§13.3.3φασὶ γὰρ τοὺς ἐκ τοῦ Φρικίου τοῦ ὑπὲρ Θερμοπυλῶν Λοκρικοῦ ὄρους ὁρμηθέντας κατᾶραι μὲν εἰς τὸν τόπον ὅπου νῦν ἡ Κύμη ἐστί, καταλαβόντας δὲ τοὺς Πελασγοὺς κεκακωμένους ὑπὸ τοῦ Τρωικοῦ πολέμου, κατέχοντας δʼ ὅμως ἔτι τὴν Λάρισαν διέχουσαν τῆς Κύμης ὅσον ἑβδομήκοντα σταδίους, ἐπιτειχίσαι αὐτοῖς τὸ νῦν ἔτι λεγόμενον Νέον τεῖχος ἀπὸ τριάκοντα σταδίων τῆς Λαρίσης, ἑλόντας δὲ κτίσαι τὴν Κύμην καὶ τοὺς περιγενομένους ἀνθρώπους ἐκεῖσε ἀνοικίσαι·
というのも、人々はこう言うからである。 テルモピュライの上方にあるロクリスの山フリキオンから出発した人々が、現在クメがある場所に上陸し、トロイア戦争によって痛めつけられたペラスゴイ人を見出したが、彼らがそれでもなおクメから約七十スタディオン離れたラリサを占拠し続けていたので、彼らに対する砦として、現在でもなお「ネオン・テイコス」と呼ばれているものをラリサから三十スタディオンの距離に築いた。 そして彼らはラリサを占領してクメを創建し、生き残った人々をそこへ移住させた。
ἀπὸ δὲ τοῦ Λοκρικοῦ ὄρους τήν τε Κύμην Φρικωνίδα καλοῦσιν, ὁμοίως δὲ καὶ τὴν Λάρισαν·
そして彼らはそのロクリスの山にちなんで、クメをフリコニスと呼び、同様にラリサのこともそう呼んだ。
ἐρήμη δʼ ἐστὶ νῦν.
そのラリサは、現在は廃墟となっている。
ὅτι δʼ οἱ Πελασγοὶ μέγα ἦν ἔθνος, καὶ ἐκ τῆς ἄλλης ἱστορίας οὕτως ἐκμαρτυρεῖσθαί φασι·
ペラスゴイ人がかつて強大な部族であったことは、他の歴史からもそのように証言されていると言われている。
Μενεκράτης γοῦν ὁ Ἐλαΐτης ἐν τοῖς περὶ κτίσεων φησὶ τὴν παραλίαν τὴν νῦν Ἰωνικὴν πᾶσαν ἀπὸ Μυκάλης ἀρξαμένην ὑπὸ Πελασγῶν οἰκεῖσθαι πρότερον καὶ τὰς πλησίον νήσους.
例えば、エライアのメネクラテスは『創建記』において、現在イオニア地方と呼ばれている海岸地帯の全体が、ミュカレから始まって、以前はペラスゴイ人によって居住されており、近隣の島々も同様であったと言っている。
Λέσβιοι δʼ ὑπὸ Πυλαίῳ τετάχθαι λέγουσι σφᾶς τῷ ὑπὸ τοῦ ποιητοῦ λεγομένῳ τῶν Πελασγῶν ἄρχοντι, ἀφʼ οὗ καὶ τὸ παρʼ αὐτοῖς ὄρος ἔτι Πύλαιον καλεῖσθαι.
また、レスボス島の人々は、自分たちが詩人によってペラスゴイ人の指導者として言及されているピュライオスの配下に配属されていたと言っており、彼にちなんで彼らのところにある山も現在なおピュライオンと呼ばれていると言う。
καὶ Χῖοι δὲ οἰκιστὰς ἑαυτῶν Πελασγούς φασι τοὺς ἐκ τῆς Θετταλίας.
