Humanitext Reader

ストラボン · 地理誌 §14.1.1-14.1.3

イオニア沿岸の概況と各都市の創建伝承

437 / 577 箇所 · ギリシア語

要旨

イオニア、カリア、および小アジア南沿岸部の記述の開始を告げ、イオニア沿岸の航路と距離の概要、およびイオニア12都市(イオニア同盟)の伝説的な創建者たちに関するフェレキュデスらの所説を紹介する。

§14.1.1λοιπὸν δʼ ἐστὶν εἰπεῖν περὶ Ἰώνων καὶ Καρῶν καὶ τῆς ἔξω τοῦ Ταύρου παραλίας, ἣν ἔχουσι Λύκιοί τε καὶ Πάμφυλοι καὶ Κίλικες·
残されているのは、イオニア人とカリア人、およびタウロス山脈の外側でリュキア人、パンピュリア人、キリキア人が所有している沿岸地域について述べることである。
οὕτω γὰρ ἂν ἔχοι τέλος ἡ πᾶσα τῆς χερρονήσου περιήγησις, ἧς ἰσθμὸν ἔφαμεν τὴν ὑπέρβασιν τὴν ἐκ τῆς Ποντικῆς θαλάττης ἐπὶ τὴν Ἰσσικήν.
このようにすれば、半島全体の周遊が終わりを迎えることになるだろう。 その半島の地峡として、我々はポントス海からイッソス湾へと越える道を呼んだのである。
§14.1.2ἔστι δὲ τῆς Ἰωνίας ὁ μὲν περίπλους ὁ παρὰ γῆν σταδίων που τρισχιλίων τετρακοσίων τριάκοντα διὰ τοὺς κόλπους καὶ διὰ τὸ χερρονησίζειν ἐπὶ πλεῖον τὴν χώραν, τὸ δʼ ἐπʼ εὐθείας μῆκος οὐ πολύ.
イオニアについては、沿岸に沿った航路は、湾が入り組んでいることや、陸地がさらに半島状に突き出ていることのために、およそ3,430スタディオンであるが、直線距離としての長さは長くはない。
αὐτὸ οὖν τὸ ἐξ Ἐφέσου μέχρι Σμύρνης ὁδὸς μέν ἐστιν ἐπʼ εὐθείας τριακόσιοι εἴκοσι στάδιοι·
それゆえ、エペソスからスミュルナまで自体の直線道路は320スタディオンである。
εἰς γὰρ Μητρόπολιν ἑκατὸν καὶ εἴκοσι στάδιοι, οἱ λοιποὶ δὲ εἰς Σμύρναν·
すなわち、メトロポリスまでが120スタディオン、残りがスミュルナまでである。
περίπλους δὲ μικρὸν ἀπολείπων τῶν δισχιλίων καὶ διακοσίων.
しかしその間の航路は、2,200スタディオンよりわずかに短い。
ἔστι δʼ οὖν ἀπὸ τοῦ Ποσειδίου τοῦ Μιλησίων καὶ τῶν Καρικῶν ὅρων μέχρι Φωκαίας καὶ τοῦ Ἕρμου τὸ πέρας τῆς Ἰωνικῆς παραλίας.
ともかく、ミレトス人のポセイディオンおよびカリアとの境界から、ポカイアおよびヘルモス川までが、イオニア沿岸の限界である。
§14.1.3ταύτης δέ φησι Φερεκύδης Μίλητον μὲν καὶ Μυοῦντα καὶ τὰ περὶ Μυκάλην καὶ Ἔφεσον Κᾶρας ἔχειν πρότερον, τὴν δʼ ἑξῆς παραλίαν μέχρι Φωκαίας καὶ Χίον καὶ Σάμον, ἧς Ἀγκαῖος ἦρχε, Λέλεγας·
フェレキュデスによれば、この沿岸のうちミレトス、ミュウス、ミカレ周辺の地域、およびエペソスは以前はカリア人が所有しており、それに続くポカイアまでの沿岸やキオス、そしてアンカイオスが支配していたサモスはレレゲス人が所有していたという。
ἐκβληθῆναι δʼ ἀμφοτέρους ὑπὸ τῶν Ἰώνων καὶ εἰς τὰ λοιπὰ μέρη τῆς Καρίας ἐκπεσεῖν.
そして、双方がイオニア人によって追い払われ、カリアの残りの部分へと逃れたという。
ἄρξαι δέ φησιν Ἄνδροκλον τῆς τῶν Ἰώνων ἀποικίας, ὕστερον τῆς Αἰολικῆς, υἱὸν γνήσιον Κόδρου τοῦ Ἀθηνῶν βασιλέως, γενέσθαι δὲ τοῦτον Ἐφέσου κτίστην.
また、アイオリス人の植民に遅れて行われたイオニア人の植民移住を率いたのは、アテナイ王コドロスの嫡子アンドロクロスであり、彼がエペソスの創建者になったという。
διόπερ τὸ βασίλειον τῶν Ἰώνων ἐκεῖ συστῆναί φασι, καὶ ἔτι νῦν οἱ ἐκ τοῦ γένους ὀνομάζονται βασιλεῖς ἔχοντές τινας τιμάς, προεδρίαν τε ἐν ἀγῶσι καὶ πορφύραν ἐπίσημον τοῦ βασιλικοῦ γένους, σκίπωνα ἀντὶ σκήπτρου, καὶ τὰ ἱερὰ τῆς Ἐλευσινίας Δήμητρος.
そのため、イオニア人の王権はそこに確立されたと言われており、今なおその家系の出身者は王と呼ばれ、競技会での特等席や、王家の印である紫の衣、王笏の代わりの杖、そしてエレウシスのデメテルの儀礼などの特権を有している。
καὶ Μίλητον δʼ ἔκτισεν Νηλεὺς ἐκ Πύλου τὸ γένος ὤν·
また、ミレトスは、家系においてピュロス出身のネレウスが創建した。
οἵ τε Μεσσήνιοι καὶ οἱ Πύλιοι συγγένειάν τινα προσποιοῦνται, καθʼ ἣν καὶ Μεσσήνιον τὸν Νέστορα οἱ νεώτεροί φασι ποιηταί, καὶ τοῖς περὶ Μέλανθον τὸν Κόδρου πατέρα πολλοὺς καὶ τῶν Πυλίων συνεξᾶραί φασιν εἰς τὰς Ἀθήνας·
メッセニア人とピュロス人は一種の親縁関係を主張しており、これに基づき後代の詩人たちはネストルをメッセニア人であると言い、コドロスの父メランドスとその一派とともに、ピュロス人の多くもアテナイへと共同で逃れたと言われている。
τοῦτον δὴ πάντα τὸν λαὸν μετὰ τῶν Ἰώνων κοινῇ στεῖλαι τὴν ἀποικίαν·
まさにこの全民衆が、イオニア人とともに共同で植民移住に赴いたのである。
τοῦ δὲ Νηλέως ἐπὶ τῷ Ποσειδίῳ βωμὸς ἵδρυμα δείκνυται.
そしてネレウスの祭壇が、ポセイディオンに遺構として示されている。
Κυδρῆλος δὲ νόθος υἱὸς Κόδρου Μυοῦντα κτίζει· Ἀνδρόπομπος δὲ Λέβεδον καταλαβόμενος τόπον τινὰ Ἄρτιν· Κολοφῶνα δʼ Ἀνδραίμων Πύλιος, ὥς φησι καὶ Μίμνερμος ἐν Ναννοῖ· Πριήνην δʼ Αἴπυτος ὁ Νηλέως, εἶθʼ ὕστερον Φιλωτᾶς ἐκ Θηβῶν λαὸν ἀγαγών· Τέω δὲ Ἀθάμας μὲν πρότερον, διόπερ Ἀθαμαντίδα καλεῖ αὐτὴν Ἀνακρέων, κατὰ δὲ τὴν Ἰωνικὴν ἀποικίαν Ναῦκλος υἱὸς Κόδρου νόθος, καὶ μετὰ τοῦτον Ἄποικος καὶ Δάμασος Ἀθηναῖοι καὶ Γέρης ἐκ Βοιωτῶν· Ἐρυθρὰς δὲ Κνῶπος, καὶ οὗτος υἱὸς Κόδρου νόθος· Φώκαιαν δʼ οἱ μετὰ Φιλογένους Ἀθηναῖοι· Κλαζομενὰς δὲ Πάραλος· Χίον δὲ Ἐγέρτιος, σύμμικτον ἐπαγαγόμενος πλῆθος· Σάμον δὲ Τεμβρίων, εἶθʼ ὕστερον Προκλῆς.
コドロスの庶子クドレロスはミュウスを創建し、アンドロポンポスはアルティスという場所を占領してレベドスを、ピュロス人アンドライモンはコロポンを、プリエネはネレウスの子アイピュトスが創建し、その後テーバイから民を率いてきたピロタスが、テオスは以前はアマタスが創建し(そのためアナクレオンはこれをアマタンティスと呼んでいる)、イオニア移住の際にはコドロスの庶子ナウクロスが、その後アテナイ人のアポイコスとダマソス、およびボイオティア出身のゲレスが、エリュトライはコドロスの庶子クノポスが、ポカイアはピロゲネス率いるアテナイ人が、クラゾメナイはパラロスが、キオスは混成の群衆を率いてきたエゲルティオスが、サモスはテンブリオンが、その後プロクレスがそれぞれ創建した。

