Humanitext Reader

ストラボン · 地理誌 §13.2.1-13.2.3

レスボス島の地理的概況と著名な出身者

427 / 577 箇所 · ギリシア語

要旨

レスボス島の地理的位置、主要都市の配置、および外周の測量結果について述べた後、同島が輩出した七賢人ピッタコス、詩人アルカイオスやサッフォー、歴史家テオファネスなどの高名な人物について記述している。

§13.2.1ἐπεὶ δὲ τῇ παραλίᾳ τῇ ἀπὸ Λεκτοῦ μέχρι Κανῶν ἀντιπαρατέταται νῆσος ἡ Λέσβος λόγου ἀξία πλείστου, περίκειται δὲ αὐτῇ καὶ νησία τὰ μὲν ἔξωθεν τὰ δὲ καὶ ἐντὸς μεταξὺ αὐτῆς τε καὶ τῆς ἠπείρου, καιρὸς ἤδη περὶ τούτων εἰπεῖν·
レクトンからカナイに及ぶ海岸線に対峙して、きわめて言及に値するレスボス島が伸びており、その周囲には、外側、あるいは島と本土との間の内側にいくつかの小島が位置しているが、今やこれらについて語るべき時である。
καὶ γὰρ ταῦτά ἐστιν Αἰολικά, σχεδὸν δέ τι καὶ μητρόπολις ἡ Λέσβος ὑπάρχει τῶν Αἰολικῶν πόλεων.
というのもこれらもアイオリスの土地であり、レスボスはアイオリス人の諸都市のいわば母都市のような存在だからである。
ἀρκτέον δʼ ἀφʼ ὧνπερ καὶ τὴν παραλίαν ἐπήλθομεν τὴν κατʼ αὐτήν.
そして、我々がその島に向かい合う海岸線を辿り始めたのと同じ場所から始めるべきである。
§13.2.2ἀπὸ Λεκτοῦ τοίνυν ἐπὶ Ἄσσον πλέουσιν ἀρχὴ τῆς Λεσβίας ἐστὶ κατὰ Σίγριον τὸ πρὸς ἄρκτον αὐτῆς ἄκρον.
さて、レクトンからアッソスへと航海する者にとって、レスボス地方の始まりは、その島の北の岬であるシグリオンの向かいにある。
ἐνταῦθα δέ που καὶ Μήθυμνα πόλις Λεσβίων ἐστὶν ἀπὸ ἑξήκοντα σταδίων τῆς ἐκ Πολυμηδείου πρὸς τὴν Ἄσσον παραλίας.
そしてこのあたりのどこかにレスボス人の都市メテュムナもあり、それはポリュメデイオンからアッソスへ至る海岸から60スタディオンのところにある。
οὔσης δὲ τῆς περιμέτρου σταδίων χιλίων ἑκατὸν ἣν ἡ σύμπασα ἐκπληροῖ νῆσος, τὰ καθʼ ἕκαστα οὕτως ἔχει·
島全体が満たす周囲の長さは1100スタディオンであるが、個々の寸法は次のようになっている。
ἀπὸ Μηθύμνης εἰς Μαλίαν τὸ νοτιώτατον ἄκρον ἐν δεξιᾷ ἔχουσι τὴν νῆσον, καθʼ ὃ αἱ Κάναι μάλιστα ἀντίκεινται τῇ νήσῳ καὶ συναπαρτίζουσι, στάδιοί εἰσι τριακόσιοι τετταράκοντα·
メテュムナから、右手に島を見ながら南の最果ての岬マリアに至るまでは340スタディオンであり、このマリア岬のところで、カナイが最も島と対峙しており、限界を形成している。
ἐντεῦθεν δʼ ἐπὶ Σίγριον, ὅπερ ἐστὶ τῆς νήσου τὸ μῆκος, πεντακόσιοι ἑξήκοντα· εἶτʼ ἐπὶ τὴν Μήθυμναν διακόσιοι δέκα.
そこから、島の長さにあたるシグリオンまでは560スタディオン、それからメテュムナまでは210スタディオンである。
Μιτυλήνη δὲ κεῖται μεταξὺ Μηθύμνης καὶ τῆς Μαλίας ἡ μεγίστη πόλις, διέχουσα τῆς Μαλίας ἑβδομήκοντα σταδίους, τῶν δὲ Κανῶν ἑκατὸν εἴκοσιν, ὅσους καὶ τῶν Ἀργινουσσῶν, αἳ τρεῖς μέν εἰσιν οὐ μεγάλαι νῆσοι, πλησιάζουσι δὲ τῇ ἠπείρῳ, παρακείμεναι ταῖς Κάναις.
最大の都市ミュティレネはメテュムナとマリアの間に位置しており、マリアからは70スタディオン、カナイからは120スタディオン離れている。 これはアルギヌッサイ群島からの距離と同じであり、それらは3つの小さからぬ島々で、本土に近く、カナイに隣接している。
ἐν δὲ τῷ μεταξὺ Μιτυλήνης καὶ τῆς Μηθύμνης κατὰ κώμην τῆς Μηθυμναίας καλουμένην Αἴγειρον στενωτάτη ἐστὶν ἡ νῆσος, ὑπέρβασιν ἔχουσα εἰς τὸν Πυρραίων εὔριπον σταδίων εἴκοσιν.
ミュティレネとメテュムナの中間、メテュムナ領のアイゲイロスと呼ばれる村のあたりで、島は最も狭くなっており、ピュラ人の入り江までの陸路は 20スタディオンである。
ἵδρυται δʼ ἡ Πύρρα ἐν τῷ ἑσπερίῳ πλευρῷ τῆς Λέσβου, διέχουσα τῆς Μαλίας ἑκατόν.
ピュラはレスボスの西側に位置し、マリアからは100スタディオン離れている。
ἔχει δʼ ἡ Μιτυλήνη λιμένας δύο, ὧν ὁ νότιος κλειστὸς τριηρικὸς ναυσὶ πεντήκοντα, ὁ δὲ βόρειος μέγας καὶ βαθύς, χώματι σκεπαζόμενος·
ミュティレネには2つの港があり、そのうち南の港は閉塞港で50隻の三段櫂船を収容でき、北の港は大きく深く、防波堤で守られている。
πρόκειται δʼ ἀμφοῖν νησίον μέρος τῆς πόλεως ἔχον αὐτόθι συνοικούμενον·
これら両方の港の前には、その場所に居住区があって都市の一部をなしている小島が横たわっている。
