Humanitext Reader

斯特拉波 · 地理学 §14.1.29-14.1.33

从莱贝多斯到特奥斯及爱奥尼亚半岛诸城

第 445 段,共 577 段 · 希腊语

内容简介

记述了爱奥尼亚地区的地理细节,包括莱贝多斯的狄奥尼索斯艺人同盟历史、特奥斯的诗人阿那克里翁与殖民史、哈尔基德伊地峡的势力划分、由科吕科斯人窃听衍生出的俗语,以及米马斯山等地理地标。

§14.1.29μετὰ δὲ Κολοφῶνα ὄρος Κοράκιον καὶ νησίον ἱερὸν Ἀρτέμιδος, εἰς ὃ διανηχομένας τίκτειν τὰς ἐλάφους πεπιστεύκασιν.
科洛丰之后是科拉基翁山和阿耳忒弥斯的神圣小岛,人们相信雌鹿会游过去产仔。
εἶτα Λέβεδος διέχουσα Κολοφῶνος ἑκατὸν καὶ εἴκοσιν· ἐνταῦθα τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν ἡ σύνοδος καὶ κατοικία τῶν ἐν Ἰωνίᾳ μέχρι Ἑλλησπόντου, ἐν ᾗ πανήγυρίς τε καὶ ἀγῶνες κατʼ ἔτος συντελοῦνται τῷ Διονύσῳ.
接着是莱贝多斯,距离科洛丰一百二十斯塔迪翁;这里是爱奥尼亚直至赫勒斯滂的狄奥尼索斯艺人同盟及其定居地,每年在此举行纪念狄奥尼索斯的盛大节日和竞技会。
ἐν Τέῳ δὲ ᾤκουν πρότερον τῇ ἐφεξῆς πόλει τῶν Ἰώνων, ἐμπεσούσης δὲ στάσεως εἰς Ἔφεσον κατέφυγον· Ἀττάλου δʼ εἰς Μυόννησον αὐτοὺς καταστήσαντος μεταξὺ Τέω καὶ Λεβέδου, πρεσβεύονται Τήιοι δεόμενοι Ῥωμαίων μὴ περιιδεῖν ἐπιτειχιζομένην σφίσι τὴν Μυόννησον, οἱ δὲ μετέστησαν εἰς Λέβεδον δεξαμένων τῶν Λεβεδίων ἀσμένως διὰ τὴν κατέχουσαν αὐτοὺς ὀλιγανδρίαν.
他们以前住在紧邻的爱奥尼亚人城市特奥斯,但当内乱爆发时,他们逃到了以弗所;当阿塔罗斯将他们安置在特奥斯和莱贝多斯之间的缪翁内索斯时,特奥斯人派遣使节恳求罗马人不要听任缪翁内索斯被加固为针对他们的要塞。 罗马人随后将他们迁往莱贝多斯,莱贝多斯人因自身人口稀少而乐意接纳了他们。
καὶ Τέως δὲ Λεβέδου διέχει ἑκατὸν εἴκοσι, μεταξὺ δὲ νῆσος Ἀσπίς, οἱ δʼ Ἀρκόνησον καλοῦσι· καὶ ἡ Μυόννησος δὲ ἐφʼ ὕψους χερρονησίζοντος κατοικεῖται.
特奥斯距离莱贝多斯也是一百二十斯塔迪翁,两地之间有阿斯皮斯岛,有人称其为阿尔科内索斯;缪翁内索斯也建在半岛状的高地上。
§14.1.30καὶ ἡ Τέως δὲ ἐπὶ χερρονήσῳ ἵδρυται λιμένα ἔχουσα·
特奥斯也建在半岛上,并拥有一个港口。
ἐνθένδʼ ἐστὶν Ἀνακρέων ὁ μελοποιός, ἐφʼ οὗ Τήιοι τὴν πόλιν ἐκλιπόντες εἰς Ἄβδηρα ἀπῴκησαν Θρᾳκίαν πόλιν, οὐ φέροντες τὴν τῶν Περσῶν ὕβριν, ἀφʼ οὗ καὶ τοῦτʼ εἴρηται " Ἄβδηρα καλὴ Τηίων ἀποικίη.
抒情诗人阿那克里翁是这里的人,在他的时代,特奥斯人因无法忍受波斯人的横暴而遗弃了城市,迁往色雷斯的城市阿布德拉,因此也有了这样的说法: “阿布德拉是特奥斯人的美丽殖民地。
" πάλιν δʼ ἐπανῆλθόν τινες αὐτῶν χρόνῳ ὕστερον·
” 但他们中的一些人后来又回到了这里。
εἴρηται δὲ καὶ περὶ Ἀπελλικῶντος ὅτι Τήιος ἦν κἀκεῖνος· γέγονε δὲ καὶ συγγραφεὺς Ἑκαταῖος ἐκ τῆς αὐτῆς πόλεως.
关于阿佩利孔,也有人提到他也是特奥斯人;历史学家赫卡泰乌斯也来自同一个城市。
ἔστι καὶ ἄλλος λιμὴν ὁ πρόσβορρος ἀπὸ τριάκοντα σταδίων τῆς πόλεως Γερραιίδαι.
在距离城市三十斯塔迪翁的地方,还有一个北部的港口盖赖伊代。
§14.1.31εἶτα Χαλκιδεῖς ὁ τῆς χερρονήσου ἰσθμὸς τῆς Τηίων καὶ Ἐρυθραίων· ἐντὸς μὲν οὖν τοῦ ἰσθμοῦ οἰκοῦσιν οὗτοι, ἐπʼ αὐτῷ δὲ τῷ ἰσθμῷ Τήιοι καὶ Κλαζομένιοι· τὸ μὲν γὰρ νότιον τοῦ ἰσθμοῦ πλευρὸν ἔχουσι Τήιοι τοὺς Χαλκιδέας, τὸ δὲ πρόσβορρον Κλαζομένιοι, καθʼ ὃ συνάπτουσι τῇ Ἐρυθραίᾳ.
接着是哈尔基德伊,即特奥斯人和厄立特里亚人半岛的地峡;在这一地峡内侧居住着这些人,而在地峡本身之上居住着特奥斯人和克拉佐门尼人;因为特奥斯人在地峡南侧拥有哈尔基德伊,而克拉佐门尼人则拥有北侧,并在那里与厄立特里亚领土相接。
