Humanitext Reader

斯特拉波 · 地理学 §13.2.1-13.2.3

莱斯博斯岛的地理概况与杰出人物

第 427 段,共 577 段 · 希腊语

内容简介

本章节描述了莱斯博斯岛的地理位置、其领土尺寸及主要城市,并介绍了该岛孕育的杰出历史人物,包括皮塔科斯、阿尔凯奥斯、萨福以及历史学家狄奥法内斯。

§13.2.1ἐπεὶ δὲ τῇ παραλίᾳ τῇ ἀπὸ Λεκτοῦ μέχρι Κανῶν ἀντιπαρατέταται νῆσος ἡ Λέσβος λόγου ἀξία πλείστου, περίκειται δὲ αὐτῇ καὶ νησία τὰ μὲν ἔξωθεν τὰ δὲ καὶ ἐντὸς μεταξὺ αὐτῆς τε καὶ τῆς ἠπείρου, καιρὸς ἤδη περὶ τούτων εἰπεῖν· καὶ γὰρ ταῦτά ἐστιν Αἰολικά, σχεδὸν δέ τι καὶ μητρόπολις ἡ Λέσβος ὑπάρχει τῶν Αἰολικῶν πόλεων.
由于莱斯博斯岛(一座极有价值的岛屿)正对着从レクトン到卡内延伸的海岸线,且在其周围有一些小岛,有的在外面,有的也在岛本身与大陆之间的内侧,现在是谈论这些的时候了;因为这些也是艾奥利亚人的土地,莱斯博斯岛几乎是艾奥利亚诸城市的母邦。
ἀρκτέον δʼ ἀφʼ ὧνπερ καὶ τὴν παραλίαν ἐπήλθομεν τὴν κατʼ αὐτήν.
我们必须从我们开始探寻与之相对的海岸线的同一地方开始。
§13.2.2ἀπὸ Λεκτοῦ τοίνυν ἐπὶ Ἄσσον πλέουσιν ἀρχὴ τῆς Λεσβίας ἐστὶ κατὰ Σίγριον τὸ πρὸς ἄρκτον αὐτῆς ἄκρον.
因此,对于从レクトン航行到阿ッソス的人来说,莱斯博斯领土的起点正对着シグリオン,即其北端的岬角。
ἐνταῦθα δέ που καὶ Μήθυμνα πόλις Λεσβίων ἐστὶν ἀπὸ ἑξήκοντα σταδίων τῆς ἐκ Πολυμηδείου πρὸς τὴν Ἄσσον παραλίας.
而在此处的某个地方也是美狄姆纳,这是莱斯博斯人的城市,距离从ポリュメデイオン到阿ッソ斯的海岸有六十斯塔迪翁。
οὔσης δὲ τῆς περιμέτρου σταδίων χιλίων ἑκατὸν ἣν ἡ σύμπασα ἐκπληροῖ νῆσος, τὰ καθʼ ἕκαστα οὕτως ἔχει· ἀπὸ Μηθύμνης εἰς Μαλίαν τὸ νοτιώτατον ἄκρον ἐν δεξιᾷ ἔχουσι τὴν νῆσον, καθʼ ὃ αἱ Κάναι μάλιστα ἀντίκεινται τῇ νήσῳ καὶ συναπαρτίζουσι, στάδιοί εἰσι τριακόσιοι τετταράκοντα· ἐντεῦθεν δʼ ἐπὶ Σίγριον, ὅπερ ἐστὶ τῆς νήσου τὸ μῆκος, πεντακόσιοι ἑξήκοντα· εἶτʼ ἐπὶ τὴν Μήθυμναν διακόσιοι δέκα.
虽然整个岛屿所占的外周为一千一百斯塔迪翁,但具体数值如下:从美狄姆纳到最南端的岬角玛利亚(航行时将岛置于右侧,在此处卡内最直接地与该岛相对并构成界限),为三百四十斯塔迪翁;由此到シグリオン(此为岛的长度),为五百六十斯塔迪翁;然后到美狄姆纳,为二百一十斯塔迪翁。
Μιτυλήνη δὲ κεῖται μεταξὺ Μηθύμνης καὶ τῆς Μαλίας ἡ μεγίστη πόλις, διέχουσα τῆς Μαλίας ἑβδομήκοντα σταδίους, τῶν δὲ Κανῶν ἑκατὸν εἴκοσιν, ὅσους καὶ τῶν Ἀργινουσσῶν, αἳ τρεῖς μέν εἰσιν οὐ μεγάλαι νῆσοι, πλησιάζουσι δὲ τῇ ἠπείρῳ, παρακείμεναι ταῖς Κάναις.
米蒂利尼作为最大的城市,位于美狄姆纳和玛利亚之间,距离玛利亚七十斯塔迪翁,距离卡内一百二十斯塔迪翁,这一距离与到阿尔吉努ッサイ群岛的距离相同,后者是三座并不算大的小岛,靠近大陆,与卡内相邻。
