§13.4.6κειμένων δʼ οὕτω πως τῶν ἐπῶν παρʼ Ὁμήρῳ
"
Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην,
υἷε Ταλαιμένεος, τὼ Γυγαίη τέκε λίμνη,
οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας,
"
προσγράφουσί τινες τοῦτο τέταρτον ἔπος
"
Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ.
ホメロスの詩句が次のように記されていることから、 "さらにメーオニア人らをばメストレスとアンティポスが率いたり、タライメネスの二人の息子、これらを満たすギュガイア湖が産み、彼らはまたトモロス山の下に生まれしメーオニア人らを率いたり、 "一部の人々は、次の第四の詩句を書き加えている。 "雪深きトモロス山の下、ヒュデの豊かなる地に。
"
οὐδεμία δʼ εὑρίσκεται Ὕδη ἐν τοῖς Λυδοῖς.
"しかし、リュディア人の間にはいかなるヒュデも見出されない。
οἱ δὲ καὶ τὸν Τυχίον ἐνθένδε ποιοῦσιν ὅν φησιν ὁ ποιητής
"
σκυτοτόμων ὄχʼ ἄριστος Ὕδῃ ἔνι.
また、ある人々は、詩人が "革職人の中でも群を抜いて優れたる者、ヒュデにあり。 "と語るテュキオスをこの地の出身としている。
"
προστιθέασι δὲ καὶ διότι δρυμώδης ὁ τόπος καὶ κεραυνόβολος, καὶ ὅτι ἐνταῦθα οἱ Ἄριμοι·
さらに彼らは、その場所が樹木の生い茂る場所であり、雷が落ちる場所であること、そしてそこにアリモイ人がいることも付け加えている。
καὶ γὰρ τῷ
"
εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς
"
ἐπεισφέρουσι
"
χώρῳ ἐνὶ δρυόεντι, Ὕδης ἐν πίονι δήμῳ.
なぜなら彼らは、 "アリモイ人の地にて、そこにテュポエウスの臥所ありと言わ留る "という詩句に、次の一節を挿入するからである。 "木立の生い茂る場所、ヒュデの豊かなる地に。
"
ἄλλοι δʼ ἐν Κιλικίᾳ, τινὲς δʼ ἐν Συρία πλάττουσι τὸν μῦθον τοῦτον, οἱ δʼ ἐν Πιθηκούσσαις, οἳ καὶ τοὺς πιθήκους φασὶ παρὰ τοῖς Τυρρηνοῖς ἀρίμους καλεῖσθαι·
"しかし、他の人々はこの神話をキリキアに位置づけ、ある人々はシリアに、またある人々はピテクサイに作り上げており、後者はテュレニア人の間では猿が「アリモイ」と呼ばれるのだと主張している。
οἱ δὲ τὰς Σάρδεις Ὕδην ὀνομάζουσιν, οἱ δὲ τὴν ἀκρόπολιν αὐτῆς.
また、ある人々はサルディスを「ヒュデ」と呼び、他の人々はそのアクロポリスをそう呼んでいる。
πιθανωτάτους δʼ ὁ Σκήψιος ἡγεῖται τοὺς ἐν τῇ Κατακεκαυμένῃ τῆς Μυσίας τοὺς Ἀρίμους τιθέντας.
しかしスケプシス出身のデメトリオスは、ミュシアのカタケカウメネにアリモイ人を置く人々を最も説得力があると考えている。
Πίνδαρος δὲ συνοικειοῖ τοῖς ἐν τῇ Κιλικίᾳ τὰ ἐν Πιθηκούσσαις, ἅπερ ἐστὶ πρὸ τῆς Κυμαίας, καὶ τὰ ἐν Σικελίᾳ·
ピンダロスは、キマエア沿岸の沖合にあるピテクサイでの出来事やシケリアでの出来事を、キリキアでの出来事と結びつけている。
καὶ γὰρ τῇ Αἴτνῃ φησὶν ὑποκεῖσθαι τὸν Τυφῶνα
"
τόν ποτε
Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον·
なぜなら彼は、テュポンがエトナ山の下に横たわっていると語っているからである。 "かつてキリキアの多名の洞窟が育みし彼を。
νῦν γε μὰν
ταί θʼ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι
Σικελία τʼ αὐτοῦ πιέζει στέρνα λαχνάεντα.
