Humanitext Reader

ストラボン · 地理誌 §13.1.4-13.1.6

トロアス境界をめぐる諸説とイダ山による地形区分

405 / 577 箇所 · ギリシア語

要旨

著者は、トロアスやアイオリスの境界設定をめぐる後代の地理学者たちの諸説を列挙した上で、イダ山の位置と形状(ゼレイアとレクトンを両端とする構造)こそがこの地域の地形を画定する基準であることを論じ、さらにレクトン岬を回った先に広がる湾と沿岸の都市の配置について説明する。

§13.1.4τῶν Αἰολέων τοίνυν καθʼ ὅλην σκεδασθέντων τὴν χώραν, ἣν ἔφαμεν ὑπὸ τοῦ ποιητοῦ λέγεσθαι Τρωικήν, οἱ ὕστερον οἱ μὲν πᾶσαν Αἰολίδα προσαγορεύουσιν οἱ δὲ μέρος, καὶ Τροίαν οἱ μὲν ὅλην οἱ δὲ μέρος αὐτῆς, οὐδὲν ὅλως ἀλλήλοις ὁμολογοῦντες.
さて、アイオリス人がその地(詩人がトロイアの地と呼んだとわれわれが述べた全域)に分散したため、後代の人々はある者はその全域をアイオリスと呼び、ある者は一部をそう呼び、またトロイアについても、ある者は全体を、ある者は一部をそう呼び、互いに全く合致していない。
εὐθὺς γὰρ ἐπὶ τῶν κατὰ τὴν Προποντίδα τόπων ὁ μὲν Ὅμηρος ἀπὸ Αἰσήπου τὴν ἀρχὴν ποιεῖται τῆς Τρῳάδος, Εὔδοξος δὲ ἀπὸ Πριάπου καὶ Ἀρτάκης τοῦ ἐν τῇ Κυζικηνῶν νήσῳ χωρίου ἀνταίροντος τῷ Πριάπῳ, συστέλλων ἐπʼ ἔλαττον τοὺς ὅρους, Δαμάστης δʼ ἔτι μᾶλλον συστέλλει ἀπὸ Παρίου·
実際、プロポンティスの周辺地域に関して言えば、まずホメロスはアイセポス川からトロアスの始まりとしているが、エウドクソスはプリアポスおよび、キジコス人の島にあってプリアポスの向かいにある場所であるアルタケからトロアスを始めており、その境界をより狭めている。 そしてダマステスはパリオスからとすることで、さらに狭めている。
καὶ γὰρ οὗτος μὲν ἕως Λεκτοῦ προάγει, ἄλλοι δʼ ἄλλως·
というのも、彼(ダマステス)はレクトンまでトロアスを進めているが、他の者たちは異なって進めている。
Χάρων δʼ ὁ Λαμψακηνὸς τριακοσίους ἄλλους ἀφαιρεῖ σταδίους, ἀπὸ Πρακτίου ἀρχόμενος (τοσοῦτοι γάρ εἰσιν ἀπὸ Παρίου εἰς Πράκτιον), ἕως μέντοι Ἀτραμυττίου πρόεισι·
ランプサコスのカロンは、プラクティオス川から始めることで(パリオスからプラクティオスまではその距離だからである)、さらに300スタディオンを取り除いており、しかしながらアドラミュッティオンまで進んでいる。
Σκύλαξ δὲ ὁ Καρυανδεὺς ἀπὸ Ἀβύδου ἄρχεται·
カリュアンダのスクュラクスはアビュドスから始めている。
ὁμοίως δὲ τὴν Αἰολίδα Ἔφορος μὲν λέγει ἀπὸ Ἀβύδου μέχρι Κύμης, ἄλλοι δʼ ἄλλως.
同様に、アイオリスについて、エフォロスはアビュドスからキュメまでであると言っているが、他の者たちは異なった風に言っている。
§13.1.5τοπογραφεῖ δὲ κάλλιστα τὴν ὄντως λεγομένην Τροίαν ἡ τῆς Ἴδης θέσις, ὄρους ὑψηλοῦ βλέποντος πρὸς δύσιν καὶ τὴν ταύτῃ θάλατταν, μικρὰ δʼ ἐπιστρέφοντος καὶ πρὸς ἄρκτον καὶ τὴν ταύτῃ παραλίαν.
