§13.1.1μέχρι μὲν δεῦρο ἀφωρίσθω τὰ περὶ τῆς Φρυγίας ἐπανιόντες δὲ πάλιν ἐπὶ τὴν Προποντίδα καὶ τὴν ἐφεξῆς τῷ Αἰσήπῳ παραλίαν τὴν αὐτὴν τῆς περιοδείας τάξιν ἀποδώσομεν.
フリュギアに関する記述は、ここまでで区切られるものとしよう。 われわれは再びプロポンティスと、アイセポス川に続く沿岸部へと戻り、周回記述の同じ順序を施すことにしよう。
ἔστι δὲ Τρῳὰς πρώτη τῆς παραλίας ταύτης, ἧς τὸ πολυθρύλητον καίπερ ἐν ἐρειπίοις καὶ ἐν ἐρημίᾳ λειπομένης ὅμως πολυλογίαν οὐ τὴν τυχοῦσαν παρέχει τῇ γραφῇ.
トロアス(トロイ地方)はこの沿岸の最初の部分であり、遺跡と荒廃のうちに取り残されているとはいえ、そのあまりにも名高い名声ゆえに、著作に対して並々ならぬ長大な叙述を提供する。
πρὸς τοῦτο δὲ συγγνώμης δεῖ καὶ παρακλήσεως, ὅπως τὴν αἰτίαν τοῦ μήκους μὴ ἡμῖν μᾶλλον ἀνάπτωσιν οἱ ἐντυγχάνοντες ἢ τοῖς σφόδρα ποθοῦσι τὴν τῶν ἐνδόξων καὶ παλαιῶν γνῶσιν·
これに対しては、寛容と懇願が必要である。 それは、読者が記述の長大さの責任を、われわれよりもむしろ、有名で古い事柄についての知識を強く切望する人々のせいにしてくれるためである。
προσλαμβάνει δὲ τῷ μήκει καὶ τὸ πλῆθος τῶν ἐποικησάντων τὴν χώραν Ἑλλήνων τε καὶ βαρβάρων, καὶ οἱ συγγραφεῖς οὐχὶ τὰ αὐτὰ γράφοντες περὶ τῶν αὐτῶν οὐδὲ σαφῶς πάντα·
また、その地に定住したギリシア人とバルバロイの多さや、歴史家たちが同じ事柄について同じように書いておらず、すべてを明確に書いているわけでもないことが、記述の長さにさらに拍車をかけている。
ὧν ἐν τοῖς πρώτοις ἐστὶν Ὅμηρος εἰκάζειν περὶ τῶν πλείστων παρέχων.
その最たる者がホメロスであり、彼はほとんどの事柄について推測する余地を多く与えている。
δεῖ δὲ καὶ τὰ τούτου διαιτᾶν καὶ τὰ τῶν ἄλλων ὑπογράψαντας πρότερον ἐν κεφαλαίῳ τὴν τῶν τόπων φύσιν.
だが、最初に各地の自然的性質の概要を素描した上で、彼の記述や他の者たちの記述を吟味しなければならない。
§13.1.2ἀπὸ δὴ τῆς Κυζικηνῆς καὶ τῶν περὶ Αἴσηπον τόπων καὶ Γράνικον μέχρι Ἀβύδου καὶ Σηστοῦ τὴν τῆς Προποντίδος παραλίαν εἶναι συμβαίνει, ἀπὸ δὲ Ἀβύδου μέχρι Λεκτοῦ τὰ περὶ Ἴλιον καὶ Τένεδον καὶ Ἀλεξάνδρειαν τὴν Τρῳάδα·
クジコス領およびアイセポス川やグラニコス川の周辺地域からアビュドスとセストスに至るまでが、プロポンティスの沿岸にあたる。 アビュドスからレクトンまでは、イリオン、テネドス、アレクサンドリアの周辺地域であり、トロアスである。
πάντων δὴ τούτων ὑπέρκειται ἡ Ἴδη τὸ ὄρος μέχρι Λεκτοῦ καθήκουσα·
これらすべての背後にはイダ山がそびえており、レクトンまで延びている。
ἀπὸ Λεκτοῦ δὲ μέχρι Καΐκου ποταμοῦ καὶ τῶν Κανῶν λεγομένων ἔστι τὰ περὶ Ἄσσον καὶ Ἀδραμύττιον καὶ Ἀταρνέα καὶ Πιτάνην καὶ τὸν Ἐλαϊτικὸν κόλπον·
レクトンからカイコス川およびいわゆるカナイまでは、アッソス、アドラミュッティオン、アタルネウス、ピタネ、そしてエライア湾の周辺地域である。
οἷς πᾶσιν ἀντιπαρήκει ἡ τῶν Λεσβίων νῆσος·
これらすべてに並行して、レスボス人の島が伸びている。
εἶθʼ ἑξῆς τὰ περὶ Κύμην μέχρι Ἕρμου καὶ Φωκαίας, ἥπερ ἀρχὴ μὲν τῆς Ἰωνίας ἐστὶ πέρας δὲ τῆς Αἰολίδος.
