§14.1.34ἐκ δʼ Ἐρυθρῶν Σίβυλλά ἐστιν, ἔνθους καὶ μαντικὴ γυνὴ τῶν ἀρχαίων τις·
エリトライの出身にはシビュラがいる。 彼女は古代の神憑りで予言的な女性である。
κατʼ Ἀλέξανδρον δὲ ἄλλη ἦν τὸν αὐτὸν τρόπον μαντική, καλουμένη Ἀθηναΐς, ἐκ τῆς αὐτῆς πόλεως·
アレクサンドロスの時代には、同じように予言的な別の女性がいて、アテナイスと呼ばれ、同じ都市の出身であった。
καὶ καθʼ ἡμᾶς Ἡρακλείδης Ἡροφίλειος ἰατρὸς συσχολαστὴς Ἀπολλωνίου τοῦ Μυός.
そして私たちの時代には、ヘロフィロス派の医師ヘラクレイドスがおり、彼は「ミュス」のアポロニオスの同門であった。
§14.1.35ἡ δὲ Χίος τὸν μὲν περίπλουν ἐστὶ σταδίων ἐνακοσίων παρὰ γῆν φερομένῳ, πόλιν δʼ ἔχει εὐλίμενον καὶ ναύσταθμον ναυσὶν ὀγδοήκοντα.
キオスは、陸沿いに進む者にとって周航距離が九百スタディオンであり、良い港を持つ都市と八十隻の船を収容できる海軍基地を有している。
ἐν δὲ τῷ περίπλῳ δεξιὰν τὴν νῆσον ἔχοντι ἀπὸ τῆς πόλεως πρῶτον μέν ἐστι τὸ Ποσείδιον, εἶτα Φάναι λιμὴν βαθύς, καὶ νεὼς Ἀπόλλωνος καὶ ἄλσος φοινίκων·
都市から島を右手に見て周航すると、まずポセイディオンがあり、次に深い港であるパナイ、アポロンの神殿、そしてナツメヤシの聖林がある。
εἶτα Νότιον ὕφορμος αἰγιαλός· εἶτα Λαΐους, καὶ οὗτος ὕφορμος αἰγιαλός, ὅθεν εἰς τὴν πόλιν ἑξήκοντα σταδίων ἰσθμός· περίπλους δὲ τριακοσίων ἑξήκοντα ὃν ἐπήλθομεν.
次にノティオンという投錨可能な海岸があり、次にライウスというこれも投錨可能な海岸がある。 そこから都市までは六十スタディオンの地峡があるが、私たちが巡った周航距離は三百六十スタディオンである。
εἶτα Μέλαινα ἄκρα, καθʼ ἣν τὰ Ψύρα νῆσος ἀπὸ πεντήκοντα σταδίων τῆς ἄκρας, ὑψηλή, πόλιν ὁμώνυμον ἔχουσα·
次にメライナ岬があり、その向かいには岬から五十スタディオン離れてプシュラ島がある。 この島は高く、同名の都市を持っている。
κύκλος δὲ τῆς νήσου τετταράκοντα στάδιοι.
この島の周囲は四十スタディオンである。
εἶθʼ ἡ Ἀριουσία χώρα τραχεῖα καὶ ἀλίμενος σταδίων ὅσον τριάκοντα, οἶνον ἄριστον φέρουσα τῶν Ἑλληνικῶν.
次にアリオウシア地方があり、険しく港がない土地が約三十スタディオン続き、ギリシアのもので最上のワインを産出する。
εἶτα τὸ Πελιναῖον ὄρος ὑψηλότατον τῶν ἐν τῇ νήσῳ.
次にペリナイオン山があり、これは島で最も高い山である。
ἔχει δʼ ἡ νῆσος καὶ λατόμιον μαρμάρου λίθου.
また、この島には大理石の採石場もある。
ἄνδρες δὲ Χῖοι γεγόνασιν ἐλλόγιμοι Ἴων τε ὁ τραγικὸς καὶ Θεόπομπος ὁ συγγραφεὺς καὶ Θεόκριτος ὁ σοφιστής· οὗτοι δὲ καὶ ἀντεπολιτεύσαντο ἀλλήλοις.
キオス人の著名な人物としては、悲劇詩人のイオン、歴史家のテオポンポス、ソフィストのテオクリトスがおり、後者の二人は互いに対立する政治活動を行った。
ἀμφισβητοῦσι δὲ καὶ Ὁμήρου Χῖοι, μαρτύριον μέγα τοὺς Ὁμηρίδας καλουμένους ἀπὸ τοῦ ἐκείνου γένους προχειριζόμενοι, ὧν καὶ Πίνδαρος μέμνηται
"
ὅθεν περ καὶ Ὁμηρίδαι
ῥαπτῶν ἐπέων τὰ πόλλʼ ἀοιδοί
"
ἐκέκτηντο δὲ καὶ ναυτικόν ποτε Χῖοι, καὶ ἀνθήπτοντο τῆς κατὰ θάλατταν ἀρχῆς καὶ ἐλευθερίας.
また、キオス人たちはホメロスが自らの同胞であると主張しており、彼の血統から名づけられたいわゆるホメリダイを大きな証拠として提示している。 ピンダロスも彼らについて次のように言及している。 そこからまさにホメリダイも、縫い合わされた詩の歌い手たちとして、多くの場合[歌い始める] "またキオス人たちはかつて海軍力も保持しており、海上での覇権と自由を競い取った。
ἐκ Χίου δʼ εἰς Λέσβον νότῳ τετρακόσιοί που στάδιοι.