しかし今はキマの上の海に囲まれし崖とシケリアとが、彼の毛深い胸を圧し潰している。
"
καὶ πάλιν
"
κείνῳ μὲν Αἴτνα δεσμὸς ὑπερφίαλος
ἀμφίκειται.
"また次のようにも。 "彼には恐るべき軛としてエトナ山が周囲を取り囲み横たわっている。
"
καὶ πάλιν
"
ἀλλʼ οἶος ἄπλατον κεράιζε θεῶν
Τυφῶνα πεντηκοντακάρανον ἀνάγκᾳ Ζεὺς πατὴρ
ἐν Ἀρίμοις ποτέ.
"また次のようにも。 "しかし、ただ一人、父なるゼウスが、かつてアリモイ人の地において、神々の手に負えぬ五十頭の怪物テュポンを、やむにやまれず打ち倒した。
"
οἱ δὲ τοὺς Σύρους Ἀρίμους δέχονται, οὓς νῦν Ἀραμαίους λέγουσι, τοὺς δὲ Κίλικας τοὺς ἐν Τροίᾳ μεταναστάντας εἰς Συρίαν ἀνῳκισμένους ἀποτεμέσθαι παρὰ τῶν Σύρων τὴν νῦν λεγομένην Κιλικίαν.
"しかし、ある人々は、アリモイ人をシリア人と解釈しており、彼らは現在アラマイオイ人と呼ばれている。 また、トロイアにいたキリキア人がシリアへ移住して再入植し、シリア人から現在キリキアと呼ばれる土地を切り取ったのだとも言う。
Καλλισθένης δʼ ἐγγὺς τοῦ Καλυκάδνου καὶ τῆς Σαρπηδόνος ἄκρας παρʼ αὐτὸ τὸ Κωρύκιον ἄντρον εἶναι τοὺς Ἀρίμους, ἀφʼ ὧν τὰ ἐγγὺς ὄρη λέγεσθαι Ἄριμα.
カリスてねスは、カリュカドノス川とサルペドン岬の近く、コリュキオスの洞窟そのものの傍らにアリモイ人がおり、そこから近くの山々がアリマと呼ばれていると述べている。
§13.4.7περίκειται δὲ τῇ λίμνῃ τῇ Κολόῃ τὰ μνήματα τῶν βασιλέων·
コロエ湖の周囲には王たちの墳墓が並んでいる。
πρὸς δὲ ταῖς Σάρδεσιν ἔστι τὸ τοῦ Ἀλυάττου ἐπὶ κρηπῖδος ὑψηλῆς χῶμα μέγα, ἐργασθέν, ὥς φησιν Ἡρόδοτος, ὑπὸ τοῦ πλήθους τῆς πόλεως, οὗ τὸ πλεῖστον ἔργον αἱ παιδίσκαι συνετέλεσαν·
サルディスの近くには、アリュアッテスの巨大な土塁が高い基礎の上に築かれており、ヘロドトスが言うには、都市の群衆によって建設され、その作業の大部分はうら若き娘たちによって成し遂げられた。
λέγει δʼ ἐκεῖνος καὶ πορνεύεσθαι πάσας· τινὲς δὲ καὶ πόρνης μνῆμα λέγουσι τὸν τάφον.
彼が言うには、彼女たちは全員売春をしていたとのことであり、一部の人々はその墓を「遊女の墓」とも呼んでいる。
χειροποίητον δὲ τὴν λίμνην ἔνιοι ἱστοροῦσι τὴν Κολόην πρὸς τὰς ἐκδοχὰς τῶν πλημμυρίδων, αἳ συμβαίνουσι τῶν ποταμῶν πληρουμένων.
しかし一部の者は、川が満水になった時に生じる洪水を調整するために、コロエ湖は人工的に造られたものであると伝えている。
Ὕπαιπα δὲ πόλις ἐστὶ καταβαίνουσιν ἀπὸ τοῦ Τμώλου πρὸς τὸ τοῦ Καΰστρου πεδίον.
ウパイパは、トモロス山からカウストロス平原へと下る途中にある都市である。
§13.4.8φησὶ δὲ Καλλισθένης ἁλῶναι τὰς Σάρδεις ὑπὸ Κιμμερίων πρῶτον, εἶθʼ ὑπὸ Τρηρῶν καὶ Λυκίων, ὅπερ καὶ Καλλῖνον δηλοῦν τὸν τῆς ἐλεγείας ποιητήν, ὕστατα δὲ τὴν ἐπὶ Κύρου καὶ Κροίσου γενέσθαι ἅλωσιν.
