§13.1.68εἶτʼ ἐν ἑκατὸν σταδίοις ἡ Κάνη, τὸ ἀνταῖρον ἀκρωτήριον τῷ Λεκτῷ καὶ ποιοῦν τὸν Ἀδραμυττηνὸν κόλπον, οὗ μέρος καὶ ὁ Ἐλαϊτικός ἐστι.
その次、100スタディオンのところに、レクトン岬と対峙してアドラミュッティオン湾(エライティス湾もその一部である)を形成するカネ岬がある。
Κάναι δὲ πολίχνιον Λοκρῶν τῶν ἐκ Κύνου κατὰ τὰ ἄκρα τῆς Λέσβου τὰ νοτιώτατα κείμενον ἐν τῇ Καναίᾳ·
カナイは、キュノス出身のロクリス人の小都市であり、カナイア地方において、レスボス島の最も南の端の向かいに位置している。
αὕτη δὲ μέχρι τῶν Ἀργινουσσῶν διήκει καὶ τῆς ὑπερκειμένης ἄκρας, ἣν Αἶγά τινες ὀνομάζουσιν ὁμωνύμως τῷ ζῴῳ.
この地方はアルギヌッサイ群島と、その上方にそびえる岬(これがある人々によって動物と同名で「アイクス」と呼ばれている)にまで及んでいる。
δεῖ δὲ μακρῶς τὴν δευτέραν συλλαβὴν ἐκφέρειν Αἰγάν, ὡς ἀκτὰν καὶ ἀρχάν·
ただし、第二音節を長音で「アイガーン」と発音せねばならない。 「アクターン」や「アルカーン」のように。
οὕτω γὰρ καὶ τὸ ὄρος ὅλον ὠνομάζετο, ὃ νῦν Κάνην καὶ Κάνας λέγουσι.
というのも、山全体もそのように呼ばれていたからであり、それを人々は現在カネ、あるいはカナイと呼んでいる。
κύκλῳ δὲ περὶ τὸ ὄρος πρὸς νότον μὲν καὶ δύσιν ἡ θάλαττα, πρὸς ἕω δὲ τὸ Καΐκου πεδίον ὑπόκειται, πρὸς ἄρκτον δὲ ἡ Ἐλαῗτις·
この山の周囲は、南と西は海に、東はカイコス平原がその下に広がり、北はエライティスに接している。
αὐτὸ δὲ καθʼ αὑτὸ ἱκανῶς συνέσταλται, προσνεύει δὲ ἐπὶ τὸ Αἰγαῖον πέλαγος, ὅθεν αὐτῷ καὶ τοὔνομα·
それ自体としてはかなり狭まっているが、エーゲ海に突き出しており、そこにその名前の由来もある。
ὕστερον δὲ αὐτὸ τὸ ἀκρωτήριον Αἰγὰ κεκλῆσθαι, τὸ δὲ λοιπὸν Κάνη καὶ Κάναι.
しかしのちに、その岬自体がアイガと呼ばれるようになり、残りの部分はカネあるいはカナイと呼ばれるようになった。
§13.1.69μεταξὺ δὲ Ἐλαίας τε καὶ Πιτάνης καὶ Ἀταρνέως καὶ Περγάμου Τευθρανία ἐστί, διέχουσα οὐδεμιᾶς αὐτῶν ὑπὲρ ἑβδομήκοντα σταδίους ἐντὸς τοῦ Καΐκου, καὶ ὁ Τεύθρας Κιλίκων καὶ Μυσῶν ἱστόρηται βασιλεύς.
