§13.2.4ἡ δὲ Πύρρα κατέστραπται, τὸ δὲ προάστειον οἰκεῖται καὶ ἔχει λιμένα, ὅθεν εἰς Μιτυλήνην ὑπέρβασις σταδίων ὀγδοήκοντα.
ピュラは破壊されているが、その郊外には人が住んでおり、港を有している。 そこからミュティレネへの陸路は80スタディオンである。
εἶτʼ Ἔρεσος ἔστι μετὰ τὴν Πύρραν·
次にピュラの後にエレソスがある。
ἵδρυται δʼ ἐπὶ λόφου καθήκει τε ἐπὶ θάλατταν·
これは丘の上に建てられ、海にまで下っている。
εἶτʼ ἐπὶ τὸ Σίγριον ἐντεῦθεν στάδιοι εἰκοσιοκτώ·
そこからシグリオンまでは28スタディオンである。
ἐξ Ἐρέσου δʼ ἦσαν Θεόφραστός τε καὶ Φανίας οἱ ἐκ τῶν περιπάτων φιλόσοφοι, Ἀριστοτέλους γνώριμοι.
エレソス出身なのが、逍遥学派の哲学者でアリストテレスの知己であったテオフラストスとパニアスである。
Τύρταμος δʼ ἐκαλεῖτο ἔμπροσθεν ὁ Θεόφραστος, μετωνόμασε δʼ αὐτὸν Ἀριστοτέλης Θεόφραστον, ἅμα μὲν φεύγων τὴν τοῦ προτέρου ὀνόματος κακοφωνίαν, ἅμα δὲ τὸν τῆς φράσεως αὐτοῦ ζῆλον ἐπισημαινόμενος·
テオフラストスは以前はティルタモスと呼ばれていたが、アリストテレスが彼をテオフラストスと改名した。 それは一方で元の名前の不快な響きを避けるためであり、他方で彼の表現の熱心さを示すためであった。
ἅπαντας μὲν γὰρ λογίους ἐποίησε τοὺς μαθητὰς Ἀριστοτέλης, λογιώτατον δὲ Θεόφραστον.
というのも、アリストテレスは弟子たちを皆、学識豊かにしたが、テオフラストスを最も学識豊かにしたからである。
Ἄντισσα δʼ ἐφεξῆς ἐστι τῷ Σιγρίῳ πόλις ἔχουσα λιμένα, ἔπειτα Μήθυμνα·
アンティサはシグリオンに次ぐ都市で港を持っており、その次にメテュムナがある。
ἐντεῦθεν δʼ ἦν Ἀρίων ὁ ἐπὶ τῷ δελφῖνι μυθευόμενος ὑπὸ τῶν περὶ Ἡρόδοτον εἰς Ταίναρον σωθῆναι, καταποντωθεὶς ὑπὸ τῶν λῃστῶν·
ここ(メテュムナ)の出身なのがアリオンで、彼は海賊たちによって海に投げ込まれたが、イルカによってタイナロンへと無事に救われたと、ヘロドトスらによって伝説的に語られている。
οὗτος μὲν οὖν κιθαρῳδός.
この男はキタラ奏者であった。
καὶ Τέρπανδρον δὲ τῆς αὐτῆς μουσικῆς τεχνίτην γεγονέναι φασὶ καὶ τῆς αὐτῆς νήσου, τὸν πρῶτον ἀντὶ τῆς τετραχόρδου λύρας ἑπταχόρδῳ χρησάμενον, καθάπερ καὶ ἐν τοῖς ἀναφερομένοις ἔπεσιν εἰς αὐτὸν λέγεται
"
σοὶ δʼ ἡμεῖς τετράγηρυν ἀποστρέψαντες ἀοιδὴν,
ἑπτατόνῳ φόρμιγγι νέους κελαδήσομεν ὕμνους.
またテルパンドロスもまた同じ音楽の技芸の持ち主であり、同じ島の出身であると言われている。 彼は4弦のリラの代わりに初めて7弦のリラを用いた人物であり、彼に帰せられる詩のなかでも次のように言われている。 「あなたのために、我々は四音の歌を退け、七弦のフォルミンクスで新しい賛歌を歌い響かせよう。
"
καὶ Ἑλλάνικος δὲ Λέσβιος ὁ συγγραφεὺς καὶ Καλλίας ὁ τὴν Σαπφὼ καὶ τὸν Ἀλκαῖον ἐξηγησάμενος.