真にトロイアと呼ばれる地域の地形を最もよく画定しているのは、イダ山の位置である。 この高い山は西とその側の海に向いており、また北とその側の沿岸部の方へも少し曲がっている。
ἔστι δὲ αὕτη μὲν τῆς Προποντίδος ἀπὸ τῶν περὶ Ἄβυδον στενῶν ἐπὶ τὸν Αἴσηπον καὶ τὴν Κυζικηνήν· ἡ δʼ ἑσπερία θάλαττα ὅ τε Ἑλλήσποντός ἐστιν ὁ ἔξω καὶ τὸ Αἰγαῖον πέλαγος.
この北の沿岸部は、アビュドス周辺の海峡からアイセポス川およびクジコス領に至るプロポンティスの沿岸であり、西の海とは外側のヘレスポントスとエーゲ海のことである。
πολλοὺς δʼ ἔχουσα πρόποδας ἡ Ἴδη καὶ σκολοπενδρώδης οὖσα τὸ σχῆμα ἐσχάτοις ἀφορίζεται τούτοις, τῷ τε περὶ τὴν Ζέλειαν ἀκρωτηρίῳ καὶ τῷ καλουμένῳ Λεκτῷ, τῷ μὲν τελευτῶντι εἰς τὴν μεσόγαιαν μικρὸν ὑπὲρ τῆς Κυζικηνῆς (καὶ δὴ καὶ ἔστι νῦν ἡ Ζέλεια τῶν Κυζικηνῶν)· τὸ δὲ Λεκτὸν εἰς τὸ πέλαγος καθήκει τὸ Αἰγαῖον ἐν παράπλῳ κείμενον τοῖς ἐκ Τενέδου πλέουσιν εἰς Λέσβον.
多くの山麓を持ち、その形状がムカデのようであるイダ山は、これら両端のもの、すなわちゼレイア周辺の突端と、レクトンと呼ばれるものによって区切られている。 前者はクジコス領の少し上方の内陸部で終わっており(実際、現在ゼレイアはクジコス人の領土の一部である)、レクトンは、テネドスからレスボスへと航海する者たちの航路に位置して、エーゲ海へと下りて伸びている。
" Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν, Λεκτὸν ὅθι πρῶτον λιπέτην ἅλα " ὕπνος καὶ Ἥρα, τοῖς οὖσιν οἰκείως τοῦ ποιητοῦ φράζοντος τὸ Λεκτόν·
「そして彼らは多くの泉を持つ、獣たちの母であるイダ山へと至った。 レクトンにおいて、彼らは最初に海を離れた」眠りとヘラがそうしたのだった。 詩人は実態に即してレクトンを表現している。
καὶ γὰρ ὅτι τῆς Ἴδης ἐστὶ τὸ Λεκτὸν καὶ διότι πρώτη ἀπόβασις ἐκ θαλάττης αὕτη τοῖς ἐπὶ τὴν Ἴδην ἀνιοῦσιν, εἴρηκεν ὀρθῶς.
なぜなら、レクトンがイダ山の一部であること、そしてイダ山へと登る者にとってこれが海からの最初の登陸地点であることを、彼は正しく述べているからである。
τοὺς δὴ πρόποδας τοὺς ἐσχάτους ἐφʼ ἑκάτερα φράζων οὕτως τὸ Λεκτὸν καὶ τὴν Ζέλειαν, οἰκείως τούτων ἀκρώρειαν ἀφορίζει Γάργαρον, ἄκρον λέγων·
このようにレクトンとゼレイアを両側の最端の山麓として表現した上で、彼はこれらの最高峰としてガルガロンを適切に規定し、それを頂上と呼んでいる。
καὶ γὰρ καὶ νῦν Γάργαρον ἐν τοῖς ἄνω μέρεσι τῆς Ἴδης δείκνυται τόπος, ἀφʼ οὗ τὰ νῦν Γάργαρα πόλις Αἰολική.
実際、現在でもイダ山の上部にガルガロンという場所が示されており、それから現在のアイオリスの都市ガルガラが名付けられた。
ἐντὸς μὲν οὖν τῆς Ζελείας καὶ τοῦ Λεκτοῦ πρῶτά ἐστιν ἀπὸ τῆς Προποντίδος ἀρξαμένοις μέχρι τῶν κατʼ Ἄβυδον στενῶν, εἶτʼ ἔξω τῆς Προποντίδος τὰ μέχρι Λεκτοῦ.