語釈・文法注

  1. §14.1.1ἧς ἰσθμὸν ἔφαμεν — 関係代名詞 ἧς の先行詞は χερρονήσου(半島)であり、ἰσθμὸν は対格主語 τὴν ὑπέρβασιν... に対する述語。ἔφαμεν(我々は言った)は以前の記述(第12巻など)での言及を指している。
  2. §14.1.3Μίλητον μὲν... Κᾶρας ἔχειν πρότερον — 対格+不定詞(A.c.I.)構文において、主語は Κᾶρας(カリア人たち、対格複数)であり、Μίλητον... は不定詞 ἔχειν の目的語(対格)である。後続の τὴν δʼ ἑξῆς παραλίαν... Λέλεγας も同様で、Λέλεγας(レレゲス人たち、対格複数)が主語、παραλίαν... が目的語となる。
  3. §14.1.3Κυδρῆλος δὲ νόθος υἱὸς Κόδρου Μυοῦντα κτίζει — クドレロスによるミュウスの創建(Μυοῦντα κτίζει)を述べる文以降、動詞 κτίζει(創建する)や過去形が省略され、主格の名詞(創建者)と対格の名詞(都市名)が並置される構造が連続している(例:Ἀνδρόπομπος δὲ Λέβεδον...)。

この箇所を引用する

ストラボン, 地理誌 §14.1.1-14.1.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.1.1-14.1.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。