」また、歴史家のレスボス人ヘラニコス、そしてサッフォーとアルカイオスを注釈したカリアスもまた同島の出身である。
§13.2.5κατὰ δὲ τὸν πορθμὸν τὸν μεταξὺ τῆς Ἀσίας καὶ τῆς Λέσβου νησία ἐστὶ περὶ εἴκοσιν, ὡς δὲ Τιμοσθένης φησί, τετταράκοντα·
アジアとレスボスの間の海峡には、約20の小島があり、ティモステネスによれば40ある。
καλοῦνται δʼ Ἑκατόννησοι συνθέτως, ὡς Πελοπόννησος, κατὰ ἔθος τι τοῦ ν γράμματος πλεονάζοντος ἐν τοῖς τοιούτοις, ὡς Μυόννησος καὶ Προκόννησος λέγεται καὶ Ἁλόννησος, ὥστε Ἑκατόννησοί εἰσιν, οἷον Ἀπολλωνόννησοι·
これらは「ヘカトンネソイ」と複合名で呼ばれている。 これは「ペロポンネソス」のように、こうした名前においてニュー(ν)の文字が過剰になるという慣習によるものであり、それは「ミュオンネソス」や「プロコンネソス」や「ハロンネソス」と呼ばれるのと同様である。 したがって、ヘカトンネソイとはいわばアポロノンネソイ(アポロンの島々)のことである。
Ἕκατος γὰρ ὁ Ἀπόλλων·
なぜならアポロンはヘカトスだからである。
παρὰ πᾶσαν γὰρ δὴ τὴν παραλίαν ταύτην ὁ Ἀπόλλων ἐκτετίμηται μέχρι Τενέδου, Σμινθεὺς ἢ Κιλλαῖος καλούμενος ἢ Γρυνεὺς ἤ τινα ἄλλην ἐπωνυμίαν ἔχων.
実に、テネドスに至るまでのこの海岸線全域に沿ってアポロンは極めて尊ばれており、スミンテウス、キライオス、あるいはグリュネウスと呼ばれ、あるいは他の何らかの異名を持っている。
πλησίον δὲ τούτων ἐστὶ καὶ ἡ Πορδοσελήνη, πόλιν ὁμώνυμον ἔχουσα ἐν αὐτῇ·
これらの近くにはポルドセレネもあり、そこには同名の都市がある。
καὶ πρὸ τῆς πόλεως ταύτης ἄλλη νῆσος μείζων αὐτῆς, καὶ πόλις ὁμώνυμος ἔρημος, ἱερὸν ἅγιον ἔχουσα Ἀπόλλωνος.
そしてこの都市の前には、それよりも大きな別の島があり、そこには今は無人となった同名の都市と、アポロンの神聖な神殿がある。
§13.2.6τὰς δὲ δυσφημίας τῶν ὀνομάτων φεύγοντές τινες ἐνταῦθα μὲν Ποροσελήνην δεῖν λέγειν φασί, τὸ δʼ Ἀσπορδηνὸν ὄρος τὸ περὶ Πέργαμον, τραχὺ καὶ λυπρὸν ὄν, Ἀσπορηνόν, καὶ τὸ ἱερὸν τὸ ἐνταῦθα τῆς μητρὸς τῶν θεῶν Ἀσπορηνῆς.
名前の不吉な響きを避けるために、ある人々は、ここでは「ポロセレネ」と言うべきだと主張している。 また、ペルガモン近郊の、険しく不毛な山であるアスポルデノン山を「アスポレノン山」と呼び、そこにある神々の母の神殿を「アスポレネの母の神殿」と呼ぶべきだとしている。
τί οὖν φήσομεν τὴν πόρδαλιν καὶ τὸν σαπέρδην καὶ τὸν Περδίκκαν καὶ τὸ Σιμωνίδου
"
σὺν πορδακοῖσιν ἐκπεσόντες εἵμασιν
"
ἀντὶ τοῦ διαβρόχοις, καὶ ἐν τῇ ἀρχαίᾳ που κωμῳδίᾳ
"
πορδακὸν τὸ χωρίον
"
τὸ λιμνάζον;
しかし、それなら「ポルダリス」(豹)や「サペルデス」(魚の一種)や「ペルディクラス」、そしてシモニデスの詩の「水浸しの衣服をまとって逃れ」(ここで『水浸しの』の代わりに『ポルダコイシン』が使われている)、さらに古い喜劇のどこかにある、沼地を指して「湿った(ポルダコン)土地」と言うのを、我々はどう言えばよいというのか。
διέχει δʼ ἡ Λέσβος τὸ ἴσον ἀπὸ τῆς Τενέδου καὶ Λήμνου καὶ Χίου σχεδόν τι τῶν πεντακοσίων ἐνδοτέρω σταδίων.
レスボスはテネドス、レムノス、キオスからほぼ等しい距離にあり、その距離はおよそ500スタディオンに満たない距離である。