ἐν δὲ τῷ μεταξὺ Μιτυλήνης καὶ τῆς Μηθύμνης κατὰ κώμην τῆς Μηθυμναίας καλουμένην Αἴγειρον στενωτάτη ἐστὶν ἡ νῆσος, ὑπέρβασιν ἔχουσα εἰς τὸν Πυρραίων εὔριπον σταδίων εἴκοσιν.
在米蒂利尼与美狄姆纳之间,在美狄姆纳境内一个被称为艾格伊罗斯的村庄附近,岛屿最窄,通往皮拉湾的陆路只有二十斯塔迪翁。
ἵδρυται δʼ ἡ Πύρρα ἐν τῷ ἑσπερίῳ πλευρῷ τῆς Λέσβου, διέχουσα τῆς Μαλίας ἑκατόν.
皮拉位于莱斯博斯岛的西侧,距离玛利亚一百斯塔迪翁。
ἔχει δʼ ἡ Μιτυλήνη λιμένας δύο, ὧν ὁ νότιος κλειστὸς τριηρικὸς ναυσὶ πεντήκοντα, ὁ δὲ βόρειος μέγας καὶ βαθύς, χώματι σκεπαζόμενος· πρόκειται δʼ ἀμφοῖν νησίον μέρος τῆς πόλεως ἔχον αὐτόθι συνοικούμενον· κατεσκεύασται δὲ τοῖς πᾶσι καλῶς.
米蒂利尼有两个港口,其中南面的港口为闭塞港,可容纳五十艘三段双桨船,北面的港口大而深,有防波堤掩护;在这两个港口的前方横亘着一个小岛,岛上有城市的一部分居民居住;该城各处的建设都非常美丽。
§13.2.3ἄνδρας δʼ ἔσχεν ἐνδόξους τὸ παλαιὸν μὲν Πιττακόν, ἕνα τῶν ἑπτὰ σοφῶν, καὶ τὸν ποιητὴν Ἀλκαῖον καὶ τὸν ἀδελφὸν Ἀντιμενίδαν, ὅν φησιν Ἀλκαῖος Βαβυλωνίοις συμμαχοῦντα τελέσαι μέγαν ἆθλον καὶ ἐκ πόνων αὐτοὺς ῥύσασθαι κτείναντα " ἄνδρα μαχαίταν βασιληίων παλαστὰν (ὥς φησιν) ἀπολείποντα μόνον μίαν παχέων ἀπὺ πέμπων.
该岛在古代曾拥有杰出的人士,如七贤之一的皮塔科斯,诗人阿尔凯奥斯,以及他的兄弟安提美尼达斯。 阿尔凯奥斯说,安提美尼达斯作为巴比伦人的盟友并为他们而战,立下了伟大的功勋,并通过杀死以下的人,将他们从苦难中解救了出来: “一位皇室的战士,(正如他所说)仅仅差一掌宽就达到五肘高的巨汉。
" συνήκμασε δὲ τούτοις καὶ ἡ Σαπφώ, θαυμαστόν τι χρῆμα· οὐ γὰρ ἴσμεν ἐν τῷ τοσούτῳ χρόνῳ τῷ μνημονευομένῳ φανεῖσάν τινα γυναῖκα ἐνάμιλλον οὐδὲ κατὰ μικρὸν ἐκείνῃ ποιήσεως χάριν.
” 与他们同时代的还有萨福,她是一个令人惊叹的存在;因为我们不知道在有记忆以来的这段漫长时间里,曾出现过任何一位在诗歌魅力上能与她哪怕是稍微媲美的女性。
ἐτυραννήθη δὲ ἡ πόλις κατὰ τοὺς χρόνους τούτους ὑπὸ πλειόνων διὰ τὰς διχοστασίας, καὶ τὰ στασιωτικὰ καλούμενα τοῦ Ἀλκαίου ποιήματα περὶ τούτων ἐστίν· ἐν δὲ τοῖς τυράννοις καὶ ὁ Πιττακὸς ἐγένετο.
在那些时期,由于内讧,该城曾被多个僭主统治,阿尔凯奥斯所谓的《党争诗》就是关于这些事情的;在这些僭主中也有皮塔科斯。
Ἀλκαῖος μὲν οὖν ὁμοίως ἐλοιδορεῖτο καὶ τούτῳ καὶ τοῖς ἄλλοις, Μυρσίλῳ καὶ Μελάγχρῳ καὶ τοῖς Κλεανακτίδαις καὶ ἄλλοις τισίν, οὐδʼ αὐτὸς καθαρεύων τῶν τοιούτων νεωτερισμῶν.
