§14.1.1λοιπὸν δʼ ἐστὶν εἰπεῖν περὶ Ἰώνων καὶ Καρῶν καὶ τῆς ἔξω τοῦ Ταύρου παραλίας, ἣν ἔχουσι Λύκιοί τε καὶ Πάμφυλοι καὶ Κίλικες· οὕτω γὰρ ἂν ἔχοι τέλος ἡ πᾶσα τῆς χερρονήσου περιήγησις, ἧς ἰσθμὸν ἔφαμεν τὴν ὑπέρβασιν τὴν ἐκ τῆς Ποντικῆς θαλάττης ἐπὶ τὴν Ἰσσικήν.
It remains to speak of the Ionians and Carians, and of the coast outside the Taurus which is held by the Lycians, Pamphyli, and Cilicians; for in this way the entire description of the peninsula would come to an end, of which we said the isthmus was the passage from the Pontic Sea to the Gulf of Issus.
§14.1.2ἔστι δὲ τῆς Ἰωνίας ὁ μὲν περίπλους ὁ παρὰ γῆν σταδίων που τρισχιλίων τετρακοσίων τριάκοντα διὰ τοὺς κόλπους καὶ διὰ τὸ χερρονησίζειν ἐπὶ πλεῖον τὴν χώραν, τὸ δʼ ἐπʼ εὐθείας μῆκος οὐ πολύ.
Of Ionia, the coastal voyage along the land is some 3,430 stadia, because of the gulfs and because the country extends in peninsulas to a greater degree, but its length in a straight line is not great.
αὐτὸ οὖν τὸ ἐξ Ἐφέσου μέχρι Σμύρνης ὁδὸς μέν ἐστιν ἐπʼ εὐθείας τριακόσιοι εἴκοσι στάδιοι· εἰς γὰρ Μητρόπολιν ἑκατὸν καὶ εἴκοσι στάδιοι, οἱ λοιποὶ δὲ εἰς Σμύρναν· περίπλους δὲ μικρὸν ἀπολείπων τῶν δισχιλίων καὶ διακοσίων.
Therefore, the straight road itself from Ephesus to Smyrna is 320 stadia; for it is 120 stadia to Metropolis, and the rest to Smyrna; but the coastal voyage is slightly less than 2,200 stadia.
ἔστι δʼ οὖν ἀπὸ τοῦ Ποσειδίου τοῦ Μιλησίων καὶ τῶν Καρικῶν ὅρων μέχρι Φωκαίας καὶ τοῦ Ἕρμου τὸ πέρας τῆς Ἰωνικῆς παραλίας.
At all events, the limit of the Ionian coast is from the Poseidion of the Milesians and the Carian boundaries as far as Phocaea and the Hermus.
§14.1.3ταύτης δέ φησι Φερεκύδης Μίλητον μὲν καὶ Μυοῦντα καὶ τὰ περὶ Μυκάλην καὶ Ἔφεσον Κᾶρας ἔχειν πρότερον, τὴν δʼ ἑξῆς παραλίαν μέχρι Φωκαίας καὶ Χίον καὶ Σάμον, ἧς Ἀγκαῖος ἦρχε, Λέλεγας· ἐκβληθῆναι δʼ ἀμφοτέρους ὑπὸ τῶν Ἰώνων καὶ εἰς τὰ λοιπὰ μέρη τῆς Καρίας ἐκπεσεῖν.
Of this coast, Pherecydes says that the Carians formerly held Miletus, Myus, the parts around Mycale, and Ephesus, while the Leleges held the coast next in order as far as Phocaea, and Chios, and Samos, of which Ancaeus was ruler; but both were driven out by the Ionians and took refuge in the remaining parts of Caria.
ἄρξαι δέ φησιν Ἄνδροκλον τῆς τῶν Ἰώνων ἀποικίας, ὕστερον τῆς Αἰολικῆς, υἱὸν γνήσιον Κόδρου τοῦ Ἀθηνῶν βασιλέως, γενέσθαι δὲ τοῦτον Ἐφέσου κτίστην.
And he says that Androclus, a legitimate son of Codrus the king of Athens, led the colony of the Ionians, which was later than the Aeolian, and that he became the founder of Ephesus.
