§13.4.10μετὰ δὲ Λυδούς εἰσιν οἱ Μυσοὶ καὶ πόλις Φιλαδέλφεια σεισμῶν πλήρης.
リュディア人の後にはミュシア人がおり、地震の絶えないフィラデルフィアの都市がある。
οὐ γὰρ διαλείπουσιν οἱ τοῖχοι διιστάμενοι καὶ ἄλλοτʼ ἄλλο μέρος τῆς πόλεως κακοπαθοῦν·
なぜなら、壁に亀裂が入ることが絶えず、街のあちらこちらが代わる代わる被害を受けているからである。
οἰκοῦσιν οὖν ὀλίγοι διὰ τοῦτο τὴν πόλιν, οἱ δὲ πολλοὶ καταβιοῦσιν ἐν τῇ χώρᾳ γεωργοῦντες, ἔχοντες εὐδαίμονα γῆν·
それゆえ、このために都市に住む者はわずかであり、大半の者は肥沃な土地を有して、田舎で農業を営みながら暮らしている。
ἀλλὰ καὶ τῶν ὀλίγων θαυμάζειν ἔστιν ὅτι οὕτω φιλοχωροῦσιν, ἐπισφαλεῖς τὰς οἰκήσεις ἔχοντες·
しかし、そのわずかな人々についても、住居が危険にさらされているのになぜこれほどその土地を愛着しているのか不思議に思わざるを得ない。
ἔτι δʼ ἄν τις μᾶλλον θαυμάσειε τῶν κτισάντων αὐτήν.
そして、この都市を創建した人々に対しては、さらに一層不思議に思うことであろう。
§13.4.11μετὰ δὲ ταῦτʼ ἔστιν ἡ Κατακεκαυμένη λεγομένη χώρα μῆκος μὲν καὶ πεντακοσίων σταδίων πλάτος δὲ τετρακοσίων, εἴτε Μυσίαν χρὴ καλεῖν εἴτε Μῃονίαν (λέγεται γὰρ ἀμφοτέρως), ἅπασα ἄδενδρος πλὴν ἀμπέλου τῆς τὸν Κατακεκαυμενίτην φερούσης οἶνον οὐδενὸς τῶν ἐλλογίμων ἀρετῇ λειπόμενον.
この後には、「カタケカウメネ(焼かれた地)」と呼ばれる地方があり、その長さは五百スタディオン、幅は四百スタディオンに及び、そこをミュシアと呼ぶべきか、あるいはメオニアと呼ぶべきか(双方の名で呼ばれているからである)、高名なワインのどれにも品質で劣らない「カタケカウメニテス」のワインを生み出す葡萄の木を除いては、全域に樹木が一本もない。
ἔστι δὲ ἡ ἐπιφάνεια τεφρώδης τῶν πεδίων, ἡ δʼ ὀρεινὴ καὶ πετρώδης μέλαινα ὡς ἂν ἐξ ἐπικαύσεως.
平原の表面は灰のようであり、山がちで岩の多い部分は、まるで火で焼かれたかのように黒い。
εἰκάζουσι μὲν οὖν τινες ἐκ κεραυνοβολιῶν καὶ πρηστήρων συμβῆναι τοῦτο, καὶ οὐκ ὀκνοῦσι τὰ περὶ τὸν Τυφῶνα ἐνταῦθα μυθολογεῖν.
そこで、ある人々はこれが落雷や熱風(プレステル)によって生じたと推測し、テュポンに関する神話をここに結びつけることをためらわない。
Ξάνθος δὲ καὶ Ἀριμοῦν τινα λέγει τῶν τόπων τούτων βασιλέα.
またクサンドスは、アリムスという名の人物がこれらの場所の王であったと述べている。
οὐκ εὔλογον δὲ ὑπὸ τοιούτων παθῶν τὴν τοσαύτην χώραν ἐμπρησθῆναι ἀθρόως, ἀλλὰ μᾶλλον ὑπὸ γηγενοῦς πυρός, ἐκλιπεῖν δὲ νῦν τὰς πηγάς·
しかし、これほど広大な地方が、そのような天変地異によって一時に焼き尽くされたと考えるのは合理的ではなく、むしろ地中から噴出する火によるものであり、現在はその火の源泉が絶えているのだと考える方が合理的である。
δείκνυνται δὲ καὶ βόθροι τρεῖς, οὓς φύσας καλοῦσιν, ὅσον τετταράκοντα ἀλλήλων διεστῶτες σταδίους·
そこには「吹い子(ピュサイ)」と呼ばれる三つの穴が示されており、互いに約四十スタディオン離れている。
ὑπέρκεινται δὲ λόφοι τραχεῖς, οὓς εἰκὸς ἐκ τῶν ἀναφυσηθέντων σεσωρεῦσθαι μύδρων.
その上には険しい丘がそびえているが、これらは吹き出された熱い鉄塊(ミュドロス)が積み重なってできたものと思われる。
τὸ δʼ εὐάμπελον τὴν τοιαύτην ὑπάρχειν γῆν, λάβοι τις ἂν καὶ ἐκ τῆς Καταναίας τῆς χωσθείσης τῇ σποδῷ καὶ νῦν ἀποδιδούσης οἶνον δαψιλῆ καὶ καλόν.
このような土地が葡萄の栽培に適していることは、灰に埋もれながらも、現在は豊かで素晴らしいワインを産出しているカタイナ(エトナ山麓の地)の土地からも理解できよう。
ἀστεϊζόμενοι δέ τινες εἰκότως πυριγενῆ τὸν Διόνυσον λέγεσθαί φασιν, ἐκ τῶν τοιούτων χωρίων τεκμαιρόμενοι.