因此,阿尔凯奥斯同样辱骂了皮塔科斯和其他人,即缪尔シロス、梅兰クロス、克莱安纳クティダイ家族以及其他一些人,尽管他自己也没有免于此类政治变革的企图。
Πιττακὸς δʼ εἰς μὲν τὴν τῶν δυναστειῶν κατάλυσιν ἐχρήσατο τῇ μοναρχίᾳ καὶ αὐτός, καταλύσας δὲ ἀπέδωκε τὴν αὐτονομίαν τῇ πόλει.
但是皮塔科斯为了摧毁统治集团,自己也使用了君主制,但在摧毁他们之后,他把自治权还给了城市。
ὕστερον δʼ ἐγένετο χρόνοις πολλοῖς Διοφάνης ὁ ῥήτωρ, καθʼ ἡμᾶς δὲ Ποτάμων καὶ Λεσβοκλῆς καὶ Κριναγόρας καὶ ὁ συγγραφεὺς Θεοφάνης.
后来,过了许多年,出现了修辞学家狄奥法内斯,而在我们的时代则有波塔蒙、莱斯博克莱斯、克里纳戈拉斯,以及历史学家狄奥法内斯。
οὗτος δὲ καὶ πολιτικὸς ἀνὴρ ὑπῆρξε καὶ Πομπηίῳ τῷ Μάγνῳ κατέστη φίλος μάλιστα διὰ τὴν ἀρετὴν ταύτην, καὶ πάσας συγκατώρθωσεν αὐτῷ τὰς πράξεις, ἀφʼ ὧν τήν τε πατρίδα ἐκόσμησε τὰ μὲν διʼ ἐκείνου τὰ δὲ διʼ ἑαυτοῦ, καὶ ἑαυτὸν πάντων τῶν Ἑλλήνων ἐπιφανέστατον ἀνέδειξεν· υἱόν τε ἀπέλιπε Μάρκον Πομπήιον, ὃν τῆς Ἀσίας ἐπίτροπον κατέστησέ ποτε Καῖσαρ ὁ Σεβαστός, καὶ νῦν ἐν τοῖς πρώτοις ἐξετάζεται τῶν Τιβερίου φίλων.
后者也是一位政治人物,正因为这种才能,他成为了庞培·马格努斯最亲密的朋友,并协助他成功完成了所有的事业,由此他一方面通过庞培,另一方面通过自己装饰了祖国,并使自己成为所有希腊人中最杰出的人物;他留下了一个儿子马尔库斯·庞培,此人曾被奥古斯都·凯撒任命为亚细亚的监察官,现在被列为提贝里乌斯最亲密的朋友之一。
Ἀθηναῖοι δʼ ἐκινδύνευσαν μὲν ἀνηκέστῳ ψόγῳ περιπεσεῖν ψηφισάμενοι Μιτυληναίους ἡβηδὸν ἀποσφαγῆναι, μετέγνωσαν δὲ καὶ ἔφθη μιᾷ θᾶττον ἡμέρᾳ τὸ ψήφισμα ἀφιγμένον ὡς τοὺς στρατηγοὺς πρὶν ἢ πρᾶξαι τὸ προσταχθέν.
阿典娜人曾通过决议要将米蒂利尼的所有成年男子斩尽杀绝,差一点就陷入了无可挽回的耻辱,但他们改变了主意,他们的决议(书信)比将领们执行被命令的事情早了一天送达。

词汇与语法注释

  1. 13.2.2ἀπὸ Λεκτοῦ τοίνυν ἐπὶ Ἄσσον πλέουσιν — 现在分词与格复数形式 `πλέουσιν`(对于航行的人来说)是“关系或视角的与格(dative of reference)”,常用于地理叙事中以引入旅行者的空间视角。
  2. 13.2.3παχέων ἀπὺ πέμπων — 引用自阿尔凯奥斯诗句的艾奥利亚方言。`παχέων` 相当于雅典方言的属格复数 `πήχεων`(肘、尺),而 `ἀπὺ` 即 `ἀπό`,`πέμπων` 即 `πέντε`(五)。整句意为“距离五肘仅差(一掌宽)”,以此形容身材极其高大的人。
  3. 13.2.3ἔφθη μιᾷ θᾶττον ἡμέρᾳ τὸ ψήφισμα ἀφιγμένον — 动词 `φθάνω`(先于、抢先)与分词 `ἀφιγμένον`(到达)连用的惯用句式。直译为“该决议以早到一天的优势抢了先”,表示该命令在被执行前的一刹那、刚好及时送达。

引用这一段

斯特拉波, 地理学 §13.2.1-13.2.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.2.1-13.2.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。