§14.1.29μετὰ δὲ Κολοφῶνα ὄρος Κοράκιον καὶ νησίον ἱερὸν Ἀρτέμιδος, εἰς ὃ διανηχομένας τίκτειν τὰς ἐλάφους πεπιστεύκασιν.
コロポンの次にはコラキオン山があり、アルテミスの聖なる小島がある。 そこへは雌鹿が泳ぎ渡って子を産むと信じられている。
εἶτα Λέβεδος διέχουσα Κολοφῶνος ἑκατὸν καὶ εἴκοσιν·
次にレベドスがあり、コロポンから百二十スタディオン離れている。
ἐνταῦθα τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν ἡ σύνοδος καὶ κατοικία τῶν ἐν Ἰωνίᾳ μέχρι Ἑλλησπόντου, ἐν ᾗ πανήγυρίς τε καὶ ἀγῶνες κατʼ ἔτος συντελοῦνται τῷ Διονύσῳ.
ここには、イオニアからヘレスポントスに至るまでのディオニュソス芸能人たちの同盟および居住地があり、そこでは毎年ディオニュソスのために祝祭と競技会が開催される。
ἐν Τέῳ δὲ ᾤκουν πρότερον τῇ ἐφεξῆς πόλει τῶν Ἰώνων, ἐμπεσούσης δὲ στάσεως εἰς Ἔφεσον κατέφυγον·
彼らは以前は、次に続くイオニア人の都市テオスに住んでいたが、内紛が勃発したため、エフェソスへ逃れた。
Ἀττάλου δʼ εἰς Μυόννησον αὐτοὺς καταστήσαντος μεταξὺ Τέω καὶ Λεβέδου, πρεσβεύονται Τήιοι δεόμενοι Ῥωμαίων μὴ περιιδεῖν ἐπιτειχιζομένην σφίσι τὴν Μυόννησον, οἱ δὲ μετέστησαν εἰς Λέβεδον δεξαμένων τῶν Λεβεδίων ἀσμένως διὰ τὴν κατέχουσαν αὐτοὺς ὀλιγανδρίαν.
アッタロスが彼らをテオスとレベドスの間にあるミュオンネソスに入植させたところ、テオス人たちは使節を派遣してローマ人に対し、ミュオンネソスが自分たちに対する要塞化されるのを見過ごさないよう懇願した。 そこでローマ人たちは、彼らをレベドスへ移住させた。 レベドス人たちは、自分たちを支配していた過疎のために、彼らを喜んで受け入れた。
καὶ Τέως δὲ Λεβέδου διέχει ἑκατὸν εἴκοσι, μεταξὺ δὲ νῆσος Ἀσπίς, οἱ δʼ Ἀρκόνησον καλοῦσι·
テオスもまたレベドスから百二十スタディオン離れており、その間にはアスピスという島があり、ある人々はこれをアルコネソスと呼んでいる。
καὶ ἡ Μυόννησος δὲ ἐφʼ ὕψους χερρονησίζοντος κατοικεῖται.
また、ミュオンネソスも半島状の丘の上に築かれている。
§14.1.30καὶ ἡ Τέως δὲ ἐπὶ χερρονήσῳ ἵδρυται λιμένα ἔχουσα·
テオスもまた半島の上に位置しており、港を持っている。
ἐνθένδʼ ἐστὶν Ἀνακρέων ὁ μελοποιός, ἐφʼ οὗ Τήιοι τὴν πόλιν ἐκλιπόντες εἰς Ἄβδηρα ἀπῴκησαν Θρᾳκίαν πόλιν, οὐ φέροντες τὴν τῶν Περσῶν ὕβριν, ἀφʼ οὗ καὶ τοῦτʼ εἴρηται
"
Ἄβδηρα καλὴ Τηίων ἀποικίη.