διόπερ τὸ βασίλειον τῶν Ἰώνων ἐκεῖ συστῆναί φασι, καὶ ἔτι νῦν οἱ ἐκ τοῦ γένους ὀνομάζονται βασιλεῖς ἔχοντές τινας τιμάς, προεδρίαν τε ἐν ἀγῶσι καὶ πορφύραν ἐπίσημον τοῦ βασιλικοῦ γένους, σκίπωνα ἀντὶ σκήπτρου, καὶ τὰ ἱερὰ τῆς Ἐλευσινίας Δήμητρος.
For this reason, they say, the royal seat of the Ionians was established there, and even now those of this family are called kings and have certain privileges, such as front seats at the games, a purple robe as a sign of the royal descent, a staff instead of a scepter, and the superintendence of the rites of Eleusinian Demeter.
καὶ Μίλητον δʼ ἔκτισεν Νηλεὺς ἐκ Πύλου τὸ γένος ὤν· οἵ τε Μεσσήνιοι καὶ οἱ Πύλιοι συγγένειάν τινα προσποιοῦνται, καθʼ ἣν καὶ Μεσσήνιον τὸν Νέστορα οἱ νεώτεροί φασι ποιηταί, καὶ τοῖς περὶ Μέλανθον τὸν Κόδρου πατέρα πολλοὺς καὶ τῶν Πυλίων συνεξᾶραί φασιν εἰς τὰς Ἀθήνας· τοῦτον δὴ πάντα τὸν λαὸν μετὰ τῶν Ἰώνων κοινῇ στεῖλαι τὴν ἀποικίαν· τοῦ δὲ Νηλέως ἐπὶ τῷ Ποσειδίῳ βωμὸς ἵδρυμα δείκνυται.
Miletus too was founded by Neleus, who was of Pylian descent; and the Messenians and the Pylians claim a certain kinship, in accordance with which the later poets say that Nestor was a Messenian, and they say that many of the Pylians accompanied those under Melanthus, the father of Codrus, to Athens; and that this entire multitude set out on the colony in common with the Ionians; and an altar founded by Neleus is shown at the Poseidion.
Κυδρῆλος δὲ νόθος υἱὸς Κόδρου Μυοῦντα κτίζει· Ἀνδρόπομπος δὲ Λέβεδον καταλαβόμενος τόπον τινὰ Ἄρτιν· Κολοφῶνα δʼ Ἀνδραίμων Πύλιος, ὥς φησι καὶ Μίμνερμος ἐν Ναννοῖ· Πριήνην δʼ Αἴπυτος ὁ Νηλέως, εἶθʼ ὕστερον Φιλωτᾶς ἐκ Θηβῶν λαὸν ἀγαγών· Τέω δὲ Ἀθάμας μὲν πρότερον, διόπερ Ἀθαμαντίδα καλεῖ αὐτὴν Ἀνακρέων, κατὰ δὲ τὴν Ἰωνικὴν ἀποικίαν Ναῦκλος υἱὸς Κόδρου νόθος, καὶ μετὰ τοῦτον Ἄποικος καὶ Δάμασος Ἀθηναῖοι καὶ Γέρης ἐκ Βοιωτῶν· Ἐρυθρὰς δὲ Κνῶπος, καὶ οὗτος υἱὸς Κόδρου νόθος· Φώκαιαν δʼ οἱ μετὰ Φιλογένους Ἀθηναῖοι· Κλαζομενὰς δὲ Πάραλος· Χίον δὲ Ἐγέρτιος, σύμμικτον ἐπαγαγόμενος πλῆθος· Σάμον δὲ Τεμβρίων, εἶθʼ ὕστερον Προκλῆς.
Cydrelus, a natural son of Codrus, founded Myus; and Andropompus founded Lebedos, having seized a place called Artis; and Andraemon, a Pylian, founded Colophon, as Mimnermus also says in his 'Nanno'; and Aepytus, the son of Neleus, founded Priene, and then later Philotas, who brought a people from Thebes; and Athamas formerly founded Teos (for which reason Anacreon calls it Athamantis), but at the time of the Ionian colonization, Nauclus, a natural son of Codrus, and after him Apoecus and Damasus, who were Athenians, and Geres from the Boeotians; and Cnopus, also a natural son of Codrus, founded Erythrae; and those under Philogenes, who were Athenians, Phocaea; and Paralus founded Clazomenae; and Egertius, Chios, having brought a mixed multitude; and Tembrion founded Samos, and then later Procles.