§13.4.10μετὰ δὲ Λυδούς εἰσιν οἱ Μυσοὶ καὶ πόλις Φιλαδέλφεια σεισμῶν πλήρης.
After the Lydians are the Mysians and the city of Philadelphia, which is full of earthquakes.
οὐ γὰρ διαλείπουσιν οἱ τοῖχοι διιστάμενοι καὶ ἄλλοτʼ ἄλλο μέρος τῆς πόλεως κακοπαθοῦν· οἰκοῦσιν οὖν ὀλίγοι διὰ τοῦτο τὴν πόλιν, οἱ δὲ πολλοὶ καταβιοῦσιν ἐν τῇ χώρᾳ γεωργοῦντες, ἔχοντες εὐδαίμονα γῆν·
For the walls never cease splitting apart, and at one time one part of the city, at another another part, suffers; therefore few people inhabit the city, but the majority live in the country, farming, having a fertile land.
ἀλλὰ καὶ τῶν ὀλίγων θαυμάζειν ἔστιν ὅτι οὕτω φιλοχωροῦσιν, ἐπισφαλεῖς τὰς οἰκήσεις ἔχοντες· ἔτι δʼ ἄν τις μᾶλλον θαυμάσειε τῶν κτισάντων αὐτήν.
Yet one must wonder even at the few, that they are so attached to the place, although they have perilous dwellings; and one would wonder still more at those who founded it.
§13.4.11μετὰ δὲ ταῦτʼ ἔστιν ἡ Κατακεκαυμένη λεγομένη χώρα μῆκος μὲν καὶ πεντακοσίων σταδίων πλάτος δὲ τετρακοσίων, εἴτε Μυσίαν χρὴ καλεῖν εἴτε Μῃονίαν (λέγεται γὰρ ἀμφοτέρως), ἅπασα ἄδενδρος πλὴν ἀμπέλου τῆς τὸν Κατακεκαυμενίτην φερούσης οἶνον οὐδενὸς τῶν ἐλλογίμων ἀρετῇ λειπόμενον.
After this is the region called Katakekaumene, which is five hundred stadia in length and four hundred in width, whether one should call it Mysia or Meonia (for it is called both), entirely treeless except for the vine that produces the Katakekaumenites wine, which is inferior in quality to none of the famous wines.
ἔστι δὲ ἡ ἐπιφάνεια τεφρώδης τῶν πεδίων, ἡ δʼ ὀρεινὴ καὶ πετρώδης μέλαινα ὡς ἂν ἐξ ἐπικαύσεως.
The surface of the plains is ashy, and the mountainous and rocky part is black, as if from a burning.
εἰκάζουσι μὲν οὖν τινες ἐκ κεραυνοβολιῶν καὶ πρηστήρων συμβῆναι τοῦτο, καὶ οὐκ ὀκνοῦσι τὰ περὶ τὸν Τυφῶνα ἐνταῦθα μυθολογεῖν.
Now some guess that this happened from thunderbolts and fiery whirlwinds, and they do not hesitate to locate the myths of Typhos here.
Ξάνθος δὲ καὶ Ἀριμοῦν τινα λέγει τῶν τόπων τούτων βασιλέα.
And Xanthus says that a certain Arimus was king of these places.
οὐκ εὔλογον δὲ ὑπὸ τοιούτων παθῶν τὴν τοσαύτην χώραν ἐμπρησθῆναι ἀθρόως, ἀλλὰ μᾶλλον ὑπὸ γηγενοῦς πυρός, ἐκλιπεῖν δὲ νῦν τὰς πηγάς·
But it is not reasonable that so great a country was burnt all at once by such disasters, but rather by earth-born fire, though its springs have now failed.
δείκνυνται δὲ καὶ βόθροι τρεῖς, οὓς φύσας καλοῦσιν, ὅσον τετταράκοντα ἀλλήλων διεστῶτες σταδίους· ὑπέρκεινται δὲ λόφοι τραχεῖς, οὓς εἰκὸς ἐκ τῶν ἀναφυσηθέντων σεσωρεῦσθαι μύδρων.
And three pits are shown, which they call bellows, about forty stadia distant from one another; and rugged hills lie above them, which are likely to have been piled up from the hot masses of iron blown up.
τὸ δʼ εὐάμπελον τὴν τοιαύτην ὑπάρχειν γῆν, λάβοι τις ἂν καὶ ἐκ τῆς Καταναίας τῆς χωσθείσης τῇ σποδῷ καὶ νῦν ἀποδιδούσης οἶνον δαψιλῆ καὶ καλόν.
That such land is well suited for vines, one might also gather from the land of Catana, which, though covered with ash, now yields abundant and good wine.
ἀστεϊζόμενοι δέ τινες εἰκότως πυριγενῆ τὸν Διόνυσον λέγεσθαί φασιν, ἐκ τῶν τοιούτων χωρίων τεκμαιρόμενοι.
And some wittily say, inferring from such places, that Dionysus is reasonably called fire-born.
