§13.1.4τῶν Αἰολέων τοίνυν καθʼ ὅλην σκεδασθέντων τὴν χώραν, ἣν ἔφαμεν ὑπὸ τοῦ ποιητοῦ λέγεσθαι Τρωικήν, οἱ ὕστερον οἱ μὲν πᾶσαν Αἰολίδα προσαγορεύουσιν οἱ δὲ μέρος, καὶ Τροίαν οἱ μὲν ὅλην οἱ δὲ μέρος αὐτῆς, οὐδὲν ὅλως ἀλλήλοις ὁμολογοῦντες.
Now, since the Aeolians were scattered throughout the whole country, which we said was called Trojan by the Poet, later writers call some of it the whole of Aeolis and others a part, and of Troy some call it the whole and others a part of it, agreeing with one another in absolutely nothing.
εὐθὺς γὰρ ἐπὶ τῶν κατὰ τὴν Προποντίδα τόπων ὁ μὲν Ὅμηρος ἀπὸ Αἰσήπου τὴν ἀρχὴν ποιεῖται τῆς Τρῳάδος, Εὔδοξος δὲ ἀπὸ Πριάπου καὶ Ἀρτάκης τοῦ ἐν τῇ Κυζικηνῶν νήσῳ χωρίου ἀνταίροντος τῷ Πριάπῳ, συστέλλων ἐπʼ ἔλαττον τοὺς ὅρους, Δαμάστης δʼ ἔτι μᾶλλον συστέλλει ἀπὸ Παρίου·
For immediately in the case of the places around the Propontis, Homer indeed makes the beginning of the Troad from the Aesepus, while Eudoxus makes it from Priapus and Artace, the place on the island of the Cyzicenes lying opposite to Priapus, contracting the boundaries into less space; and Damastes contracts them still more, from Parium.
καὶ γὰρ οὗτος μὲν ἕως Λεκτοῦ προάγει, ἄλλοι δʼ ἄλλως· Χάρων δʼ ὁ Λαμψακηνὸς τριακοσίους ἄλλους ἀφαιρεῖ σταδίους, ἀπὸ Πρακτίου ἀρχόμενος (τοσοῦτοι γάρ εἰσιν ἀπὸ Παρίου εἰς Πράκτιον), ἕως μέντοι Ἀτραμυττίου πρόεισι· Σκύλαξ δὲ ὁ Καρυανδεὺς ἀπὸ Ἀβύδου ἄρχεται· ὁμοίως δὲ τὴν Αἰολίδα Ἔφορος μὲν λέγει ἀπὸ Ἀβύδου μέχρι Κύμης, ἄλλοι δʼ ἄλλως.
For indeed this writer extends it as far as Lectum, but others in other ways; and Charon of Lampsacus takes away three hundred other stades, beginning from Practius (for that is the distance from Parium to Practius), though he proceeds as far as Adramyttium; and Scylax of Caryanda begins from Abydus; likewise, Ephorus says that Aeolis is from Abydus as far as Cyme, but others in other ways.
§13.1.5τοπογραφεῖ δὲ κάλλιστα τὴν ὄντως λεγομένην Τροίαν ἡ τῆς Ἴδης θέσις, ὄρους ὑψηλοῦ βλέποντος πρὸς δύσιν καὶ τὴν ταύτῃ θάλατταν, μικρὰ δʼ ἐπιστρέφοντος καὶ πρὸς ἄρκτον καὶ τὴν ταύτῃ παραλίαν.
And the position of Ida, a high mountain looking towards the west and the sea on that side, and turning slightly towards the north and the coast on that side, best maps out what is truly called Troy.
ἔστι δὲ αὕτη μὲν τῆς Προποντίδος ἀπὸ τῶν περὶ Ἄβυδον στενῶν ἐπὶ τὸν Αἴσηπον καὶ τὴν Κυζικηνήν· ἡ δʼ ἑσπερία θάλαττα ὅ τε Ἑλλήσποντός ἐστιν ὁ ἔξω καὶ τὸ Αἰγαῖον πέλαγος.
And this coast indeed belongs to the Propontis from the straits around Abydus to the Aesepus and the territory of Cyzicus; and the western sea is both the outer Hellespont and the Aegean Sea.
πολλοὺς δʼ ἔχουσα πρόποδας ἡ Ἴδη καὶ σκολοπενδρώδης οὖσα τὸ σχῆμα ἐσχάτοις ἀφορίζεται τούτοις, τῷ τε περὶ τὴν Ζέλειαν ἀκρωτηρίῳ καὶ τῷ καλουμένῳ Λεκτῷ, τῷ μὲν τελευτῶντι εἰς τὴν μεσόγαιαν μικρὸν ὑπὲρ τῆς Κυζικηνῆς (καὶ δὴ καὶ ἔστι νῦν ἡ Ζέλεια τῶν Κυζικηνῶν)· τὸ δὲ Λεκτὸν εἰς τὸ πέλαγος καθήκει τὸ Αἰγαῖον ἐν παράπλῳ κείμενον τοῖς ἐκ Τενέδου πλέουσιν εἰς Λέσβον.