そしてキオス島の人々も、自分たちの入植者はテッサリアから来たペラスゴイ人であると言っている。
πολύπλανον δὲ καὶ ταχὺ τὸ ἔθνος πρὸς ἀπαναστάσεις, ηὐξήθη τε ἐπὶ πολὺ καὶ ἀθρόαν ἔλαβε τὴν ἔκλειψιν καὶ μάλιστα κατὰ τὴν τῶν Αἰολέων καὶ τῶν Ἰώνων περαίωσιν εἰς τὴν Ἀσίαν.
この部族は移住を繰り返す放浪の民であり、立ち退きに敏速であって、大いに強大化したが、突如として消滅を迎えた。 それはとりわけ、アイオリス人とイオニア人がアジアへと渡った時期のことであった。
§13.3.4ἴδιον δέ τι τοῖς Λαρισαίοις συνέβη τοῖς τε Καϋστριανοῖς καὶ τοῖς Φρικωνεῦσι καὶ τρίτοις τοῖς ἐν Θετταλίᾳ·
さて、ラリサの住民たち、すなわち、カユストロス平原の住民と、フリコニスの住民、そして第三にテッサリアの住民に、奇妙な出来事が起こった。
ἅπαντες γὰρ ποταμόχωστον τὴν χώραν ἔσχον οἱ μὲν ὑπὸ τοῦ Καΰστρου, οἱ δʼ ὑπὸ τοῦ Ἕρμου, οἱ δʼ ὑπὸ τοῦ Πηνειοῦ.
というのも、彼らは全員、その土地が川の運ぶ土砂によって埋め立てられるという経験をしたからである。 ある者はカユストロス川によって、ある者はヘルモス川によって、ある者はペネイオス川によって。
ἐν δὲ τῇ Φρικωνίδι Λαρίσῃ τετιμῆσθαι λέγεται Πίασος, ὅν φασιν ἄρχοντα Πελασγῶν ἐρασθῆναι τῆς θυγατρὸς Λαρίσης, βιασάμενον δʼ αὐτὴν τῖσαι τῆς ὕβρεως δίκην·
フリコニスのラリサにおいては、ピアソスという人物が崇められていたと言われている。 彼はペラスゴイ人の支配者であったが、自分の娘であるラリサに恋をし、彼女を凌辱したため、その不遜な行為に対する罰を受けることになったと言われている。
ἐγκύψαντα γὰρ εἰς πίθον οἴνου καταμαθοῦσαν τῶν σκελῶν λαβομένην ἐξᾶραι καὶ καθεῖναι αὐτὸν εἰς τὸν πίθον.
というのも、彼がワインの大瓶を覗き込んでいたところを、彼女が見て取り、彼の両脚を掴んで持ち上げ、大瓶の中に投げ落としたからである。
τὰ μὲν οὖν ἀρχαῖα τοιαῦτα.
さて、古代の出来事は以上の通りである。
§13.3.5ταῖς δὲ νῦν Αἰολικαῖς πόλεσιν ἔτι καὶ τὰς Αἰγὰς προσληπτέον καὶ τὴν Τῆμνον, ὅθεν ἦν Ἑρμαγόρας ὁ τὰς ῥητορικὰς τέχνας συγγράψας·
現在のアイオリス人の都市としては、さらにアイガイとテムノスも付け加えねばならない。 後者は、弁論術の手引書を著したヘルマゴラスの出身地である。
ἵδρυνται δʼ αἱ πόλεις αὗται κατὰ τὴν ὀρεινὴν τὴν ὑπερκειμένην τῆς τε Κυμαίας καὶ τῆς Φωκαέων καὶ Σμυρναίων γῆς, παρʼ ἣν ὁ Ἕρμος ῥεῖ.
これらの都市は、クメ人、フォカイア人、スミュルナ人の領土の上方にそびえる山岳地帯に位置しており、その領土の傍らをヘルモス川が流れている。
οὐκ ἄπωθεν δὲ τούτων τῶν πόλεων οὐδʼ ἡ Μαγνησία ἐστὶν ἡ ὑπὸ Σιπύλῳ, ἐλευθέρα πόλις ὑπὸ Ῥωμαίων κεκριμένη.