抒情詩人アナクレオンはここの出身であり、彼の時代に、テオス人たちはペルシア人の横暴に耐えかねて都市を放棄し、トラキアの都市アブデラへ移住した。 このことから、次のように言われている。 「アブデラはテオス人の美しい植民都市。
"
πάλιν δʼ ἐπανῆλθόν τινες αὐτῶν χρόνῳ ὕστερον·
」しかし彼らのうちの一部は後に再び戻ってきた。
εἴρηται δὲ καὶ περὶ Ἀπελλικῶντος ὅτι Τήιος ἦν κἀκεῖνος·
アペリコンについても彼がテオス人であったと言及されている。
γέγονε δὲ καὶ συγγραφεὺς Ἑκαταῖος ἐκ τῆς αὐτῆς πόλεως.
また、歴史家ヘカタイオスも同じ都市の出身である。
ἔστι καὶ ἄλλος λιμὴν ὁ πρόσβορρος ἀπὸ τριάκοντα σταδίων τῆς πόλεως Γερραιίδαι.
都市から三十スタディオンのところには、ゲルライイダイという北の別の港もある。
§14.1.31εἶτα Χαλκιδεῖς ὁ τῆς χερρονήσου ἰσθμὸς τῆς Τηίων καὶ Ἐρυθραίων·
次に、テオス人とエリトリア人の半島の地峡であるカルキデイスがある。
ἐντὸς μὲν οὖν τοῦ ἰσθμοῦ οἰκοῦσιν οὗτοι, ἐπʼ αὐτῷ δὲ τῷ ἰσθμῷ Τήιοι καὶ Κλαζομένιοι·
この地峡の内側には彼らが住んでおり、地峡そのものの上にはテオス人とクラゾメナイ人が住んでいる。
τὸ μὲν γὰρ νότιον τοῦ ἰσθμοῦ πλευρὸν ἔχουσι Τήιοι τοὺς Χαλκιδέας, τὸ δὲ πρόσβορρον Κλαζομένιοι, καθʼ ὃ συνάπτουσι τῇ Ἐρυθραίᾳ.
というのも、地峡の南側はテオス人がカルキデイスを領有し、北側はクラゾメナイ人が領有しており、そこで彼らはエリトリア領と接している。
κεῖται δʼ Ὑπόκρημνος ὁ τόπος ἐπὶ τῇ ἀρχῇ τοῦ ἰσθμοῦ, ἐντὸς μὲν ἀπολαμβάνων τὴν Ἐρυθραίαν ἐκτὸς δὲ τὴν τῶν Κλαζομενίων.
ヒポクレムノスという場所は地峡の始まりに位置し、内側にエリトリア領を、外側にクラゾメナイ領を画定している。
ὑπέρκειται δὲ τῶν Χαλκιδέων ἄλσος καθιερωμένον Ἀλεξάνδρῳ τῷ Φιλίππου, καὶ ἀγὼν ὑπὸ τοῦ κοινοῦ τῶν Ἰώνων Ἀλεξάνδρεια καταγγέλλεται, συντελούμενος ἐνταῦθα.
カルキデイスの上方にはフィリッポスの子アレクサンドロスに捧げられた聖林があり、イオニア同盟によって「アレクサンドレイア」という競技会が布告され、そこで催される。
ἡ δʼ ὑπέρβασις τοῦ ἰσθμοῦ τοῦ ἀπὸ τοῦ Ἀλεξανδρείου καὶ τῶν Χαλκιδέων μέχρι τοῦ Ὑποκρήμνου πεντήκοντά εἰσι στάδιοι, ὁ δὲ περίπλους πλείους ἢ χίλιοι.
アレクサンドレイオンおよびカルキデイスからヒポクレムノスに至る地峡の横断距離は五十スタディオンであるが、海路による迂回は千スタディオン以上である。
κατὰ μέσον δέ που τὸν περίπλουν αἱ Ἐρυθραί, πόλις Ἰωνικὴ λιμένα ἔχουσα καὶ νησῖδας προκειμένας τέτταρας Ἵππους καλουμένας.