Having many foothills and being centipede-like in its shape, Ida is bounded by these extreme points, namely the promontory around Zeleia and that which is called Lectum, the former ending in the inland country slightly above the territory of Cyzicus (indeed, Zeleia is now in the territory of the Cyzicenes); and Lectum extends down into the Aegean Sea, lying on the coastal route for those sailing from Tenedos to Lesbos.
"
Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν,
Λεκτὸν ὅθι πρῶτον λιπέτην ἅλα
"
ὕπνος καὶ Ἥρα, τοῖς οὖσιν οἰκείως τοῦ ποιητοῦ φράζοντος τὸ Λεκτόν· καὶ γὰρ ὅτι τῆς Ἴδης ἐστὶ τὸ Λεκτὸν καὶ διότι πρώτη ἀπόβασις ἐκ θαλάττης αὕτη τοῖς ἐπὶ τὴν Ἴδην ἀνιοῦσιν, εἴρηκεν ὀρθῶς.
"And they came to Ida with many springs, the mother of wild beasts, at Lectum, where first they left the sea," Sleep and Hera did, the Poet expressing Lectum in accordance with the facts; for indeed he has spoken correctly both because Lectum is part of Ida and because this is the first landing-place from the sea for those going up onto Ida.
τοὺς δὴ πρόποδας τοὺς ἐσχάτους ἐφʼ ἑκάτερα φράζων οὕτως τὸ Λεκτὸν καὶ τὴν Ζέλειαν, οἰκείως τούτων ἀκρώρειαν ἀφορίζει Γάργαρον, ἄκρον λέγων· καὶ γὰρ καὶ νῦν Γάργαρον ἐν τοῖς ἄνω μέρεσι τῆς Ἴδης δείκνυται τόπος, ἀφʼ οὗ τὰ νῦν Γάργαρα πόλις Αἰολική.
Thus describing Lectum and Zeleia as the extreme foothills on either side, he appropriately defines Gargarum as their peak, calling it the summit; for indeed even now a place Gargarum is pointed out in the upper parts of Ida, from which comes the present Gargara, an Aeolian city.
ἐντὸς μὲν οὖν τῆς Ζελείας καὶ τοῦ Λεκτοῦ πρῶτά ἐστιν ἀπὸ τῆς Προποντίδος ἀρξαμένοις μέχρι τῶν κατʼ Ἄβυδον στενῶν, εἶτʼ ἔξω τῆς Προποντίδος τὰ μέχρι Λεκτοῦ.
Therefore, within Zeleia and Lectum, for those starting from the Propontis, the first part is that which extends up to the straits near Abydus, and then outside the Propontis are the parts extending up to Lectum.
§13.1.6κάμψαντι δὲ τὸ Λεκτὸν ἀναχεῖται κόλπος μέγας, ὃν ἡ Ἴδη ποιεῖ πρὸς τὴν ἤπειρον ἀποχωροῦσα ἀπὸ τοῦ Λεκτοῦ, καὶ αἱ Κάναι, τὸ ἐκ θατέρου μέρους ἀντικείμενον ἀκρωτήριον τῷ Λεκτῷ· καλοῦσι δʼ οἱ μὲν Ἰδαῖον κόλπον, οἱ δʼ Ἀδραμυττηνόν.
And to one who has rounded Lectum, there opens up a great gulf, which Ida forms by receding towards the mainland from Lectum, and Canae, the promontory lying opposite to Lectum on the other side; and some call it the Idaean Gulf, and others the Adramyttene.
ἐν τούτῳ δὲ αἱ τῶν Αἰολέων πόλεις μέχρι τῶν ἐκβολῶν τοῦ Ἕρμου, καθάπερ εἰρήκαμεν.
In this gulf are the cities of the Aeolians as far as the mouths of the Hermus, just as we have said.
εἴρηται δὲ ἐν τοῖς ἔμπροσθεν, ὅτι τοῖς ἐκ Βυζαντίου πλέουσι πρὸς νότον ἐπʼ εὐθείας ἐστὶν ὁ πλοῦς, πρῶτον ἐπὶ Σηστὸν καὶ Ἄβυδον διὰ μέσης τῆς Προποντίδος, ἔπειτα τῆς παραλίας τῆς Ἀσίας μέχρι Καρίας.
And it has been said in the preceding parts that for those sailing south from Byzantium, the voyage is in a straight line, first to Sestus and Abydus through the middle of the Propontis, and then along the coast of Asia as far as Caria.
ταύτην δὴ φυλάττοντας χρὴ τὴν ὑπόθεσιν ἀκούειν τῶν ἑξῆς, κἂν λέγωμεν κόλπους τινὰς ἐν τῇ παραλίᾳ, τάς τε ἄκρας δεῖ νοεῖν τὰς ποιούσας αὐτοὺς ἐπὶ τῆς αὐτῆς γραμμῆς κειμένας ὥσπερ τινὸς μεσημβρινῆς.
Keeping indeed this premise in mind, one must listen to what follows, and even if we speak of certain gulfs on the coast, one must conceive that the capes which form them lie on the same line, as if on some meridian.