したがって、ゼレイアとレクトンの内側において、プロポンティスから始める者にとっては、アビュドス周辺の海峡までが最初の部分であり、次いでプロポンティスの外側にあたる、レクトンに至るまでの部分がある。
§13.1.6κάμψαντι δὲ τὸ Λεκτὸν ἀναχεῖται κόλπος μέγας, ὃν ἡ Ἴδη ποιεῖ πρὸς τὴν ἤπειρον ἀποχωροῦσα ἀπὸ τοῦ Λεκτοῦ, καὶ αἱ Κάναι, τὸ ἐκ θατέρου μέρους ἀντικείμενον ἀκρωτήριον τῷ Λεκτῷ·
レクトンを回る者に対しては、大きな湾が広がっている。 これはイダ山がレクトンから内陸へと退くことによって形成されるものであり、またレクトンに対して反対側で対峙する岬であるカナイによって形成される。
καλοῦσι δʼ οἱ μὲν Ἰδαῖον κόλπον, οἱ δʼ Ἀδραμυττηνόν.
ある者はこれをイダイオス湾と呼び、ある者はアドラミュッテノス湾と呼ぶ。
ἐν τούτῳ δὲ αἱ τῶν Αἰολέων πόλεις μέχρι τῶν ἐκβολῶν τοῦ Ἕρμου, καθάπερ εἰρήκαμεν.
この湾内、およびそこからヘルモス川の河口に至るまでに、われわれが述べたようにアイオリス人の都市が並んでいる。
εἴρηται δὲ ἐν τοῖς ἔμπροσθεν, ὅτι τοῖς ἐκ Βυζαντίου πλέουσι πρὸς νότον ἐπʼ εὐθείας ἐστὶν ὁ πλοῦς, πρῶτον ἐπὶ Σηστὸν καὶ Ἄβυδον διὰ μέσης τῆς Προποντίδος, ἔπειτα τῆς παραλίας τῆς Ἀσίας μέχρι Καρίας.
先に述べられたように、ビュザンティオンから南へと航海する者にとって、その航路は直線的であり、まずプロポンティスの中央を通ってセストスとアビュドスへと至り、次いでアジアの沿岸をカリアに至るまで進む。
ταύτην δὴ φυλάττοντας χρὴ τὴν ὑπόθεσιν ἀκούειν τῶν ἑξῆς, κἂν λέγωμεν κόλπους τινὰς ἐν τῇ παραλίᾳ, τάς τε ἄκρας δεῖ νοεῖν τὰς ποιούσας αὐτοὺς ἐπὶ τῆς αὐτῆς γραμμῆς κειμένας ὥσπερ τινὸς μεσημβρινῆς.
この前提をしっかりと念頭に置いて、これ以降の記述を聞くべきである。 沿岸部のいくつかの湾について語る場合であっても、それらを形成する岬が、いわば一種の子午線のように、同一の直線上に位置していると理解せねばならない。

語釈・文法注

  1. §13.1.4τῶν Αἰολέων τοίνυν καθʼ ὅλην σκεδασθέντων τὴν χώραν — 属格絶対。分詞 σκεδασθέντων の意味上の主語は τῶν Αἰολέων(アイオリス人)であり、主節の主語である οἱ ὕστερον(後代の人々)とは異なっている。
  2. §13.1.5τοῖς οὖσιν οἰκείως — 中性複数与格分詞である τοῖς οὖσιν(あるもの、事実)が副詞 οἰκείως と結びつき、「事実に即して」「現実の状況に適合して」を意味する慣用的な表現。
  3. §13.1.6κάμψαντι δὲ τὸ Λεκτὸν — 関係の与格(または関心・判断の与格)としての与格分詞。道案内や地理的な状況を叙述する際、特定の視点(「レクトン岬を曲がる者にとっては〜が広がる」)を提示するために用いられる用法。

この箇所を引用する

ストラボン, 地理誌 §13.1.4-13.1.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.1.4-13.1.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。