エライア、ピタネ、アタルネウス、ペルガモンの間にはテウトラニアがあり、それはそれらのいずれからも70スタディオンを超えない距離にあり、カイコス川の内側にある。 そしてテウトラスがキリキア人とミュシア人の王であったと伝えられている。
Εὐριπίδης δʼ ὑπὸ Ἀλέου φησὶ τοῦ τῆς Αὔγης πατρὸς εἰς λάρνακα τὴν Αὔγην κατατεθεῖσαν ἅμα τῷ παιδὶ Τηλέφῳ καταποντωθῆναι, φωράσαντος τὴν ἐξ Ἡρακλέους φθοράν·
エウリピデスによれば、アウゲの父アレオスによって、アウゲは子供のテレポスとともに箱に入れられて海に投げ込まれた。 これはアレオスが彼女のヘラクレスによる貞操の喪失を暴いたからである。
Ἀθηνᾶς δὲ προνοίᾳ τὴν λάρνακα περαιωθεῖσαν ἐκπεσεῖν εἰς τὸ στόμα τοῦ Καΐκου, τὸν δὲ Τεύθραντα ἀναλαβόντα τὰ σώματα τῇ μὲν ὡς γαμετῇ χρήσασθαι τῷ δʼ ὡς ἑαυτοῦ παιδί.
そしてアテナの摂理によって、その箱は海を渡ってカイコス川の河口に漂着し、テウトラスがその二人を引き取って、彼女を妻として扱い、彼を自分の子とした。
τοῦτο μὲν οὖν μῦθος, ἄλλην δέ τινα δεῖ γεγονέναι συντυχίαν, διʼ ἣν ἡ τοῦ Ἀρκάδος θυγάτηρ τῷ Μυσῶν βασιλεῖ συνῆλθε καὶ ὁ ἐξ αὐτῆς διεδέξατο τὴν ἐκείνου βασιλείαν.
これはまあ神話であるが、アルカディア人の娘がミュシアの王と結ばれ、彼女から生まれた子が彼の王位を継承するに至ったのには、別の何らかの出来事があったに違いない。
πεπίστευται δʼ οὖν ὅτι καὶ ὁ Τεύθρας καὶ ὁ Τήλεφος ἐβασίλευσαν τῆς χώρας τῆς περὶ τὴν Τευθρανίαν καὶ τὸν Κάικον, ὁ δὲ ποιητὴς ἐπὶ τοσοῦτον μέμνηται μόνον τῆς ἱστορίας ταύτης
"
ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ
ἥρω Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων,
"
αἴνιγμα τιθεὶς ἡμῖν μᾶλλον ἢ λέγων τι σαφές.
ともかく、テウトラスもテレポスもテウトラニアとカイコス川の周辺地方を支配したと信じられている。 しかし詩人はこの歴史についてこれだけしか言及していない。 「いや、テレポスの子、英雄エウリュピュロスを青銅で打ち倒し、その周囲で多くのケテイオス人の戦友たちが女への贈り物のゆえに殺されたその有様は。 」このように言って、詩人は明白なことを語るよりは、むしろ我々に謎を提示している。
οὔτε γὰρ τοὺς Κητείους ἴσμεν οὕστινας δέξασθαι δεῖ, οὔτε τὸ
γυναίων εἵνεκα δώρων.
というのも、我々は「ケテイオス人」とは誰のこととして解釈すべきかを知らないし、「女への贈り物のゆえに」という表現の意味も知らないからである。
ἀλλὰ καὶ οἱ γραμματικοὶ μυθάρια παραβάλλοντες εὑρεσιλογοῦσι μᾶλλον ἢ λύουσι τὰ ζητούμενα.
文法学者たちもまた、様々な神話を比較検討してはいるが、求めている問題を解決するよりは、むしろこじつけの議論を展開している。
§13.1.70ἐάσθω δὴ ταῦτα, ἐκεῖνο δʼ ὅπερ ἐστὶ μᾶλλον ἐν φανερῷ λαβόντες λέγωμεν, ὅτι ἐν τοῖς περὶ τὸν Κάικον τόποις φαίνεται βεβασιλευκὼς καθʼ Ὅμηρον ὁ Εὐρύπυλος, ὥστʼ ἴσως καὶ τῶν Κιλίκων τι μέρος ἦν ὑπʼ αὐτῷ, καὶ οὐ δύο δυναστεῖαι μόνον ἀλλὰ καὶ τρεῖς ὑπῆρξαν ἐν αὐτοῖς.
