Humanitext Reader

ストラボン · 地理誌 §13.4.14-13.4.17

ヒエラポリスの冥界の洞窟とキビュラ地方

436 / 577 箇所 · ギリシア語

要旨

ヒエラポリスの温泉と毒ガスを噴出するプルトニオンの奇妙な現象(去勢神官への特異な影響など)を述べ、次いでアンティオキア、キビュラ、テルメッソスなどの位置、歴史、住民の言語多様性を紹介している。

§13.4.14ὑπερβαλοῦσι δὲ τὴν Μεσωγίδα τὴν μεταξὺ Καρῶν τε καὶ τῆς Νυσαΐδος, ἥ ἐστι χώρα κατὰ τὰ τοῦ Μαιάνδρου πέραν μέχρι τῆς Κιβυράτιδος καὶ τῆς Καβαλίδος, πόλεις εἰσὶ πρὸς μὲν τῇ Μεσωγίδι καταντικρὺ Λαοδικείας Ἱερὰ πόλις, ὅπου τὰ θερμὰ ὕδατα καὶ τὸ Πλουτώνιον, ἄμφω παραδοξολογίαν τινὰ ἔχοντα·
カリア人とニュサ地方の間にあるメソギス山を越える人々にとっては、そこはマイアンドロス川の向こう側からキビュラ地方やカバリス地方に至る地域であるが、メソギス山の麓、ラオディケイアの真向かいにヒエラポリスという都市があり、そこには温泉とプルトニオン(冥王の洞窟)が存在し、その双方が一種の驚異的な性質を備えている。
τὸ μὲν γὰρ ὕδωρ οὕτω ῥᾳδίως εἰς πῶρον μεταβάλλει πηττόμενον ὥστʼ ὀχετοὺς ἐπάγοντες φραγμοὺς ἀπεργάζονται μονολίθους, τὸ δὲ Πλουτώνιον ὑπʼ ὀφρύι μικρᾷ τῆς ὑπερκειμένης ὀρεινῆς στόμιόν ἐστι σύμμετρον ὅσον ἄνθρωπον δέξασθαι δυνάμενον, βεβάθυνται δʼ ἐπὶ πολύ·
すなわち、水は凝固して極めて容易に石灰華へと変化するため、人々は導水路を引くことで一枚岩の障壁を作り出すほどであり、他方プルトニオンは、その上にそびえる山地の小さな崖の下にあって、人が一人入れる程度の大きさの穴であるが、奥深くへと掘れ下がっている。
πρόκειται δὲ τούτου δρυφάκτωμα τετράγωνον ὅσον ἡμιπλέθρου τὴν περίμετρον·
その前には、周囲が半プレトロンほどの正方形の格子垣が置かれている。
τοῦτο δὲ πλῆρές ἐστιν ὁμιχλώδους παχείας ἀχλύος ὥστε μόγις τοὔδαφος καθορᾶν.
この囲いの内部は濃く霧深いもやで満ちており、地面をかろうじて見ることができるほどである。
τοῖς μὲν οὖν κύκλῳ πλησιάζουσι πρὸς τὸν δρύφακτον ἄλυπός ἐστιν ὁ ἀήρ, καθαρεύων ἐκείνης τῆς ἀχλύος ἐν ταῖς νηνεμίαις· συμμένει γὰρ ἐντὸς τοῦ περιβόλου·
したがって、周囲で格子垣に近づく人々にとっては、風のない時にはあのもやが格子垣の外に漂い出ないため、空気は無害であり、もやは囲いの内側に留まっている。
τῷ δʼ εἴσω παριόντι ζῴῳ θάνατος παραχρῆμα ἀπαντᾷ·
しかし、中に入る動物には即座に死が訪れる。
ταῦροι γοῦν εἰσαχθέντες πίπτουσι καὶ ἐξέλκονται νεκροί, ἡμεῖς δὲ στρουθία ἐπέμψαμεν καὶ ἔπεσεν εὐθὺς ἐκπνεύσαντα·
実際、雄牛を中に入れると倒れて死体となって引き出され、我々もスズメたちを放ってみたが、即座に息絶えて落ちた。
οἱ δʼ ἀπόκοποι Γάλλοι παρίασιν ἀπαθεῖς, ὥστε καὶ μέχρι τοῦ στομίου πλησιάζειν καὶ ἐγκύπτειν καὶ καταδύνειν μέχρι ποσοῦ συνέχοντας ὡς ἐπὶ τὸ πολὺ τὸ πνεῦμα·