カリスてねスによれば、サルディスは最初にキメリア人によって、次いでトレレス人とリュキア人によって攻略された。 これは哀歌詩人カリノスも明らかにしているところであり、キュロスとクロイソスの時代の攻略が最後のものであったという。
λέγοντος δὲ τοῦ Καλλίνου τὴν ἔφοδον τῶν Κιμμερίων ἐπὶ τοὺς Ἠσιονῆας γεγονέναι καθʼ ἣν αἱ Σάρδεις ἑάλωσαν, εἰκάζουσιν οἱ περὶ τὸν Σκήψιον ἰαστὶ λέγεσθαι Ἠσιονεῖς τοὺς Ἀσιονεῖς·
カリノスが、サルディスが攻略されたキメリア人の侵攻はエシオネウス人に対するものであったと述べていることから、スケプシスのデメトリオスの支持者たちは、イオニア方言でアシオネウス人がエシオネウス人と呼ばれているのだと推測している。
τάχα γὰρ ἡ Μῃονία
φησίν
Ἀσία ἐλέγετο, καθʼ ὃ καὶ Ὅμηρος εἴρηκεν
"
Ἀσίῳ ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα.
なぜならおそらくメオニアは、と彼は言う、アジアと呼ばれており、それに従ってホメロスも "カウストロスの流れを囲むアジアの牧草地にて。 "と語ったからである。
"
ἀναληφθεῖσα δʼ ἀξιολόγως ὕστερον διὰ τὴν ἀρετὴν τῆς χώρας ἡ πόλις καὶ οὐδεμιᾶς λειπομένη τῶν ἀστυγειτόνων, νεωστὶ ὑπὸ σεισμῶν ἀπέβαλε πολλὴν τῆς κατοικίας.
この都市は、土地の豊かさゆえに後に著しく復興し、近隣のどの都市にも劣らなかったが、最近では地震によってその居住区の多くを失ってしまった。
ἡ δὲ τοῦ Τιβερίου πρόνοια τοῦ καθʼ ἡμᾶς ἡγεμόνος καὶ ταύτην καὶ τῶν ἄλλων συχνὰς ἀνέλαβε ταῖς εὐεργεσίαις, ὅσαι περὶ τὸν αὐτὸν καιρὸν ἐκοινώνησαν τοῦ αὐτοῦ πάθους.
しかし、私たちの時代の統治者であるティベリウスの配慮が、この都市と、同じ時期に同じ災厄を共にした多くの他の都市を、その恩恵によって復興させたのである。
§13.4.9ἄνδρες δʼ ἀξιόλογοι γεγόνασι τοῦ αὐτοῦ γένους Διόδωροι δύο οἱ ῥήτορες, ὧν ὁ πρεσβύτερος ἐκαλεῖτο Ζωνᾶς, ἀνὴρ πολλοὺς ἀγῶνας ἠγωνισμένος ὑπὲρ τῆς Ἀσίας, κατὰ δὲ τὴν Μιθριδάτου τοῦ βασιλέως ἔφοδον αἰτίαν ἐσχηκὼς ὡς ἀφιστὰς παρʼ αὐτοῦ τὰς πόλεις ἀπελύσατο τὰς διαβολὰς ἀπολογησάμενος·
同じ一族から優れた人物が出ており、ディオドロスという名の二人の弁論家がいる。 そのうち年長者はゾナスと呼ばれ、アジアのために多くの闘争を戦い抜いた男であり、王ミトリダテスの侵攻の際には、都市を王から離反させようとしたという嫌疑をかけられたが、弁明を行って告発を晴らした。
τοῦ δὲ νεωτέρου φίλου ἡμῖν γενομένου καὶ ἱστορικὰ συγγράμματα ἔστι καὶ μέλη καὶ ἄλλα ποιήματα τὴν ἀρχαίαν γραφὴν ἐπιφαίνοντα ἱκανῶς.
私たちの友人となった若い方のディオドロスについては、歴史的著作のほか、抒情詩やその他の詩が残されており、それらは古代の文体を十分に示している。
Ξάνθος δὲ ὁ παλαιὸς συγγραφεὺς Λυδὸς μὲν λέγεται, εἰ δὲ ἐκ Σάρδεων οὐκ ἴσμεν.
古代の歴史家クサンドスはリュディア人であると言われているが、彼がサルディス出身であるかどうかはわからない。