§13.3.3φασὶ γὰρ τοὺς ἐκ τοῦ Φρικίου τοῦ ὑπὲρ Θερμοπυλῶν Λοκρικοῦ ὄρους ὁρμηθέντας κατᾶραι μὲν εἰς τὸν τόπον ὅπου νῦν ἡ Κύμη ἐστί, καταλαβόντας δὲ τοὺς Πελασγοὺς κεκακωμένους ὑπὸ τοῦ Τρωικοῦ πολέμου, κατέχοντας δʼ ὅμως ἔτι τὴν Λάρισαν διέχουσαν τῆς Κύμης ὅσον ἑβδομήκοντα σταδίους, ἐπιτειχίσαι αὐτοῖς τὸ νῦν ἔτι λεγόμενον Νέον τεῖχος ἀπὸ τριάκοντα σταδίων τῆς Λαρίσης, ἑλόντας δὲ κτίσαι τὴν Κύμην καὶ τοὺς περιγενομένους ἀνθρώπους ἐκεῖσε ἀνοικίσαι·
For they say that those who set out from Phricium, the Locrian mountain above Thermopylae, put in at the place where Cyme is now situated, and finding the Pelasgians hard pressed by the Trojan War, yet still holding Larisa, which was about seventy stadia distant from Cyme, they built against them what is even now called Neon Teichos, thirty stadia from Larisa; and having taken Larisa, they founded Cyme and relocated the survivors thither.
ἀπὸ δὲ τοῦ Λοκρικοῦ ὄρους τήν τε Κύμην Φρικωνίδα καλοῦσιν, ὁμοίως δὲ καὶ τὴν Λάρισαν· ἐρήμη δʼ ἐστὶ νῦν.
And after the Locrian mountain they call both Cyme and Larisa 'Phriconis'; and Larisa is now deserted.
ὅτι δʼ οἱ Πελασγοὶ μέγα ἦν ἔθνος, καὶ ἐκ τῆς ἄλλης ἱστορίας οὕτως ἐκμαρτυρεῖσθαί φασι· Μενεκράτης γοῦν ὁ Ἐλαΐτης ἐν τοῖς περὶ κτίσεων φησὶ τὴν παραλίαν τὴν νῦν Ἰωνικὴν πᾶσαν ἀπὸ Μυκάλης ἀρξαμένην ὑπὸ Πελασγῶν οἰκεῖσθαι πρότερον καὶ τὰς πλησίον νήσους.
That the Pelasgians were a great nation is said to be attested in this way by the rest of history as well; at any rate, Menecrates of Elaea in his work 'On Founders' says that the entire coast now called Ionian, beginning from Mycale, was formerly inhabited by Pelasgians, as well as the neighboring islands.
Λέσβιοι δʼ ὑπὸ Πυλαίῳ τετάχθαι λέγουσι σφᾶς τῷ ὑπὸ τοῦ ποιητοῦ λεγομένῳ τῶν Πελασγῶν ἄρχοντι, ἀφʼ οὗ καὶ τὸ παρʼ αὐτοῖς ὄρος ἔτι Πύλαιον καλεῖσθαι.
And the Lesbians say that they were marshalled under Pylaeus, who is called by the poet the leader of the Pelasgians, after whom also the mountain in their country is still called Pylaium.
καὶ Χῖοι δὲ οἰκιστὰς ἑαυτῶν Πελασγούς φασι τοὺς ἐκ τῆς Θετταλίας.
And the Chians also say that the Pelasgians from Thessaly were their founders.
πολύπλανον δὲ καὶ ταχὺ τὸ ἔθνος πρὸς ἀπαναστάσεις, ηὐξήθη τε ἐπὶ πολὺ καὶ ἀθρόαν ἔλαβε τὴν ἔκλειψιν καὶ μάλιστα κατὰ τὴν τῶν Αἰολέων καὶ τῶν Ἰώνων περαίωσιν εἰς τὴν Ἀσίαν.
This nation was migratory and quick to relocate; it increased greatly in power and then suffered a sudden disappearance, especially at the time of the passage of the Aeolians and Ionians into Asia.
§13.3.4ἴδιον δέ τι τοῖς Λαρισαίοις συνέβη τοῖς τε Καϋστριανοῖς καὶ τοῖς Φρικωνεῦσι καὶ τρίτοις τοῖς ἐν Θετταλίᾳ· ἅπαντες γὰρ ποταμόχωστον τὴν χώραν ἔσχον οἱ μὲν ὑπὸ τοῦ Καΰστρου, οἱ δʼ ὑπὸ τοῦ Ἕρμου, οἱ δʼ ὑπὸ τοῦ Πηνειοῦ.
Now a peculiar thing happened to the Larisaeans, both those in the Caystrian plain, and those of Phriconis, and thirdly those in Thessaly; for they all had their land silted up by rivers—the first by the Cayster, the second by the Hermus, and the third by the Peneus.
ἐν δὲ τῇ Φρικωνίδι Λαρίσῃ τετιμῆσθαι λέγεται Πίασος, ὅν φασιν ἄρχοντα Πελασγῶν ἐρασθῆναι τῆς θυγατρὸς Λαρίσης, βιασάμενον δʼ αὐτὴν τῖσαι τῆς ὕβρεως δίκην· ἐγκύψαντα γὰρ εἰς πίθον οἴνου καταμαθοῦσαν τῶν σκελῶν λαβομένην ἐξᾶραι καὶ καθεῖναι αὐτὸν εἰς τὸν πίθον.