κατεσκεύασται δὲ τοῖς πᾶσι καλῶς.
全体が美しく建設されている。
§13.2.3ἄνδρας δʼ ἔσχεν ἐνδόξους τὸ παλαιὸν μὲν Πιττακόν, ἕνα τῶν ἑπτὰ σοφῶν, καὶ τὸν ποιητὴν Ἀλκαῖον καὶ τὸν ἀδελφὸν Ἀντιμενίδαν, ὅν φησιν Ἀλκαῖος Βαβυλωνίοις συμμαχοῦντα τελέσαι μέγαν ἆθλον καὶ ἐκ πόνων αὐτοὺς ῥύσασθαι κτείναντα " ἄνδρα μαχαίταν βασιληίων παλαστὰν (ὥς φησιν) ἀπολείποντα μόνον μίαν παχέων ἀπὺ πέμπων.
また、この島はかつて著名な人々を輩出した。 古くは、七賢人の一人であるピッタコス、詩人アルカイオス、そしてその兄弟アンティメニダスを。 アルカイオスによれば、アンティメニダスはバビロニア人の同盟者として戦って偉大な偉業を成し遂げ、彼らを苦難から救い出した、それは次のような者を殺すことによってであった。 「王たちの戦士であり、(彼が言うには)5プー(キュビット)からわずか1パライステ(掌幅)だけ欠ける大男を。
" συνήκμασε δὲ τούτοις καὶ ἡ Σαπφώ, θαυμαστόν τι χρῆμα·
」彼らと同時代にサッフォーも活躍したが、彼女は驚くべき存在であった。
οὐ γὰρ ἴσμεν ἐν τῷ τοσούτῳ χρόνῳ τῷ μνημονευομένῳ φανεῖσάν τινα γυναῖκα ἐνάμιλλον οὐδὲ κατὰ μικρὸν ἐκείνῃ ποιήσεως χάριν.
というのも、記憶されている限りのこれほど長い年月において、詩の魅力において彼女に少しでも匹敵するような女性が現れたのを、我々は知らないからである。
ἐτυραννήθη δὲ ἡ πόλις κατὰ τοὺς χρόνους τούτους ὑπὸ πλειόνων διὰ τὰς διχοστασίας, καὶ τὰ στασιωτικὰ καλούμενα τοῦ Ἀλκαίου ποιήματα περὶ τούτων ἐστίν·
この時代、都市は不和のゆえに多くの独裁者によって支配され、アルカイオスのいわゆる『党争詩』はこれらの出来事に関するものである。
ἐν δὲ τοῖς τυράννοις καὶ ὁ Πιττακὸς ἐγένετο.
その僭主たちのなかにはピッタコスも含まれていた。
Ἀλκαῖος μὲν οὖν ὁμοίως ἐλοιδορεῖτο καὶ τούτῳ καὶ τοῖς ἄλλοις, Μυρσίλῳ καὶ Μελάγχρῳ καὶ τοῖς Κλεανακτίδαις καὶ ἄλλοις τισίν, οὐδʼ αὐτὸς καθαρεύων τῶν τοιούτων νεωτερισμῶν.
そこでアルカイオスは、ピッタコスをも、他の者たち、すなわちミュルシロス、メランクロス、クレアナκティダイの一族、その他と同様に非難したが、彼自身もまたそうした政変の企てと無縁ではなかった。
Πιττακὸς δʼ εἰς μὲν τὴν τῶν δυναστειῶν κατάλυσιν ἐχρήσατο τῇ μοναρχίᾳ καὶ αὐτός, καταλύσας δὲ ἀπέδωκε τὴν αὐτονομίαν τῇ πόλει.
しかしピッタコスは、支配階級の排撃のために自らも独裁制を用いたが、彼らを排除したのちには都市に自由を返還した。
ὕστερον δʼ ἐγένετο χρόνοις πολλοῖς Διοφάνης ὁ ῥήτωρ, καθʼ ἡμᾶς δὲ Ποτάμων καὶ Λεσβοκλῆς καὶ Κριναγόρας καὶ ὁ συγγραφεὺς Θεοφάνης.
後になって、ずっとのちに、弁論家ディオパネスが現れ、我々の時代にはポタモン、レスボクレス、クリナゴラス、そして歴史家のテオファネスが現れた。
οὗτος δὲ καὶ πολιτικὸς ἀνὴρ ὑπῆρξε καὶ Πομπηίῳ τῷ Μάγνῳ κατέστη φίλος μάλιστα διὰ τὴν ἀρετὴν ταύτην, καὶ πάσας συγκατώρθωσεν αὐτῷ τὰς πράξεις, ἀφʼ ὧν τήν τε πατρίδα ἐκόσμησε τὰ μὲν διʼ ἐκείνου τὰ δὲ διʼ ἑαυτοῦ, καὶ ἑαυτὸν πάντων τῶν Ἑλλήνων ἐπιφανέστατον ἀνέδειξεν·
このテオファネスは政治家でもあり、まさにその才能のゆえにポンペイウス・マグヌスと非常に親しい友人となり、彼のすべての事業をともに成し遂げた。 その結果として、彼は一方ではポンペイウスを通じて、他方では自らを通じて祖国を飾り、自分自身を全ギリシア人のなかで最も顕著な人物たらしめた。
υἱόν τε ἀπέλιπε Μάρκον Πομπήιον, ὃν τῆς Ἀσίας ἐπίτροπον κατέστησέ ποτε Καῖσαρ ὁ Σεβαστός, καὶ νῦν ἐν τοῖς πρώτοις ἐξετάζεται τῶν Τιβερίου φίλων.
そして彼は息子マルクス・ポンペイウスを残したが、彼はかつてアウグストゥス・カエサルによってアジアの長官に任じられ、現在もティベリウスの最も親しい友人の列に加えられている。
Ἀθηναῖοι δʼ ἐκινδύνευσαν μὲν ἀνηκέστῳ ψόγῳ περιπεσεῖν ψηφισάμενοι Μιτυληναίους ἡβηδὸν ἀποσφαγῆναι, μετέγνωσαν δὲ καὶ ἔφθη μιᾷ θᾶττον ἡμέρᾳ τὸ ψήφισμα ἀφιγμένον ὡς τοὺς στρατηγοὺς πρὶν ἢ πρᾶξαι τὸ προσταχθέν.
アテナイ人たちは、ミュティレネの成人男子全員を虐殺することを決議したことで、取り返しのつかない汚名にまみれる危機に瀕したが、翻意し、その命令が実行される前に、彼らの(翻意を伝える)決議が将軍たちのもとに1日早く到着したのだった。

