§13.1.33τοιούτων δὲ τῶν ἐπὶ τῇ θαλάττῃ τόπων ὄντων ὑπέρκειται τούτων τὸ Τρωικὸν πεδίον μέχρι τῆς Ἴδης ἀνῆκον ἐπὶ πολλοὺς σταδίους κατὰ τὸ πρὸς ἕω μέρος.
このように海岸沿いの地域がある中で、これらの上方にトロイア平野が位置しており、東方の方向においてイダ山まで多くのスタディオンにわたって伸びている。
τούτου δʼ ἡ μὲν παρώρειός ἐστι στενή, τῇ μὲν ἐπὶ τὴν μεσημβρίαν τεταμένη μέχρι τῶν κατὰ Σκῆψιν τόπων, τῇ δʼ ἐπὶ τὰς ἄρκτους μέχρι τῶν κατὰ Ζέλειαν Λυκίων.
この平野の山麓地域は狭く、一方は南へスケプシス周辺の地域まで伸びており、他方は北へゼレイア周辺のリキア人の地まで伸びている。
ταύτην δʼ ὁ ποιητὴς ὑπʼ Αἰνείᾳ τάττει καὶ τοῖς Ἀντηνορίδαις, καλεῖ δὲ Δαρδανίαν.
この地域を詩人はアイネイアスとアンテノルの一族の配下に置いており、これをダルダニアと呼んでいる。
ὑπὸ δὲ ταύτῃ Κεβρηνία, πεδιὰς ἡ πλείστη, παράλληλός πως τῇ Δαρδανίᾳ·
そしてこの下方にはケブレニアがあり、その大部分は平野であって、ダルダニアとおおむね並行している。
ἦν δὲ καὶ πόλις ποτὲ Κεβρήνη.
かつてはケブレネという都市もあった。
ὑπονοεῖ δʼ ὁ Δημήτριος μέχρι δεῦρο διατείνειν τὴν περὶ τὸ Ἴλιον χώραν τὴν ὑπὸ τῷ Ἕκτορι, ἀνήκουσαν ἀπὸ τοῦ ναυστάθμου μέχρι Κεβρηνίας·
デメトリオスは、イリオン周辺のヘクトルの支配下にあった領土が、海軍基地からケブレニアまで達して、ここまで広がっていたと考えている。
τάφον τε γὰρ Ἀλεξάνδρου δείκνυσθαί φησιν αὐτόθι καὶ Οἰνώνης, ἣν ἱστοροῦσι γυναῖκα γεγονέναι τοῦ Ἀλεξάνδρου πρὶν Ἑλένην ἁρπάσαι·
というのも、彼はアレクサンドロスとオイノネの墓がそこに示されていると言っているからである。 オイノネは、アレクサンドロスがヘレネを掠奪する前の妻であったと伝えられている。
λέγειν τε τὸν ποιητήν
"
Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο,
"
ὃν εἰκὸς εἶναι ἐπώνυμον τῆς χώρας ἢ καὶ πόλεως, ὅπερ πιθανώτερον·
また、詩人が、「プリアモスの名高き庶子ケブリオネス」と言っていることからも(そう推測している)。 このケブリオネスはこの地方、あるいは都市(ケブレネ)の名祖である可能性が高く、後者の方がより説得力がある。
τὴν δὲ Κεβρηνίαν διήκειν μέχρι τῆς Σκηψίας, ὅριον δʼ εἶναι τὸν Σκάμανδρον μέσον αὐτῶν ῥέοντα·
また、ケブレニアはスケプシス領まで達しており、その境界は両者の真ん中を流れるスカマンドロス川である、と(デメトリオスは言っている)。
ἔχθραν δʼ ἀεὶ καὶ πόλεμον εἶναι τοῖς τε Κεβρηνοῖς καὶ τοῖς Σκηψίοις, ἕως Ἀντίγονος αὐτοὺς συνῴκισεν εἰς τὴν τότε μὲν Ἀντιγόνειαν νῦν δὲ Ἀλεξάνδρειαν·
そしてケブレネ人とスケプシス人の間には、アンティゴノスが彼らを当時のアンティゴネイア、現在の(トロアス・)アレクサンドリアへ強制移住させるまで、常に敵対関係と戦争があった。
τοὺς μὲν οὖν Κεβρηνιέας συμμεῖναι τοῖς ἄλλοις ἐν τῇ Ἀλεξανδρείᾳ, τοὺς δὲ Σκηψίους ἐπανελθεῖν εἰς τὴν οἰκείαν ἐπιτρέψαντος Λυσιμάχου.