ある人々は洒落を言っ、このような土地を根拠にして、ディオニュソスが「火から生まれた者(ピュリゲネス)」と呼ばれるのはもっともなことだ、と主張している。
§13.4.12τὰ δʼ ἑξῆς ἐπὶ τὰ νότια μέρη τοῖς τόποις τούτοις ἐμπλοκὰς ἔχει μέχρι πρὸς τὸν Ταῦρον, ὥστε καὶ τὰ Φρύγια καὶ τὰ Καρικὰ καὶ τὰ Λύδια καὶ ἔτι τὰ τῶν Μυσῶν δυσδιάκριτα εἶναι παραπίπτοντα εἰς ἄλληλα·
これらの場所に続く南の地域は、タウロス山脈に至るまで複雑に入り組んでおり、そのためフリュギア、カリア、リュディア、さらにはミュシアの諸地域が互いに重なり合って判別しにくくなっている。
εἰς δὲ τὴν σύγχυσιν ταύτην οὐ μικρὰ συλλαμβάνει τὸ τοὺς Ῥωμαίους μὴ κατὰ φῦλα διελεῖν αὐτούς, ἀλλὰ ἕτερον τρόπον διατάξαι τὰς διοικήσεις, ἐν αἷς τὰς ἀγοραίους ποιοῦνται καὶ τὰς δικαιοδοσίας.
この混同には、ローマ人が彼らを部族ごとに分割せず、裁判や司法手続きを行う行政区(ディオイケシス)を別の方法で配置したことが少なからず影響している。
ὁ μέν γε Τμῶλος ἱκανῶς συνῆκται καὶ περιγραφὴν ἔχει μετρίαν ἐν αὐτοῖς ἀφοριζόμενος τοῖς Λυδίοις μέρεσιν, ἡ δὲ Μεσωγὶς εἰς τὸ ἀντικείμενον μέρος διατείνει μέχρι Μυκάλης ἀπὸ Κελαινῶν ἀρξάμενον, ὥς φησι Θεόπομπος, ὥστε τὰ μὲν αὐτοῦ Φρύγες κατέχουσι τὰ πρὸς ταῖς Κελαιναῖς καὶ τῇ Ἀπαμείᾳ, τὰ δὲ Μυσοὶ καὶ Λυδοί, τὰ δὲ Κᾶρες καὶ Ἴωνες.
トモロス山は十分にまとまっており、リュディアの領域内に収まる適度な境界を持っている。 しかしメソギス山は、テオポンポスが言うように、ケライナイから始まって反対方向のミュカレまで延びており、そのためケライナイやアパメイアの近傍はフリュギア人が占有し、他の部分はミュシア人とリュディア人が、また別の部分はカリア人とイオニア人が占有している。
οὕτω δὲ καὶ οἱ ποταμοὶ καὶ μάλιστα ὁ Μαίανδρος τὰ μὲν διορίζοντες τῶν ἐθνῶν, διʼ ὧν δὲ μέσοι φερόμενοι δύσληπτον ποιοῦσι τἀκριβές·
同様に、河川、特にマイアンドロス川も、いくつかの民族の境界を定めている一方で、ある場所ではその中央を流れているため、正確な境界を把握することを困難にしている。
καὶ περὶ τῶν πεδίων δὲ τῶν ἐφʼ ἑκάτερα τῆς τε ὀρεινῆς καὶ τῆς ποταμίας ὁ αὐτὸς λόγος.
山地と河川の双方の側に広がる平原についても、同様のことが言える。
οὐδʼ ἡμῖν ἴσως ἐπὶ τοσοῦτον φροντιστέον ὡς ἀναγκαῖον χωρομετροῦσιν, ἀλλὰ τοσοῦτον μόνον ὑπογραπτέον ὅσον καὶ οἱ πρὸ ἡμῶν παραδεδώκασι.
おそらく私たちも、土地測量士であるかのようにそれほど細かく気をもむ必要はなく、先人たちが伝えてくれた範囲を概説するだけで十分であろう。
§13.4.13τῷ δὴ Καϋστριανῷ πεδίῳ μεταξὺ πίπτοντι τῆς τε Μεσωγίδος καὶ τοῦ Τμώλου συνεχές ἐστι πρὸς ἕω τὸ Κιλβιανὸν πεδίον πολύ τε καὶ συνοικούμενον εὖ καὶ χώραν ἔχον σπουδαίαν·
メソギス山とトモロス山の間に位置するカウストロス平原に続いて、東には、人口が多くよく開拓され、優れた土地を持つキルビアノス平原がある。
εἶτα τὸ Ὑρκάνιον πεδίον, Περσῶν ἐπονομασάντων καὶ ἐποίκους ἀγαγόντων ἐκεῖθεν (ὁμοίως δὲ καὶ τὸ Κύρου πεδίον Πέρσαι κατωνόμασαν)· εἶτα τὸ Πελτηνὸν πεδίον, ἤδη Φρύγιον, καὶ τὸ Κιλλάνιον καὶ τὸ Ταβηνόν, ἔχοντα πολίχνας μιξοφρυγίους ἐχούσας τι καὶ Πισιδικόν, ἀφʼ ὧν αὐτὰ κατωνομάσθη.
次いで、ペルシア人がその名を名付け、そこから入植者を連れてきたヒュルカニア平原があり(同様に、キュロスの平原もペルシア人が名付けたものである)、次いで、すでにフリュギアに属するペルテノス平原、そしてキルラニオン平原とタベノス平原があり、これらにはフリュギアとピシディアの要素が混ざり合った小都市が存在し、それらにちなんで平原の名が付けられた。