Humanitext Reader

ストラボン · 地理誌 §13.1.35-13.1.36

古のイリオンの位置に関するデメトリオスの考証

415 / 577 箇所 · ギリシア語

要旨

デメトリオスは詩句の記述(カッリコロネ、テュンブラ、野イチジクの木の位置関係など)やギリシア勢の海軍基地と都市の距離、地形の変化(河川による堆積)をもとに、トロイア戦争の舞台が現在のイリオンではなく、より内陸の「イリオン人の村」にあったことを考証する。

§13.1.35ὑπὲρ δὲ τούτου μικρὸν ἡ τῶν Ἰλιέων κώμη ἐστίν, ἐν ᾗ νομίζεται τὸ παλαιὸν Ἴλιον ἱδρῦσθαι πρότερον, τριάκοντα σταδίους διέχον ἀπὸ τῆς νῦν πόλεως.
この少し上方にはイリオン人の村があり、そこにかつて古いイリオンが創建されていたと考えられており、現在の都市から三十スタディオン離れている。
ὑπὲρ δὲ τῆς Ἰλιέων κώμης δέκα σταδίοις ἐστὶν ἡ Καλλικολώνη, λόφος τις, παρʼ ὃν ὁ Σιμόεις ῥεῖ πενταστάδιον διέχων·
イリオン人の村の十スタディオン上方には、ある丘であるカッリコロネがあり、その傍らをシモエイス川が五スタディオン離れて流れている。
γίνεται οὖν εὔλογον πρῶτον μὲν τὸ ἐπὶ τοῦ Ἄρεος " ὦρτο δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος, ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων, ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.
したがって、まずアレスに関する次の(詩句)が合理的となる。 「一方、アレスは反対側から、暗い疾風のように立ち上がり、トロイア人に対して、最も高い都市の頂から鋭く叫んで駆り立て、またある時はシモエイス川の傍ら、カッリコロネの上を走りながら(叫んだ)。
" τῆς γὰρ μάχης ἐπὶ τῷ Σκαμανδρίῳ πεδίῳ συντελουμένης πιθανῶς ἂν ὁ Ἄρης ἄλλοτε μὲν τὴν ἐγκέλευσιν ἀπὸ τῆς ἀκροπόλεως ποιοῖτο, ἄλλοτε δʼ ἐκ τῶν πλησίον τόπων τοῦ τε Σιμόεντος καὶ τῆς Καλλικολώνης, μέχρι οὗ εἰκὸς καὶ τὴν μάχην παρατετάσθαι·
」というのも、戦闘がスカマンドロス平野で行われていたのだから、アレスはある時はアクロポリスから鼓舞し、ある時はシモエイス川とカッリコロネの近くの場所から鼓舞したということは納得がいくからであり、そこまでは戦闘が展開していたと考えられるからである。
τετταράκοντα δὲ σταδίους διεχούσης τῆς Καλλικολώνης ἀπὸ τοῦ νῦν Ἰλίου, τί χρήσιμον ἐπὶ τοσοῦτον μεταλαμβάνεσθαι τοὺς τόπους ἐφʼ ὅσον ἡ διάταξις οὐ διέτεινε;
しかし、カッリコロネが現在のイリオンから四十スタディオンも離れているとしたら、布陣が及んでもいないほど遠くまで、何のために場所を移す必要があろうか。
τό τε " πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι " οἰκειότερόν ἐστι τῷ παλαιῷ κτίσματι·
また、「テュンブレの近くにはリキア人が陣取った」という(詩句)も、古い創建地により適合している。
πλησίον γάρ ἐστι τὸ πεδίον ἡ Θύμβρα καὶ ὁ διʼ αὐτοῦ ῥέων ποταμὸς Θύμβριος, ἐμβάλλων εἰς τὸν Σκάμανδρον κατὰ τὸ Θυμβραίου Ἀπόλλωνος ἱερόν, τοῦ δὲ νῦν Ἰλίου καὶ πεντήκοντα σταδίους διέχει.
なぜなら、テュンブラ平野とそこを流れるテュンブリオス川は近くにあり、それはテュンブラのアポロンの神殿の近くでスカマンドロス川に注いでいるが、現在のイリオンからは五十スタディオンも離れているからである。
ὅ τε ἐρινεός, τραχύς τις τόπος καὶ ἐρινεώδης, τῷ μὲν ἀρχαίῳ κτίσματι ὑποπέπτωκεν, ὥστε τὸ " λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος " οἰκείως ἂν λέγοι ἡ Ἀνδρομάχη· τῆς δὲ νῦν πόλεως πάμπολυ ἀφέστηκε·
また、地勢の険しい、野イチジクの木が生い茂る場所である野イチジクの木(エリネオス)も、古い創建地の下方に位置しており、それゆえ、「軍勢を野イチジクの木の傍らに配置せよ、そこが最も都市に登りやすく、壁が乗り越えやすい場所なのだから」とアンドロマケが言うのは(古い創建地に対してなら)ふさわしいが、現在の都市からは非常に遠く離れている。
καὶ ὁ φηγὸς δὲ μικρὸν κατωτέρω ἐστὶ τοῦ ἐρινεοῦ, ἐφʼ οὗ φησιν ὁ Ἀχιλλεύς " ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον, οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ, ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν.
また、ブナの木も野イチジクの木の少し下にあり、これについてアキレウスは次のように言っている。 「私がアカイア人たちとともに戦っていた間は、ヘクトルは壁から離れて戦いを挑もうとはせず、ただスカイア門とブナの木のところまで来るだけであった。
" §13.1.36καὶ μὴν τό γε ναύσταθμον τὸ νῦν ἔτι λεγόμενον πλησίον οὕτως ἐστὶ τῆς νῦν πόλεως, ὥστε θαυμάζειν εἰκότως ἄν τινα τῶν μὲν τῆς ἀπονοίας τῶν δὲ τοὐναντίον τῆς ἀψυχίας·