κεῖται δʼ Ὑπόκρημνος ὁ τόπος ἐπὶ τῇ ἀρχῇ τοῦ ἰσθμοῦ, ἐντὸς μὲν ἀπολαμβάνων τὴν Ἐρυθραίαν ἐκτὸς δὲ τὴν τῶν Κλαζομενίων.
希波克雷姆诺斯这一地方位于地峡的起点,将厄立特里亚领土划分在内侧,将克拉佐门尼领土划分在外侧。
ὑπέρκειται δὲ τῶν Χαλκιδέων ἄλσος καθιερωμένον Ἀλεξάνδρῳ τῷ Φιλίππου, καὶ ἀγὼν ὑπὸ τοῦ κοινοῦ τῶν Ἰώνων Ἀλεξάνδρεια καταγγέλλεται, συντελούμενος ἐνταῦθα.
在哈尔基德伊上方有一片献给腓力之子亚历山大的圣林,爱奥尼亚同盟在此宣布并举办名为“亚历山大竞技会”的比赛。
ἡ δʼ ὑπέρβασις τοῦ ἰσθμοῦ τοῦ ἀπὸ τοῦ Ἀλεξανδρείου καὶ τῶν Χαλκιδέων μέχρι τοῦ Ὑποκρήμνου πεντήκοντά εἰσι στάδιοι, ὁ δὲ περίπλους πλείους ἢ χίλιοι.
从亚历山大圣林及哈尔基德伊到希波克雷姆诺斯横穿地峡的距离为五十斯塔迪翁,幕后绕行则需要一千多斯塔迪翁。
κατὰ μέσον δέ που τὸν περίπλουν αἱ Ἐρυθραί, πόλις Ἰωνικὴ λιμένα ἔχουσα καὶ νησῖδας προκειμένας τέτταρας Ἵππους καλουμένας.
在绕行航程的大致中间位置是厄立特里亚,这是一座爱奥尼亚城市,拥有港口,前方有四个被称为“希波伊”的小岛。
§14.1.32πρὶν δʼ ἐλθεῖν ἐπὶ τὰς Ἐρυθράς, πρῶτον μὲν Ἔραι πολίχνιόν ἐστι Τηίων· εἶτα Κώρυκος ὄρος ὑψηλὸν καὶ λιμὴν ὑπʼ αὐτῷ Κασύστης καὶ ἄλλος Ἐρυθρᾶς λιμὴν καλούμενος καὶ ἐφεξῆς πλείους ἕτεροι.
在到达厄立特里亚之前,首先是特奥斯人的小镇埃赖;接着是科吕科斯高山,山下是卡叙斯忒斯港,以及另一个被称为“厄立特里亚港”的港口,随后还有其他几个港口。
φασὶ δὲ τὸν παράπλουν τοῦ Κωρύκου πάντα λῃστήριον ὑπάρξαι τῶν Κωρυκαίων καλουμένων, εὑρομένων τρόπον καινὸν τῆς ἐπιβουλῆς τῶν πλοϊζομένων· κατεσπαρμένους γὰρ ἐν τοῖς λιμέσι τοῖς καθορμιζομένοις ἐμπόροις προσφοιτᾶν καὶ ὠτακουστεῖν τί φέροιεν καὶ ποῦ πλέοιεν, εἶτα συνελθόντας ἀναχθεῖσι τοῖς ἀνθρώποις ἐπιτίθεσθαι καὶ καθαρπάζειν·
据说科吕科斯的整个沿海航线曾是被称为“科吕科斯人”的强盗的巢穴,他们发明了一种算计航海者的新方法:他们分散在港口,接近进港的商人,窃听他们运载什么货物以及要航行去哪里,然后聚集起来,在这些人出海后发动袭击并实施抢劫。
ἀφʼ οὗ δὴ πάντα τὸν πολυπράγμονα καὶ κατακούειν ἐπιχειροῦντα τῶν λάθρα καὶ ἐν ἀπορρήτῳ διαλεγομένων Κωρυκαῖον καλοῦμεν, καὶ ἐν παροιμίᾳ φαμέν " τοῦ δʼ ἆρʼ ὁ Κωρυκαῖος ἠκροάζετο, " ὅταν δοκῇ τις πράττειν διʼ ἀπορρήτων ἢ λαλεῖν, μὴ λανθάνῃ δὲ διὰ τοὺς κατασκοποῦντας καὶ φιλοπευστοῦντας τὰ μὴ προσήκοντα.
因此,我们把所有爱管闲事、试图窃听他人秘密和私下谈话的人都称为“科吕科斯人”,俗语也说: “那么,科吕科斯人当时正在听他说话,” 每当有人以为自己在秘密行事或说话,却因为那些窥探和打听无关之事的人而没有逃过注意时,就会使用这句俗语。
§14.1.33μετὰ δὲ Κώρυκον Ἁλόννησος νησίον· εἶτα τὸ Ἄργεννον, ἄκρα τῆς Ἐρυθραίας πλησιάζουσα μάλιστα τῷ Χίων Ποσειδίῳ ποιοῦντι πορθμὸν ὅσον ἑξήκοντα σταδίων.
在科吕科斯之后是哈洛内索斯小岛;接着是阿尔根农,这是厄立特里亚领土的一个海岬,最靠近希俄斯人的波塞迪翁,形成一个约六十斯塔迪翁的海峡。
μεταξὺ δὲ τῶν Ἐρυθρῶν καὶ τοῦ Ὑποκρήμνου Μίμας ἐστὶν ὄρος ὑψηλὸν εὔθηρον πολύδενδρον· εἶτα κώμη Κυβέλεια καὶ ἄκρα Μέλαινα καλουμένη μύλων ἔχουσα λατόμιον.
在厄立特里亚和希波克雷姆诺斯之间是米马斯山,这是一座高山,猎物丰富且树木繁茂;接着是库贝莱亚村,以及一个被称为梅莱纳的海岬,那里有一个磨石采石场。