また、これらの都市から遠くないところに、シピュロス山の麓のマグネシアもあり、ローマ人によって自由都市と定められている。
καὶ ταύτην δʼ ἐκάκωσαν οἱ νεωστὶ γενόμενοι σεισμοί.
この都市も、最近起こった地震によって被害を受けた。
εἰς δὲ τἀναντία τὰ ἐπὶ τὸν Κάικον νεύοντα ἀπὸ Λαρίσης μὲν διαβάντι τὸν Ἕρμον εἰς Κύμην ἑβδομήκοντα στάδιοι, ἐντεῦθεν δʼ εἰς Μύριναν τετταράκοντα στάδιοι, τὸ δʼ ἴσον ἐντεῦθεν εἰς Γρύνιον κἀκεῖθεν εἰς Ἐλαίαν·
一方、反対方向、すなわちカイコス川の方へと向かう場合、ラリサからヘルモス川を渡ってクメに至るには七十スタディオンあり、そこからミリナまでは四十スタディオン、そこからグリュニオンまでも同等、さらにそこからエライアまでも同様である。
ὡς δʼ Ἀρτεμίδωρος, ἀπὸ τῆς Κύμης εἰσὶν Ἄδαι, εἶτʼ ἄκρα μετὰ τετταράκοντα σταδίους ἣν καλοῦσιν Ὕδραν, ἡ ποιοῦσα τὸν κόλπον τὸν Ἐλαϊτικὸν πρὸς τὴν ἀπεναντίον ἄκραν Ἁρματοῦντα.
アルテミドロスによれば、クメからアダイがあり、その四十スタディオン先にはヒュドラと呼ばれる岬があり、それが、向かい合うハルマトゥス岬とともに、エライア湾を形成している。
τοῦ μὲν οὖν στόματος τὸ πλάτος περὶ ὀγδοήκοντα σταδίους ἐστίν, ἐγκολπίζοντι δὲ Μύρινα ἐν ἑξήκοντα σταδίοις, Αἰολὶς πόλις ἔχουσα λιμένα, εἶτʼ Ἀχαιῶν λιμήν, ὅπου οἱ βωμοὶ τῶν δώδεκα θεῶν, εἶτα πολίχνιον Μυριναίων Γρύνιον καὶ ἱερὸν Ἀπόλλωνος καὶ μαντεῖον ἀρχαῖον καὶ νεὼς πολυτελὴς λίθου λευκοῦ, στάδιοι δʼ ἐπʼ αὐτὴν τετταράκοντα·
したがって、湾口の幅は約八十スタディオンであり、湾の奥へと入っていくと、六十スタディオンのところに、港を持つアイオリス人の都市ミリナがあり、その次に「アカイア人の港」があり、そこには十二神の祭壇がある。 その次にはミリナ人の小都市グリュニオンがあり、アポロンの神殿と古代の神託所、そして白大理石でできた豪奢な社があり、そこまでは四十スタディオンである。
εἶθʼ ἑβδομήκοντα εἰς Ἐλαίαν, λιμένα ἔχουσαν καὶ ναύσταθμον τῶν Ἀτταλικῶν βασιλέων, Μενεσθέως κτίσμα καὶ τῶν σὺν αὐτῷ Ἀθηναίων τῶν συστρατευσάντων ἐπὶ Ἴλιον.
それから七十スタディオンでエライアに至る。 そこはアッタロス朝の王たちの港と軍港を備えており、メネステウスと、彼とともにイリオンへ遠征したアテナイ人たちによって創建された。
τὰ δʼ ἑξῆς εἴρηται τὰ περὶ Πιτάνην καὶ Ἀταρνέα καὶ τἆλλα τὰ ταύτῃ.
それに続くピタネやアタルネウス、およびその地域の他の場所に関する事柄については、既に述べられている。