その迂回のほぼ中間に、港を持ち、前方に「ヒッポイ」と呼ばれる四つの小島が浮かぶイオニアの都市エリトライがある。
§14.1.32πρὶν δʼ ἐλθεῖν ἐπὶ τὰς Ἐρυθράς, πρῶτον μὲν Ἔραι πολίχνιόν ἐστι Τηίων·
エリトライに達する前に、まずテオス人の小都市エライがある。
εἶτα Κώρυκος ὄρος ὑψηλὸν καὶ λιμὴν ὑπʼ αὐτῷ Κασύστης καὶ ἄλλος Ἐρυθρᾶς λιμὴν καλούμενος καὶ ἐφεξῆς πλείους ἕτεροι.
次に、コーリュコスという高い山があり、その下にはカスュステスという港、そして「エリトリアの港」と呼ばれる別の港があり、さらに続いて他の港がいくつかある。
φασὶ δὲ τὸν παράπλουν τοῦ Κωρύκου πάντα λῃστήριον ὑπάρξαι τῶν Κωρυκαίων καλουμένων, εὑρομένων τρόπον καινὸν τῆς ἐπιβουλῆς τῶν πλοϊζομένων·
コーリュコスの沿岸航路はすべて、「コーリュコス人」と呼ばれる者たちの海賊の巣窟であったと言われている。 彼らは、船旅をする人々を罠にかける新しい方法を編み出した。
κατεσπαρμένους γὰρ ἐν τοῖς λιμέσι τοῖς καθορμιζομένοις ἐμπόροις προσφοιτᾶν καὶ ὠτακουστεῖν τί φέροιεν καὶ ποῦ πλέοιεν, εἶτα συνελθόντας ἀναχθεῖσι τοῖς ἀνθρώποις ἐπιτίθεσθαι καὶ καθαρπάζειν·
すなわち、彼らは港に散らばり、入港する商人たちに近づいて、彼らが何を積んでおり、どこへ航行しようとしているのかを盗み聞きし、その後、集まって出帆した人々を襲い、強奪するのであった。
ἀφʼ οὗ δὴ πάντα τὸν πολυπράγμονα καὶ κατακούειν ἐπιχειροῦντα τῶν λάθρα καὶ ἐν ἀπορρήτῳ διαλεγομένων Κωρυκαῖον καλοῦμεν, καὶ ἐν παροιμίᾳ φαμέν
"
τοῦ δʼ ἆρʼ ὁ Κωρυκαῖος ἠκροάζετο,
"
ὅταν δοκῇ τις πράττειν διʼ ἀπορρήτων ἢ λαλεῖν, μὴ λανθάνῃ δὲ διὰ τοὺς κατασκοποῦντας καὶ φιλοπευστοῦντας τὰ μὴ προσήκοντα.
このことから、他人の秘密や極秘の会話を詮索し、盗み聞きしようとする者をすべて、私たちは「コーリュコス人」と呼び、また諺でも次のように言う。 「それなら、コーリュコス人が立ち聞きしていたのだ、」これは、誰かが秘密裏に行動したり話したりしていると思っているにもかかわらず、監視し、自分に関係のないことを詮索しようとする者たちのために、それが隠れていない場合に言われる。
§14.1.33μετὰ δὲ Κώρυκον Ἁλόννησος νησίον· εἶτα τὸ Ἄργεννον, ἄκρα τῆς Ἐρυθραίας πλησιάζουσα μάλιστα τῷ Χίων Ποσειδίῳ ποιοῦντι πορθμὸν ὅσον ἑξήκοντα σταδίων.
コーリュコスの次にはハロンネソスという小島があり、次にエリトリア領の岬であるアルゲンノンがある。 これはキオス人のポセイディオン岬に最も近づいており、約六十スタディオンの海峡を形成している。
μεταξὺ δὲ τῶν Ἐρυθρῶν καὶ τοῦ Ὑποκρήμνου Μίμας ἐστὶν ὄρος ὑψηλὸν εὔθηρον πολύδενδρον·
エリトライとヒポクレムノスの間には、獲物が豊かで木々がうっそうと茂る高い山ミマースがある。
εἶτα κώμη Κυβέλεια καὶ ἄκρα Μέλαινα καλουμένη μύλων ἔχουσα λατόμιον.
次にキュベレイアという村、そして石臼の採石場がある「メライナ」と呼ばれる岬がある。