語釈・文法注

  1. 13.2.2ἀπὸ Λεκτοῦ τοίνυν ἐπὶ Ἄσσον πλέουσιν — 現在分詞与格複数形 `πλέουσιν`(航海する者にとって)は、地理的な叙述において特定の観点や視点を導入する「判断・関係の与格(dative of reference)」である。航行者の視線から見た位置関係を示している。
  2. 13.2.3παχέων ἀπὺ πέμπων — アルカイオスの詩句におけるアイオリス方言。`παχέων` はアッティカ方言の属格複数 `πήχεων`(キュビット、尺)に相当し、`ἀπὺ πέμπων` は `ἀπὸ πέντε`(5つから)を意味する。全体で「5キュビットから(1掌幅を欠く)」という意味になり、巨漢であることを表現している。
  3. 13.2.3ἔφθη μιᾷ θᾶττον ἡμέρᾳ τὸ ψήφισμα ἀφιγμένον — 動詞 `φθάνω`(先んじる)が分詞 `ἀφιγμένον` を伴う慣用的な構文。直訳すると「その決議(翻意の知らせ)は、[将軍たちが命令を実行するよりも]1日早く到着することにおいて先んじた」となり、命令が実行される一歩手前で間一髪届いたことを表す。

この箇所を引用する

ストラボン, 地理誌 §13.2.1-13.2.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.2.1-13.2.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。