」さらに、現在でもまだ(ギリシア勢の)海軍基地と呼ばれている場所は、現在の都市に非常に近いので、ある人々(トロイア人)の無謀さと、逆に他の人々(アカイア人)の弱気さに当然ながら驚かざるを得ない。
ἀπονοίας μέν, εἰ τοσοῦτον χρόνον ἀτείχιστον αὐτὸ εἶχον, πλησίον οὔσης τῆς πόλεως καὶ τοσούτου πλήθους τοῦ τʼ ἐν αὐτῇ καὶ τοῦ ἐπικουρικοῦ·
無謀さについて言えば、都市が近くにあり、都市の内部および同盟軍にこれほど多くの大軍がいたのに、なぜこれほど長い間、あの場所を城壁のないままにしておいたのかということである。
νεωστὶ γὰρ γεγονέναι φησὶ τὸ τεῖχος (ἢ οὐδʼ ἐγένετο, ὁ δὲ πλάσας ποιητὴς ἠφάνισεν, ὡς Ἀριστοτέλης φησίν)·
なぜなら、(海軍基地の防壁としての)城壁はごく最近に建設されたと彼(デメトリオス)は言っているからである(あるいは、城壁など全く作られず、詩人が創作した後に消し去ったのだ、とアリストテレスは言っている)。
ἀψυχίας δέ, εἰ γενομένου τοῦ τείχους ἐτειχομάχουν καὶ εἰσέπεσον εἰς αὐτὸ τὸ ναύσταθμον καὶ προσεμάχοντο ταῖς ναυσίν, ἀτείχιστον δὲ ἔχοντες οὐκ ἐθάρρουν προσιόντες πολιορκεῖν μικροῦ τοῦ διαστήματος ὄντος·
また弱気さについて言えば、城壁が作られた後には彼らは防壁を攻め、まさに海軍基地に突入して船の傍らで戦ったというのに、それ(海軍基地)が城壁を持たなかったときには、距離が近かったにもかかわらず、近づいて攻め落とす勇気を持たなかったことである。
ἔστι γὰρ τὸ ναύσταθμον πρὸς Σιγείῳ, πλησίον δὲ καὶ ὁ Σκάμανδρος ἐκδίδωσι διέχων τοῦ Ἰλίου σταδίους εἴκοσιν.
実際、海軍基地はシゲイオンの近くにあり、その近くでスカマンドロス川が注いでおり、イリオンから二十スタディオン離れている。
εἰ δὲ φήσει τις τὸν νῦν λεγόμενον Ἀχαιῶν λιμένα εἶναι τὸ ναύσταθμον, ἐγγυτέρω τινὰ λέξει τόπον ὅσον δώδεκα σταδίους διεστῶτα τῆς πόλεως, ἐπὶ θαλάττῃ πεδίον συμπροστιθείς διότι τοῦτο πᾶν πρόχωμα τῶν ποταμῶν ἐστι τὸ πρὸ τῆς πόλεως ἐπὶ θαλάττῃ πεδίον, ὥστε εἰ δωδεκαστάδιόν ἐστι νῦν τὸ μεταξύ, τότε καὶ τῷ ἡμίσει ἔλαττον ὑπῆρχε.
もし誰かが、現在「アカイア人の港」と呼ばれている場所が海軍基地であると言うなら、その人は都市からおよそ十二スタディオン離れたより近い場所を指すことになり、海の側の平野を付け加えることになる。 なぜなら、都市の前にある海の側の平野はすべて河川による堆積地だからであり、したがって現在の間の距離が十二スタディオンであるなら、当時はその半分以下であったはずだからである。
καὶ ἡ διήγησις δʼ ἡ πρὸς τὸν Εὔμαιον ὑπὸ τοῦ Ὀδυσσέως διασκευασθεῖσα μέγα ἐμφαίνει τὸ διάστημα τὸ μέχρι τῆς πόλεως ἀπὸ τοῦ ναυστάθμου " ὡς ὅθʼ ὑπὸ Τροίῃ λόχον ἤγομεν.
また、オデュッセウスがエウマイオスに対して仕立て上げた話も、海軍基地から都市までの距離が大きかったことを明確に示している。 「私たちがトロイアの下で伏兵を率いていた時のように。
" φησὶ γὰρ ὑποβάς " λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν.
」彼は後にこう言っているからである。 「我々は船からあまりにも遠くに来てしまった。
" ἐπί τε τὴν κατασκοπὴν πέμπονται γνωσόμενοι, πότερον μενοῦσι παρὰ νηυσὶν ἀπόπροθεν πολὺ ἀπεσπασμένοι τοῦ οἰκείου τείχους " ἠὲ πόλινδε ἂψ ἀναχωρήσουσι.
」また、(アカイア人の)偵察に送り出される者たちも、敵が自らの城壁から遠く離れて船の傍らに留まるのか、それとも、「あるいは都市へと再び退却するのか」を確かめるために派遣される。
" καὶ ὁ Πολυδάμας " ἀμφὶ μάλα φράζεσθε, φίλοι·
また、ポリュダマスも、「友よ、よく考えてくれ。
κέλομαι γὰρ ἔγωγε ἄστυδε νῦν ἰέναι " φησίν " ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν.
私は君たちに今すぐ都市へ行くよう勧める。 」と言い、さらに「私たちは壁から遠く離れているのだから」と言っている。
" παρατίθησι δʼ ὁ Δημήτριος καὶ τὴν Ἀλεξανδρίνην Ἑστίαιαν μάρτυρα, τὴν συγγράψασαν περὶ τῆς Ὁμήρου Ἰλιάδος, πυνθανομένην εἰ περὶ τὴν νῦν πόλιν ὁ πόλεμος συνέστη, καὶ τὸ Τρωικὸν πεδίον, ὃ μεταξὺ τῆς πόλεως καὶ τῆς θαλάττης ὁ ποιητὴς φράζει·
デメトリオスはまた、ホメロスの『イリアス』について著述したアレクサンドリアのヘスティアイアを証人として引き合いに出しており、彼女は、戦争が現在の都市の周辺で起こったのか、また、詩人が都市と海の間に描いているトロイア平野について探究している。
τὸ μὲν γὰρ πρὸ τῆς νῦν πόλεως ὁρώμενον πρόχωμα εἶναι τῶν ποταμῶν ὕστερον γεγονός.
というのも、現在の都市の前に見られる(平野)は、後になってできた河川の堆積地だからである。