次いで、キュメの周辺からヘルモス川およびフォカイアに至る地域であり、フォカイアはイオニアの始まりでありアイオリスの終わりである。
τοιούτων δὲ τῶν τόπων ὄντων ὁ μὲν ποιητὴς ἀπὸ τῶν περὶ Αἴσηπον τόπων καὶ τῶν περὶ τὴν νῦν Κυζικηνὴν χώραν ὑπαγορεύει μάλιστα τοὺς Τρῶας ἄρξαι μέχρι τοῦ Καΐκου ποταμοῦ διῃρημένους κατὰ δυναστείας εἰς ὀκτὼ μερίδας ἢ καὶ ἐννέα·
地域がこのようになっている中で、詩人は、トロイア人がアイセポス周辺の地域や現在のクジコス領からカイコス川に至るまでを支配していたことを特に示唆しており、彼らは諸王朝によって8つ、あるいは9つの地域に分割されていた。
τὸ δὲ τῶν ἄλλων ἐπικούρων πλῆθος ἐν τοῖς συμμάχοις διαριθμεῖται.
その他の援助軍の群勢は同盟軍のなかに数え上げられている。
§13.1.3οἱ δʼ ὕστερον τοὺς ὅρους οὐ τοὺς αὐτοὺς λέγουσι καὶ τοῖς ὀνόμασι χρῶνται διηλλαγμένως, διαιρέσεις νέμοντες πλείους.
しかし、後世の著述家たちは同じ境界を述べず、名称を様々に用い、より多くの分割を配している。
μάλιστα δὲ αἱ τῶν Ἑλλήνων ἀποικίαι παρεσχήκασι λόγον·
そして特にギリシア人の植民活動が議論をもたらしている。
ἧττον μὲν ἡ Ἰωνική (πλείονι γὰρ διέστηκε τῆς Τρῳάδος), ἡ δὲ τῶν Αἰολέων παντάπασι·
イオニア人の植民はそれほどでもないが(というのも、それはトロアスから遠く離れているからである)、アイオリス人の植民は全くもってそうである。
καθʼ ὅλην γὰρ ἐσκεδάσθη ἀπὸ τῆς Κυζικηνῆς μέχρι τοῦ Καΐκου καὶ ἐπέλαβεν ἔτι πλέον, τὴν μεταξὺ τοῦ Καΐκου καὶ τοῦ Ἕρμου ποταμοῦ.
なぜなら、それはクジコス領からカイコス川に至る全域に分散し、さらに多くを、すなわちカイコス川とヘルモス川の間の地域をも占めたからである。
τέτταρσι γὰρ δὴ γενεαῖς πρεσβυτέραν φασὶ τὴν Αἰολικὴν ἀποικίαν τῆς Ἰωνικῆς, διατριβὰς δὲ λαβεῖν καὶ χρόνους μακροτέρους.
実際、アイオリス人の植民はイオニア人のそれよりも4世代古く、長い遅滞とより多くの時間を要したと言われている。
Ὀρέστην μὲν γὰρ ἄρξαι τοῦ στόλου, τούτου δʼ ἐν Ἀρκαδίᾳ τελευτήσαντος τὸν βίον διαδέξασθαι τὸν υἱὸν αὐτοῦ Πενθίλον, καὶ προελθεῖν μέχρι Θρᾴκης ἑξήκοντα ἔτεσι τῶν Τρωικῶν ὕστερον, ὑπʼ αὐτὴν τὴν τῶν Ἡρακλειδῶν εἰς Πελοπόννησον κάθοδον·
というのも、オレステスが遠征隊を率い始めたが、彼がアルカディアで生涯を終えると、その息子ペンティロスが引き継ぎ、トロイア戦争の60年後、ヘラクレスの末裔たちのペロポネソス帰還のまさにその時期に、トラキアまで進んだからである。
εἶτʼ Ἀρχέλαον υἱὸν ἐκείνου περαιῶσαι τὸν Αἰολικὸν στόλον εἰς τὴν νῦν Κυζικηνὴν τὴν περὶ τὸ Δασκύλιον·
次いで、彼の息子アルケラオスが、アイオリス人の遠征隊をダスクリオン周辺の現クジコス領へと渡らせた。
Γρᾶν δὲ τὸν υἱὸν τούτου τὸν νεώτατον προελθόντα μέχρι τοῦ Γρανίκου ποταμοῦ καὶ παρεσκευασμένον ἄμεινον περαιῶσαι τὸ πλέον τῆς στρατιᾶς εἰς Λέσβον καὶ κατασχεῖν αὐτήν·
そして、彼の末の息子グラスが、グラニコス川まで進み、より入念な準備を整えた上で、軍勢の大部分をレスボス島へと渡らせてこれを占領した。
Κλεύην δὲ τὸν Δώρου καὶ Μαλαόν, καὶ αὐτοὺς ἀπογόνους ὄντας Ἀγαμέμνονος, συναγαγεῖν μὲν τὴν στρατιὰν κατὰ τὸν αὐτὸν χρόνον καθʼ ὃν καὶ Πενθίλος, ἀλλὰ τὸν μὲν τοῦ Πενθίλου στόλον φθῆναι περαιωθέντα ἐκ τῆς Θρᾴκης εἰς τὴν Ἀσίαν, τούτους δὲ περὶ τὴν Λοκρίδα καὶ τὸ Φρίκιον ὄρος διατρῖψαι πολὺν χρόνον, ὕστερον δὲ διαβάντας κτίσαι τὴν Κύμην τὴν Φρικωνίδα κληθεῖσαν ἀπὸ τοῦ Λοκρικοῦ ὄρους.
一方、ドロスの息子クレウエスとマラオスは、彼ら自身もアガメムノンの子孫であったが、ペンティロスと同時期に軍勢を集めたものの、ペンティロスの遠征隊が一足早くトラキアからアジアへと渡ったのに対し、彼らはロクリス地方とフリキオン山の周辺で長い時間を費やし、後に渡海して、ロクリスの山にちなんで「フリコニス」と呼ばれたキュメを創建した。