しかし、去勢されたガッロイ(神官)たちは無傷で中に入り、穴の近くまで近づいて身をかがめたり、できるだけ長く息を止めてある程度まで潜り込んだりさえする。
ἑωρῶμεν γὰρ ἐκ τῆς ὄψεως ὡς ἂν πνιγώδους τινὸς πάθους ἔμφασιν, εἴτʼ ἐπὶ πάντων οὕτω πεπηρωμένων τοῦτο εἴτε μόνων τῶν περὶ τὸ ἱερόν, καὶ εἴτε θείᾳ προνοίᾳ, καθάπερ ἐπὶ τῶν ἐνθουσιασμῶν εἰκός, εἴτε ἀντιδότοις τισὶ δυνάμεσι τούτου συμβαίνοντος.
なぜなら、私たちは彼らの表情から、一種の窒息状態の兆候が見られるのを目にしたからである。 これが、(去勢されて)身体を損なわれたすべての人々に当てはまることなのか、それともあの神殿に関わる者たちだけに生じることなのか、そしてそれが、神憑りの時のように神の配慮によるものなのか、あるいは何らかの解毒作用を持つ力によるものなのかは別として。
τὸ δὲ τῆς ἀπολιθώσεως καὶ ἐπὶ τῶν ἐν Λαοδικείᾳ ποταμῶν φασι συμβαίνειν καίπερ ὄντων ποτίμων.
また、この石化現象は、ラオディケイアの河川でも起こると言われており、それらの川の水は飲料水であるにもかかわらずそうである。
ἔστι δὲ καὶ πρὸς βαφὴν ἐρίων θαυμαστῶς σύμμετρον τὸ κατὰ τὴν Ἱερὰν πόλιν ὕδωρ, ὥστε τὰ ἐκ τῶν ῥιζῶν βαπτόμενα ἐνάμιλλα εἶναι τοῖς ἐκ τῆς κόκκου καὶ τοῖς ἁλουργέσιν·
さらに、ヒエラポリスの水は羊毛の染色に驚くほど適しており、植物の根で染められたものは、コックス(えんじ虫)や紫貝で染められたものに匹敵するほどである。
οὕτω δʼ ἐστὶν ἄφθονον τὸ πλῆθος τοῦ ὕδατος ὥστε ἡ πόλις μεστὴ τῶν αὐτομάτων βαλανείων ἐστί.
そして、水の量が非常に豊富なので、都市は自然に湧き出る共同浴場で満ちている。
§13.4.15μετὰ δὲ τὴν Ἱερὰν πόλιν τὰ πέραν τοῦ Μαιάνδρου.
ヒエラポリスの次には、マイアンドロス川の向こう側の地域がある。
τὰ μὲν οὖν περὶ Λαοδίκειαν καὶ Ἀφροδισιάδα καὶ τὰ μέχρι Καρούρων εἴρηται·
ラオディケイアやアプロディシアス、およびカルラまでの地域についてはすでに述べた。
τὰ δʼ ἑξῆς ἐστι τὰ μὲν πρὸς δύσιν ἡ τῶν Ἀντιοχέων πόλις τῶν ἐπὶ Μαιάνδρῳ, τῆς Καρίας ἤδη·
それに続く地域は、西の方にはマイアンドロス河畔のアンティオキアの都市があり、これはすでにカリアに属している。
τὰ δὲ πρὸς νότον ἡ Κιβύρα ἐστὶν ἡ μεγάλη καὶ ἡ Σίνδα καὶ ἡ Καβαλὶς μέχρι τοῦ Ταύρου καὶ τῆς Λυκίας.
また、南の方には大キビュラ、シンダ、そしてタウロス山脈やリュキアに至るカバリス地方がある。
ἡ μὲν οὖν Ἀντιόχεια μετρία πόλις ἐστὶν ἐπʼ αὐτῷ κειμένη τῷ Μαιάνδρῳ κατὰ τὸ πρὸς τῇ Φρυγίᾳ μέρος, ἐπέζευκται δὲ γέφυρα·
アンティオキアは、フリュギアに隣接する側のマイアンドロス川そのもののほとりに位置する適度な大きさの都市であり、橋が架けられている。
χώραν δʼ ἔχει πολλὴν ἐφʼ ἑκάτερα τοῦ ποταμοῦ πᾶσαν εὐδαίμονα, πλείστην δὲ φέρει τὴν καλουμένην Ἀντιοχικὴν ἰσχάδα· τὴν δὲ αὐτὴν καὶ τρίφυλλον ὀνομάζουσιν·