語釈・文法注

  1. §13.1.35γίνεται οὖν εὔλογον — 「〜は合理的となる」の意。形式上の形容詞 `εὔλογον` に対し、冠詞を伴う中性名詞句 `τὸ ...`(この場合は `τὸ ἐπὶ τοῦ Ἄρεος` 「アレスについての箇所」)が主語として機能している。
  2. §13.1.35τί χρήσιμον ἐπὶ τοσοῦτον μεταλαμβάνεσθαι τοὺς τόπους — 「これほどまでに場所を移すことに何の有用性があろうか(反語)」の意。非人称表現 `χρήσιμον [ἐστί]` に対し、対格不定詞 `μεταλαμβάνεσθαι τοὺς τόπους` が主語として係っている。
  3. §13.1.36ὥστε θαυμάζειν εἰκότως ἄν τινα τῶν μὲν τῆς ἀπονοίας τῶν δὲ τοὐναντίον τῆς ἀψυχίας — 結果の `ὥστε` 節。不定詞 `θαυμάζειν` に `ἄν` が伴うことで潜在的・反実仮想的なニュアンス(「驚くのも当然であろう」)を表している。属格の `τῆς ἀπονοίας` および `τῆς ἀψυχίας` は、動詞 `θαυμάζειν` が取る原因の属格(〜を理由に驚く)。
  4. §13.1.36τὸ μὲν γὰρ πρὸ τῆς νῦν πόλεως ὁρώμενον — ここでの `ὁρώμενον` は中性単数分詞。名詞 `πεδίον`(平野)が省略されており、文脈上「現在の都市の前に見られる平野」を意味し、これが次の文の補語 `πρόχωμα`(堆積地)と主述関係を結ぶ。

この箇所を引用する

ストラボン, 地理誌 §13.1.35-13.1.36. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.1.35-13.1.36

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。