これらのことはさておき、より明白な事柄を取り上げて言うならば、ホメロスによればエウリュピュロスはカイコス川の周辺地方を支配していたように見え、したがって、おそらくキリキア人の一部も彼の配下にあったと思われる。 それゆえ、彼らの間には二つだけでなく、三つの支配が存在したことになる。
τῷ δὲ λόγῳ τούτῳ συνηγορεῖ τὸ ἐν τῇ Ἐλαΐτιδι χειμαρρῶδες ποτάμιον δείκνυσθαι Κήτειον·
そして、この議論を支持するものとして、エライティスにおいてケテイオスと呼ばれる急流が示されるという事実がある。
ἐμπίπτει δʼ οὗτος εἰς ἄλλον ὅμοιον, εἶτʼ ἄλλον, καταστρέφουσι δὲ εἰς τὸν Κάικον·
この川は別の同様の川に流れ込み、さらに別の川に流れ込み、最終的にそれらはカイコス川に注ぎ込んでいる。
ὁ δὲ Κάικος οὐκ ἀπὸ τῆς Ἴδης ῥεῖ, καθάπερ εἴρηκε Βακχυλίδης, οὐδʼ ὀρθῶς Εὐριπίδης τὸν Μαρσύαν φησί
"
τὰς διωνομασμένας
ναίειν Κελαινὰς ἐσχάτοις Ἴδης τόποις.
しかしカイコス川は、バッキュリデスが述べているようにイデ山から流れているわけではなく、またエウリピデスがマルシュアスについて「名高きケライナイが、イデ山の最果ての地に位置している」と言っているのも正しくない。
"
πολὺ γὰρ τῆς Ἴδης ἄπωθεν αἱ Κελαιναί, πολὺ δὲ καὶ αἱ τοῦ Καΐκου πηγαί·
というのも、ケライナイはイデ山から非常に遠く離れており、カイコス川の源流もまた非常に遠いからである。
δείκνυνται γὰρ ἐν πεδίῳ.
なぜなら、それらは平原の中に位置しているからである。
Τῆμνον δʼ ἔστιν ὄρος ὃ διορίζει τοῦτό τε καὶ τὸ καλούμενον Ἀπίας πεδίον, ὃ ὑπέρκειται ἐν τῇ μεσογαίᾳ τοῦ Θήβης πεδίου·
テムノスという山があり、それがこの平原と、内陸においてテーベー平原の上方に位置する、いわゆるアピア平原とを隔てている。
ῥεῖ δʼ ἐκ τοῦ Τήμνου ποταμὸς Μύσιος ἐμβάλλων εἰς τὸν Κάικον ὑπὸ ταῖς πηγαῖς αὐτοῦ, ἀφʼ οὗ δέχονταί τινες εἰπεῖν Αἰσχύλον κατὰ τὴν εἰσβολὴν τοῦ ἐν Μυρμιδόσι προλόγου
"
ἰὼ Κάικε Μύσιαί τʼ ἐπιρροαί.
そしてテムノス山からはミュシオス川が流れ出て、カイコス川の源流の下方でこれに合流する。 ある人々は、アイスキュロスが『ミュルミドン人たち』のプロローグの冒頭で「ああ、カイコス川よ、そしてミュシアの流れよ」と歌っているのは、この川を意味していると解釈している。
"
ἐγγὺς δὲ τῶν πηγῶν κώμη Γέργιθα ἔστιν, εἰς ἣν μετῴκισεν Ἄτταλος τοὺς ἐν τῇ Τρῳάδι τὸ χωρίον ἐξελών.
そして、その源流の近くにはゲルギタという村があり、そこへアッタロスは、トロアス地方にあったその場所を破壊して、そこの住民を移住させたのである。