川の両側に広大で全面が豊かな土地を所有しており、特に「アンティオキアの干しイチジク」と呼ばれるものを最も多く産出し、同じものを「三つ葉イチジク」とも呼んでいる。
εὔσειστος δὲ καὶ οὗτός ἐστιν ὁ τόπος.
この場所もまた、地震が多い。
σοφιστὴς δὲ παρὰ τούτοις ἔνδοξος γεγένηται Διοτρέφης, οὗ διήκουσεν Ὑβρέας ὁ καθʼ ἡμᾶς γενόμενος μέγιστος ῥήτωρ.
彼らの間からは高名なソフィストであるディオトレペスが出ており、我々の時代に最も偉大な弁論家となったヒュブレアスは彼の講義を聴いた。
§13.4.16Σολύμους δʼ εἶναί φασι τοὺς Καβαλεῖς·
カバレイス人はソリュモイ人であると言われている。
τῆς γοῦν Τερμησσέων ἄκρας ὁ ὑπερκείμενος λόφος καλεῖται Σόλυμος, καὶ αὐτοὶ δὲ οἱ Τερμησσεῖς Σόλυμοι καλοῦνται.
実際、テルメッソス人の城塞の上にそびえる丘はソリュモスと呼ばれ、テルメッソス人自身もソリュモイ人と呼ばれている。
πλησίον δʼ ἐστὶ καὶ ὁ Βελλεροφόντου χάραξ καὶ ὁ Πεισάνδρου τάφος τοῦ υἱοῦ πεσόντος ἐν τῇ πρὸς Σολύμους μάχῃ.
近くにはベッレロポンの陣営や、ソリュモイ人との戦いで戦死した彼の息子ペイサンドロスの墓もある。
ταῦτα δὲ καὶ τοῖς ὑπὸ τοῦ ποιητοῦ λεγομένοις ὁμολογεῖται·
これらのことは詩人が述べていることとも一致している。
περὶ μὲν γὰρ τοῦ Βελλεροφόντου φησὶν οὕτως " δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι.
ベッレロポンについてはこのように言っているからである。 「第二にまた、名高いソリュモイ人と戦った。
" περὶ δὲ τοῦ παιδὸς αὐτοῦ " Πείσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο μαρνάμενον Σολύμοισι κατέκτανεν.
」そしてその息子については、「彼の息子ペイサンドロスがソリュモイ人と戦っているところを、戦に飽くなきアレスが討ち取った。
" ἡ δὲ Τερμησσός ἐστι Πισιδικὴ πόλις ἡ μάλιστα καὶ ἔγγιστα ὑπερκειμένη τῆς Κιβύρας.
」テルメッソスはピシディアの都市であり、キビュラの上に最も近くそびえている。
§13.4.17λέγονται δὲ ἀπόγονοι Λυδῶν οἱ Κιβυρᾶται τῶν κατασχόντων τὴν Καβαλίδα·
キビュラ人は、カバリス地方を占領したリュディア人の末裔であると言われている。
ὕστερον δὲ Πισιδῶν τῶν ὁμόρων ἐποικησάντων καὶ μετακτισάντων εἰς ἕτερον τόπον εὐερκέστατον ἐν κύκλῳ σταδίων περὶ ἑκατόν.
その後、隣接するピシディア人が移住してきて、彼らを周囲約百スタディオンの極めて防御の堅い別の場所へ移して共同で都市を再建した。
ηὐξήθη δὲ διὰ τὴν εὐνομίαν, καὶ αἱ κῶμαι παρεξέτειναν ἀπὸ Πισιδίας καὶ τῆς ὁμόρου Μιλυάδος ἕως Λυκίας καὶ τῆς Ῥοδίων περαίας·
その都市は優れた統治によって発展し、その村落はピシディアや隣接するミリュアス地方から、リュキアやロドス人の対岸領土にまで広がった。