In the Phriconian Larisa, Piasus is said to have been honored, who they say was a ruler of the Pelasgians and fell in love with his daughter Larisa, and having violated her, paid the penalty for his outrage; for as he was bending over a jar of wine, she, having observed it, seized him by the legs, lifted him up, and cast him down into the jar.
τὰ μὲν οὖν ἀρχαῖα τοιαῦτα.
Such, then, are the ancient matters.
§13.3.5ταῖς δὲ νῦν Αἰολικαῖς πόλεσιν ἔτι καὶ τὰς Αἰγὰς προσληπτέον καὶ τὴν Τῆμνον, ὅθεν ἦν Ἑρμαγόρας ὁ τὰς ῥητορικὰς τέχνας συγγράψας·
To the contemporary Aeolian cities, one must still add Aegae and Temnus, whence came Hermagoras, who wrote the manuals on rhetoric.
ἵδρυνται δʼ αἱ πόλεις αὗται κατὰ τὴν ὀρεινὴν τὴν ὑπερκειμένην τῆς τε Κυμαίας καὶ τῆς Φωκαέων καὶ Σμυρναίων γῆς, παρʼ ἣν ὁ Ἕρμος ῥεῖ.
These cities are situated in the mountainous region that lies above the territory of Cyme, Phocaea, and Smyrna, along which the Hermus flows.
οὐκ ἄπωθεν δὲ τούτων τῶν πόλεων οὐδʼ ἡ Μαγνησία ἐστὶν ἡ ὑπὸ Σιπύλῳ, ἐλευθέρα πόλις ὑπὸ Ῥωμαίων κεκριμένη.
Not far from these cities is also Magnesia under Sipylus, which has been declared a free city by the Romans.
καὶ ταύτην δʼ ἐκάκωσαν οἱ νεωστὶ γενόμενοι σεισμοί.
This too was damaged by the earthquakes that occurred recently.
εἰς δὲ τἀναντία τὰ ἐπὶ τὸν Κάικον νεύοντα ἀπὸ Λαρίσης μὲν διαβάντι τὸν Ἕρμον εἰς Κύμην ἑβδομήκοντα στάδιοι, ἐντεῦθεν δʼ εἰς Μύριναν τετταράκοντα στάδιοι, τὸ δʼ ἴσον ἐντεῦθεν εἰς Γρύνιον κἀκεῖθεν εἰς Ἐλαίαν·
On the other hand, for one heading in the opposite direction towards the Caicus, from Larisa, for one crossing the Hermus to Cyme, it is seventy stadia; thence to Myrina, forty stadia; and an equal distance thence to Grynium, and from there to Elaea.
ὡς δʼ Ἀρτεμίδωρος, ἀπὸ τῆς Κύμης εἰσὶν Ἄδαι, εἶτʼ ἄκρα μετὰ τετταράκοντα σταδίους ἣν καλοῦσιν Ὕδραν, ἡ ποιοῦσα τὸν κόλπον τὸν Ἐλαϊτικὸν πρὸς τὴν ἀπεναντίον ἄκραν Ἁρματοῦντα.
According to Artemidorus, from Cyme there is Adae, and then, after forty stadia, a promontory which they call Hydra, which forms the Elaitic Gulf with the opposite promontory of Harmatus.
τοῦ μὲν οὖν στόματος τὸ πλάτος περὶ ὀγδοήκοντα σταδίους ἐστίν, ἐγκολπίζοντι δὲ Μύρινα ἐν ἑξήκοντα σταδίοις, Αἰολὶς πόλις ἔχουσα λιμένα, εἶτʼ Ἀχαιῶν λιμήν, ὅπου οἱ βωμοὶ τῶν δώδεκα θεῶν, εἶτα πολίχνιον Μυριναίων Γρύνιον καὶ ἱερὸν Ἀπόλλωνος καὶ μαντεῖον ἀρχαῖον καὶ νεὼς πολυτελὴς λίθου λευκοῦ, στάδιοι δʼ ἐπʼ αὐτὴν τετταράκοντα· εἶθʼ ἑβδομήκοντα εἰς Ἐλαίαν, λιμένα ἔχουσαν καὶ ναύσταθμον τῶν Ἀτταλικῶν βασιλέων, Μενεσθέως κτίσμα καὶ τῶν σὺν αὐτῷ Ἀθηναίων τῶν συστρατευσάντων ἐπὶ Ἴλιον.
The width of the mouth is about eighty stadia, and as one goes deep into the gulf, Myrina, an Aeolian city with a harbor, is at sixty stadia; then comes the Harbor of the Achaeans, where the altars of the twelve gods are; then Grynium, a small town of the Myrinaeans, with a temple of Apollo, an ancient oracle, and a sumptuous temple of white stone, and the distance to it is forty stadia; then seventy stadia to Elaea, which has a harbor and a naval station of the Attalid kings, founded by Menestheus and the Athenians who campaigned with him against Ilium.
τὰ δʼ ἑξῆς εἴρηται τὰ περὶ Πιτάνην καὶ Ἀταρνέα καὶ τἆλλα τὰ ταύτῃ.
The matters that follow concerning Pitane, Atarneus, and the other places in this region have already been discussed.