こうして、ケブレネ人たちはアレクサンドリアで他の人々とともに留まったが、スケプシス人たちはリシマコスが許可したことによって自分たちの故郷へ戻った。
§13.1.34ἀπὸ δὲ τῆς κατὰ τοὺς τόπους Ἰδαίας ὀρεινῆς δύο φησὶν ἀγκῶνας ἐκτείνεσθαι πρὸς θάλατταν, τὸν μὲν εὐθὺ Ῥοιτείου τὸν δὲ Σιγείου, ποιοῦντας ἐξ ἀμφοῖν γραμμὴν ἡμικυκλιώδη·
この地域におけるイダ山の山岳地帯から、二つの隆起が海に向かって伸びており、一方はロイテイオンへ、他方はシゲイオンへとまっすぐ伸びていて、両者で半円形の線を形成している、と彼(デメトリオス)は言う。
τελευτᾶν δʼ ἐν τῷ πεδίῳ, τοσοῦτον ἀπέχοντας τῆς θαλάττης ὅσον τὸ νῦν Ἴλιον.
そして、これらは平野の中で終わっており、海からは現在のイリオンと同じくらい離れている。
τοῦτο μὲν δὴ μεταξὺ τῆς τελευτῆς τῶν λεχθέντων ἀγκώνων εἶναι, τὸ δὲ παλαιὸν κτίσμα μεταξὺ τῆς ἀρχῆς·
したがって、現在の上記の都市はこれら言及された山稜の終端の間にあり、古い創建地はそれらの始まりの間にあった、と。
ἀπολαμβάνεσθαι δʼ ἐντὸς τό τε Σιμοείσιον πεδίον διʼ οὗ ὁ Σιμόεις φέρεται, καὶ τὸ Σκαμάνδριον διʼ οὗ Σκάμανδρος ῥεῖ.
そして、その内側にはシモエイス川が流れるシモエイス平野と、スカマンドロス川が流れるスカマンドロス平野が取り込まれている。
τοῦτο δὲ καὶ ἰδίως Τρωικὸν λέγεται, καὶ τοὺς πλείστους ἀγῶνας ὁ ποιητὴς ἐνταῦθα ἀποδίδωσι·
この(スカマンドロス)平野は特に「トロイア平野」とも呼ばれ、詩人は戦闘の大部分をここで描いている。
πλατύτερον γάρ ἐστι, καὶ τοὺς ὀνομαζομένους τόπους ἐνταῦθα δεικνυμένους ὁρῶμεν, τὸν ἐρινεόν, τὸν τοῦ Αἰσυήτου τάφον, τὴν Βατίειαν, τὸ τοῦ Ἴλου σῆμα.
なぜなら、そこはより広く、私たちはそこに指し示されている名高い場所、すなわち野イチジクの木(エリネオス)、アイスエテスの墓、バティエイア、イロスの墓などを見ることができるからである。
οἱ δὲ ποταμοὶ ὅ τε Σκάμανδρος καὶ ὁ Σιμόεις, ὁ μὲν τῷ Σιγείῳ πλησιάσας ὁ δὲ τῷ Ῥοιτείῳ, μικρὸν ἔμπροσθεν τοῦ νῦν Ἰλίου συμβάλλουσιν, εἶτʼ ἐπὶ τὸ Σίγειον ἐκδιδόασι καὶ ποιοῦσι τὴν στομαλίμνην καλουμένην.
スカマンドロス川とシモエイス川という川は、一方はシゲイオンに近づき、他方はロイテイオンに近づきながら、現在のイリオンの少し手前で合流し、その後シゲイオンの方へと流れ出て、いわゆるストマリムネを形成している。
διείργει δʼ ἑκάτερον τῶν λεχθέντων πεδίων ἀπὸ θατέρου μέγας τις αὐχὴν τῶν εἰρημένων ἀγκώνων ἐπʼ εὐθείας, ἀπὸ τοῦ νῦν Ἰλίου τὴν ἀρχὴν ἔχων συμφυὴς αὐτῷ, τεινόμενος δʼ ἕως τῆς Κεβρηνίας καὶ ἀποτελῶν τὸ Ε γράμμα πρὸς τοὺς ἑκατέρωθεν ἀγκῶνας.
そして、これら言及された二つの平野を互いに隔てているのは、前述の山稜のうち、直線上に伸びる大きな地峡であり、これは現在のイリオンから始まってこれと合体しており、ケブレニアまで伸びて、両側の山稜に対してアルファベットのEの文字の形を形成している。