§13.4.12τὰ δʼ ἑξῆς ἐπὶ τὰ νότια μέρη τοῖς τόποις τούτοις ἐμπλοκὰς ἔχει μέχρι πρὸς τὸν Ταῦρον, ὥστε καὶ τὰ Φρύγια καὶ τὰ Καρικὰ καὶ τὰ Λύδια καὶ ἔτι τὰ τῶν Μυσῶν δυσδιάκριτα εἶναι παραπίπτοντα εἰς ἄλληλα·
The parts next to these places towards the south have complications as far as the Taurus, so that the Phrygian, Carian, Lydian, and also the Mysian territories are difficult to distinguish, falling into one another.
εἰς δὲ τὴν σύγχυσιν ταύτην οὐ μικρὰ συλλαμβάνει τὸ τοὺς Ῥωμαίους μὴ κατὰ φῦλα διελεῖν αὐτούς, ἀλλὰ ἕτερον τρόπον διατάξαι τὰς διοικήσεις, ἐν αἷς τὰς ἀγοραίους ποιοῦνται καὶ τὰς δικαιοδοσίας.
To this confusion no small contribution is made by the fact that the Romans did not divide them by tribes, but arranged the dioceses in another way, in which they hold their court-days and jurisdictions.
ὁ μέν γε Τμῶλος ἱκανῶς συνῆκται καὶ περιγραφὴν ἔχει μετρίαν ἐν αὐτοῖς ἀφοριζόμενος τοῖς Λυδίοις μέρεσιν, ἡ δὲ Μεσωγὶς εἰς τὸ ἀντικείμενον μέρος διατείνει μέχρι Μυκάλης ἀπὸ Κελαινῶν ἀρξάμενον, ὥς φησι Θεόπομπος, ὥστε τὰ μὲν αὐτοῦ Φρύγες κατέχουσι τὰ πρὸς ταῖς Κελαιναῖς καὶ τῇ Ἀπαμείᾳ, τὰ δὲ Μυσοὶ καὶ Λυδοί, τὰ δὲ Κᾶρες καὶ Ἴωνες.
Tmolus indeed is sufficiently contracted and has a moderate boundary, being defined within the Lydian parts themselves; but Mesogis extends in the opposite direction as far as Mycale, starting from Celaenae, as Theopompus says, so that Phrygians hold the parts near Celaenae and Apameia, Mysians and Lydians others, and Carians and Ionians others.
οὕτω δὲ καὶ οἱ ποταμοὶ καὶ μάλιστα ὁ Μαίανδρος τὰ μὲν διορίζοντες τῶν ἐθνῶν, διʼ ὧν δὲ μέσοι φερόμενοι δύσληπτον ποιοῦσι τἀκριβές· καὶ περὶ τῶν πεδίων δὲ τῶν ἐφʼ ἑκάτερα τῆς τε ὀρεινῆς καὶ τῆς ποταμίας ὁ αὐτὸς λόγος.
So too the rivers, and especially the Maeander, while dividing some of the nations, flow through the middle of others, making exactness difficult to grasp; and the same account applies to the plains on either side of both the mountain and the river.
οὐδʼ ἡμῖν ἴσως ἐπὶ τοσοῦτον φροντιστέον ὡς ἀναγκαῖον χωρομετροῦσιν, ἀλλὰ τοσοῦτον μόνον ὑπογραπτέον ὅσον καὶ οἱ πρὸ ἡμῶν παραδεδώκασι.
Perhaps we too should not care to such an extent, as if it were necessary for land-measurers, but should outline only as much as our predecessors have handed down.
§13.4.13τῷ δὴ Καϋστριανῷ πεδίῳ μεταξὺ πίπτοντι τῆς τε Μεσωγίδος καὶ τοῦ Τμώλου συνεχές ἐστι πρὸς ἕω τὸ Κιλβιανὸν πεδίον πολύ τε καὶ συνοικούμενον εὖ καὶ χώραν ἔχον σπουδαίαν· εἶτα τὸ Ὑρκάνιον πεδίον, Περσῶν ἐπονομασάντων καὶ ἐποίκους ἀγαγόντων ἐκεῖθεν (ὁμοίως δὲ καὶ τὸ Κύρου πεδίον Πέρσαι κατωνόμασαν)· εἶτα τὸ Πελτηνὸν πεδίον, ἤδη Φρύγιον, καὶ τὸ Κιλλάνιον καὶ τὸ Ταβηνόν, ἔχοντα πολίχνας μιξοφρυγίους ἐχούσας τι καὶ Πισιδικόν, ἀφʼ ὧν αὐτὰ κατωνομάσθη.
Adjacent to the Caÿstrian plain, which falls between Mesogis and Tmolus, towards the east is the Kilbian plain, which is extensive, well-peopled, and has excellent soil; then the Hyrcanian plain, so named by the Persians who brought settlers from there (likewise the Persians named the plain of Cyrus); then the Peltene plain, which is already Phrygian, and the Killanian and the Tabene, which have small mixed-Phrygian towns containing also some Pisidian element, from which they were named.