἐστὶ θυγάτηρ Πυθοδωρὶς ἡ νῦν βασιλεύουσα ἐν τῷ Πόντῳ, περὶ ἧς εἰρήκαμεν.
他的女儿就是皮托多丽丝,即现在统治波恩图斯的女王,关于她我们已经谈过。
οὗτός δὴ καθʼ ἡμᾶς ἤκμασε καὶ Μηνόδωρος, ἀνὴρ λόγιος καὶ ἄλλως σεμνὸς καὶ βαρύς, ἔχων τὴν ἱερωσύνην τοῦ Διὸς τοῦ Λαρισαίου·
此人确实在我们的时代达到了鼎盛,梅诺多罗斯也是如此,他博学多才,在其他方面也庄重威严,担任拉里萨宙斯的祭司。
κατεστασιάσθη δʼ ὑπὸ τῶν Δομετίου τοῦ Ἀηνοβάρβου φίλων, καὶ ἀνεῖλεν αὐτὸν ἐκεῖνος ὡς ἀφιστάντα τὸ ναυτικόν, πιστεύσας τοῖς ἐνδειξαμένοις.
但他遭到多米蒂乌斯·阿赫诺巴尔布斯之友的排挤和密谋陷害,阿赫诺巴尔布斯相信了那些告发者,认为他企图唆使舰队叛变,因而将他处死。
ἐγένοντο δὲ καὶ ῥήτορες ἐπιφανεῖς Διονυσοκλῆς τε καὶ μετὰ ταῦτα Δάμασος ὁ σκόμβρος.
这里也曾产生过著名的修辞学家,即迪奥尼索克莱斯,以及后来的“鲭鱼”达马索斯。
κτίσμα δέ φασιν εἶναι τὰς Τράλλεις Ἀργείων καί τινων Θρᾳκῶν Τραλλίων, ἀφʼ ὧν τοὔνομα.
据说,特拉雷斯是阿尔戈斯人和某些被称为特拉雷斯的色雷斯人共同建立的定居点,并因此得名。
τυραννηθῆναι δʼ ὀλίγον συνέπεσε χρόνον τὴν πόλιν ὑπὸ τῶν Κρατίππου παίδων κατὰ τὰ Μιθριδατικά.
在米特里达梯战争期间,该城曾一度被克拉提普斯的儿子们短暂僭主统治。