προσγενομένων δὲ τριῶν πόλεων ὁμόρων, Βουβῶνος Βαλβούρων Οἰνοάνδων, τετράπολις τὸ σύστημα ἐκλήθη, μίαν ἑκάστης ψῆφον ἐχούσης, δύο δὲ τῆς Κιβύρας·
隣接する三つの都市、ブボン、バルブラ、オイノアンダが加わると、この連合体は「テトラポリス(四都市連合)」と呼ばれ、各都市がそれぞれ一票を持つのに対し、キビュラは二票を持った。
ἔστελλε γὰρ αὕτη πεζῶν μὲν τρεῖς μυριάδας ἱππέας δὲ δισχιλίους·
なぜなら、キビュラ自身が歩兵三万、騎兵二千を送り出していたからである。
ἐτυραννεῖτο δʼ ἀεί, σωφρόνως δʼ ὅμως·
この都市は常に僭主に支配されていたが、それでも穏健に支配されていた。
ἐπὶ Μοαγέτου δʼ ἡ τυραννὶς τέλος ἔσχε, καταλύσαντος αὐτὴν Μουρηνᾶ καὶ Λυκίοις προσορίσαντος τὰ Βάλβουρα καὶ τὴν Βουβῶνα·
モアゲテスの時に僭主政は終わりを迎え、ムレナがこれを打倒して、バルブラとブボンをリュキア人の領土に編入した。
οὐδὲν δʼ ἧττον ἐν ταῖς μεγίσταις ἐξετάζεται διοικήσεσι τῆς Ἀσίας ἡ Κιβυρατική.
それにもかかわらず、キビュラ地方は、アジア属州の最大の行政区の一つに数えられている。
τέτταρσι δὲ γλώτταις ἐχρῶντο οἱ Κιβυρᾶται, τῇ Πισιδικῇ τῇ Σολύμων τῇ Ἑλληνίδι τῇ Λυδῶν· δὲ οὐδʼ ἴχνος ἐστὶν ἐν Λυδίᾳ.
キビュラ人は四つの言語、すなわちピシディア語、ソリュモイ語、ギリシア語、リュディア語を使用していたが、リュディア語の痕跡は、今やリュディア(本国)にすら存在しない。
ἴδιον δʼ ἐστὶν ἐν Κιβύρᾳ τὸ τὸν σίδηρον τορεύεσθαι ῥᾳδίως.
キビュラの特徴は、鉄が容易に浮き彫り細工されることである。
Μιλύα δʼ ἐστὶν ἡ ἀπὸ τῶν κατὰ Τερμησσὸν στενῶν καὶ τῆς εἰς τὸ ἐντὸς τοῦ Ταύρου ὑπερθέσεως διʼ αὐτῶν ἐπὶ Ἴσινδα παρατείνουσα ὀρεινὴ μέχρι Σαγαλασσοῦ καὶ τῆς Ἀπαμέων χώρας.
ミリュアスは、テルメッソス近郊の峡谷およびそこを通ってタウロス山脈の内部へと越える峠道から、イシンダへと延び、サガラッソスやアパメイア人の領土に至る山がちな地域である。

語釈・文法注

  1. 13.4.14ὑπερβαλοῦσι — 与格・複数・現在分詞。地理的な進路や視点を示す「〜を越える人々にとっては」という関係代名詞節のように機能する、方向や立場を示す与格として解釈される。
  2. 13.4.14εἴτʼ ἐπὶ πάντων οὕτω πεπηρωμένων — 分詞 `πεπηρωμένων`(πηρόω: 不具にする、去勢する)の属格。直前の `οἱ δʼ ἀπόκοποι Γάλλοι`(去勢されたガッロイ神官たち)を指しており、独立属格構文(genitive absolute)として「身体をこのように損なわれたすべての人々においてこれが当てはまるのか……」と解釈される。
  3. 13.4.17τῆς δὲ οὐδʼ ἴχνος ἐστὶν ἐν Λυδίᾳ — 定冠詞属格 `τῆς` は、直前の `τῇ Λυδῶν`(リュディア語)を指す女性単数名詞。キビュラではリュディア語が使用されていたが、本国たるリュディア地方にはもはやその痕跡がないことを示す。

この箇所を引用する

ストラボン, 地理誌 §13.4.14-13.4.17. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.4.14-13.4.17

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。