キオスからレスボスまでは、南風に乗って約四百スタディオンである。
§14.1.36ἐκ δὲ τοῦ Ὑποκρήμνου Χύτριόν ἐστι τόπος, ὅπου πρότερον ἵδρυντο Κλαζομεναί·
ヒポクレムノスの次には、かつてクラゾメナイが築かれていた場所であるキュトリオンがある。
εἶθʼ ἡ νῦν πόλις νησία ἔχουσα προκείμενα ὀκτὼ γεωργούμενα·
次に、耕作されている八つの小島が前方に浮かぶ、現在の都市がある。
Κλαζομένιος δʼ ἦν ἀνὴρ ἐπιφανὴς Ἀναξαγόρας ὁ φυσικός, Ἀναξιμένους ὁμιλητὴς τοῦ Μιλησίου·
クラゾメナイ人には、ミレトスの人アナクシメネスの門下である、自然哲学者の著名な人物アナクサゴラスがいた。
διήκουσαν δὲ τούτου Ἀρχέλαος ὁ φυσικὸς καὶ Εὐριπίδης ὁ ποιητής.
彼の講義を、自然哲学者のアルケラオスと詩人のエウリピデスが聴講した。
εἶθʼ ἱερὸν Ἀπόλλωνος καὶ θερμὰ ὕδατα καὶ ὁ Σμυρναίων κόλπος καὶ ἡ πόλις.
次に、アポロンの神殿、温熱の泉、スミュルナ湾、そしてその都市がある。
§14.1.37ἑξῆς δὲ ἄλλος κόλπος, ἐν ᾧ ἡ παλαιὰ Σμύρνα ἀπὸ εἴκοσι σταδίων τῆς νῦν.
次に別の湾があり、そこには現在の都市から二十スタディオン離れたところに、かつての古スミュルナがある。
Λυδῶν δὲ κατασπασάντων τὴν Σμύρναν περὶ τετρακόσια ἔτη διετέλεσεν οἰκουμένη κωμηδόν·
リュディア人たちがスミュルナを破壊した後、約四百年間、この都市は村落ごとに人々が暮らす状態が続いた。
εἶτα ἀνήγειρεν αὐτὴν Ἀντίγονος, καὶ μετὰ ταῦτα Λυσίμαχος, καὶ νῦν ἐστι καλλίστη τῶν πασῶν, μέρος μέν τι ἔχουσα ἐπʼ ὄρει τετειχισμένον, τὸ δὲ πλέον ἐν πεδίῳ πρὸς τῷ λιμένι καὶ πρὸς τῷ μητρῴῳ καὶ πρὸς γυμνασίῳ.
その後、アンティゴノスが、さらにその後にはリュシマコスがこの都市を再興し、現在ではすべての都市の中で最も美しい都市であり、一部は山の上に城壁で囲まれているが、大部分は港、母神の神殿、そして体育場に近い平野に位置している。
ἔστι δʼ ἡ ῥυμοτομία διάφορος ἐπʼ εὐθειῶν εἰς δύναμιν καὶ αἱ ὁδοὶ λιθόστρωτοι στοαί τε μεγάλαι τετράγωνοι, ἐπίπεδοί τε καὶ ὑπερῷοι·
街路の区画整理は優れており、できる限り直線的に作られ、道路は石畳で舗装され、平屋および二階建ての大きな四角い列柱廊が備えられている。
ἔστι δὲ καὶ βιβλιοθήκη καὶ τὸ Ὁμήρειον, στοὰ τετράγωνος, ἔχουσα νεὼν Ὁμήρου καὶ ξόανον·
また、図書館、そして四角い列柱廊でありホメロスの神殿と木彫りの像を有するホメレイオンもある。
μεταποιοῦνται γὰρ καὶ οὗτοι διαφερόντως τοῦ ποιητοῦ, καὶ δὴ καὶ νόμισμά τι χαλκοῦν παρʼ αὐτοῖς Ὁμήρειον λέγεται.
というのも、彼らもこの詩人の所有権をとりわけ強く主張しており、事実、彼らの間ではある青銅貨が「ホメレイオン」と呼ばれている。
ῥεῖ δὲ πλησίον τοῦ τείχους ὁ Μέλης ποταμός.
城壁の近くをメレス川が流れている。
ἔστι δὲ πρὸς τῇ ἄλλῃ κατασκευῇ τῆς πόλεως καὶ λιμὴν κλειστός.
都市のその他の建造物に加えて、閉鎖された港もある。
ἓν δʼ ἐλάττωμα τῶν ἀρχιτεκτόνων οὐ μικρόν, ὅτι τὰς ὁδοὺς στορνύντες ὑπορρύσεις οὐκ ἔδωκαν αὐταῖς, ἀλλʼ ἐπιπολάζει τὰ σκύβαλα καὶ μάλιστα ἐν τοῖς ὄμβροις ἐπαφιεμένων τῶν ἀποσκευῶν.
しかし、建築家たちの小さくない欠陥が一つある。 それは、道路を舗装する際に下水用の傾斜を設けなかったことであり、そのためゴミがあふれ、特に雨の際には汚物が流し出されることでそれが著しくなる。
ἐνταῦθα Δολοβέλλας Τρεβώνιον ἐκπολιορκήσας ἀνεῖλεν, ἕνα τῶν δολοφονησάντων Καίσαρα τὸν θεόν, καὶ τῆς πόλεως παρέλυσε πολλὰ μέρη.
ここでドルベッラがトレボニウスを包囲戦によって捕らえて殺害したが、彼は神君カエサルを暗殺した者の一人であり、都市の多くの部分を破壊した。