词汇与语法注释

  1. 14.1.29εἰς ὃ διανηχομένας τίκτειν τὰς ἐλάφους πεπιστεύκασιν — 这是一个带对格的不定式结构,其中阴性复数对格分词 `διανηχομένας` 与不定式的主语 `τὰς ἐλάφους`(阴性名词“雌鹿”)一致。描述了人们相信雌鹿会游到小岛上产仔的传说。
  2. 14.1.29οἱ δὲ μετέστησαν — 这里的代词 `οἱ δὲ` 指的是前文中特奥斯人使节恳求的对象,即“罗马人(`Ῥωμαίων`)”。表明罗马人介入并决定将艺人们迁往莱贝多斯,以解决特奥斯与莱贝多斯之间的争端。
  3. 14.1.31Χαλκιδεῖς — 主格复数专属名词,此处与“地峡(`ἰσθμός`)”作同格语,指代被称为哈尔基德伊的地区。它界定了特奥斯人、厄立特里亚人和克拉佐门尼人领土相接的边界区域。
  4. 14.1.32τοῦ δʼ ἆρʼ ὁ Κωρυκαῖος ἠκροάζετο — 引用俗语。属格代词 `τοῦ` 作为要求属格支配的动词 `ἠκροάζετο`(“窃听”)的宾语,指代“他”(商人或私下说话的人)。语气词 `ἆρα`(`ἆρ'`)表示突然的发现或感叹(“原来,那么”)。

引用这一段

斯特拉波, 地理学 §14.1.29-14.1.33. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.1.29-14.1.33

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。