§13.1.35ὑπὲρ δὲ τούτου μικρὸν ἡ τῶν Ἰλιέων κώμη ἐστίν, ἐν ᾗ νομίζεται τὸ παλαιὸν Ἴλιον ἱδρῦσθαι πρότερον, τριάκοντα σταδίους διέχον ἀπὸ τῆς νῦν πόλεως.
A little above this is the Village of the Ilians, where the ancient Ilium is believed to have been situated in former times, thirty stadia distant from the present city.
ὑπὲρ δὲ τῆς Ἰλιέων κώμης δέκα σταδίοις ἐστὶν ἡ Καλλικολώνη, λόφος τις, παρʼ ὃν ὁ Σιμόεις ῥεῖ πενταστάδιον διέχων· γίνεται οὖν εὔλογον πρῶτον μὲν τὸ ἐπὶ τοῦ Ἄρεος
"
ὦρτο δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος,
ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,
ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.
Ten stadia above the Village of the Ilians is Callicolone, a hill, by which the Simois flows at a distance of five stadia; it is therefore reasonable, first, that which is said concerning Ares: "But Ares on the other side arose like a dark whirlwind, urging on the Trojans with a sharp cry from the highest part of the city, and at other times running beside the Simois upon Callicolone.
"
τῆς γὰρ μάχης ἐπὶ τῷ Σκαμανδρίῳ πεδίῳ συντελουμένης πιθανῶς ἂν ὁ Ἄρης ἄλλοτε μὲν τὴν ἐγκέλευσιν ἀπὸ τῆς ἀκροπόλεως ποιοῖτο, ἄλλοτε δʼ ἐκ τῶν πλησίον τόπων τοῦ τε Σιμόεντος καὶ τῆς Καλλικολώνης, μέχρι οὗ εἰκὸς καὶ τὴν μάχην παρατετάσθαι·
"For since the battle was being fought in the Scamandrian plain, Ares might plausibly have made his encouragement at one time from the acropolis, and at another time from the places near both the Simois and Callicolone, as far as which it is probable that the battle also extended.
τετταράκοντα δὲ σταδίους διεχούσης τῆς Καλλικολώνης ἀπὸ τοῦ νῦν Ἰλίου, τί χρήσιμον ἐπὶ τοσοῦτον μεταλαμβάνεσθαι τοὺς τόπους ἐφʼ ὅσον ἡ διάταξις οὐ διέτεινε;
But if Callicolone is forty stadia distant from the present Ilium, what was the use of transferring the places so far, when the battle-line did not extend that far?
τό τε
"
πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι
"
οἰκειότερόν ἐστι τῷ παλαιῷ κτίσματι· πλησίον γάρ ἐστι τὸ πεδίον ἡ Θύμβρα καὶ ὁ διʼ αὐτοῦ ῥέων ποταμὸς Θύμβριος, ἐμβάλλων εἰς τὸν Σκάμανδρον κατὰ τὸ Θυμβραίου Ἀπόλλωνος ἱερόν, τοῦ δὲ νῦν Ἰλίου καὶ πεντήκοντα σταδίους διέχει.
Also, the passage: "And by Thymbra the Lycians obtained their lot "is more appropriate to the ancient foundation; for the plain of Thymbra is near, and the river Thymbrius which flows through it, emptying into the Scamander near the temple of Thymbraean Apollo, but it is as much as fifty stadia distant from the present Ilium.
ὅ τε ἐρινεός, τραχύς τις τόπος καὶ ἐρινεώδης, τῷ μὲν ἀρχαίῳ κτίσματι ὑποπέπτωκεν, ὥστε τὸ
"
λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα
ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος
"
οἰκείως ἂν λέγοι ἡ Ἀνδρομάχη· τῆς δὲ νῦν πόλεως πάμπολυ ἀφέστηκε·
And the wild fig-tree (Erineos), a rough and fig-producing place, lies just below the ancient foundation, so that the words: "But station the army by the wild fig-tree, where most of all the city is easy to scale and the wall has become vulnerable "would be fittingly spoken by Andromache; but it is very far distant from the present city.
καὶ ὁ φηγὸς δὲ μικρὸν κατωτέρω ἐστὶ τοῦ ἐρινεοῦ, ἐφʼ οὗ φησιν ὁ Ἀχιλλεύς
"
ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον,
οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,
ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν. "
And the oak-tree is also a little lower than the wild fig-tree, concerning which Achilles says: "And as long as I was fighting among the Achaeans, Hector was not willing to arouse the battle far from the wall, but would only come as far as the Scaean gates and the oak-tree.
§13.1.36καὶ μὴν τό γε ναύσταθμον τὸ νῦν ἔτι λεγόμενον πλησίον οὕτως ἐστὶ τῆς νῦν πόλεως, ὥστε θαυμάζειν εἰκότως ἄν τινα τῶν μὲν τῆς ἀπονοίας τῶν δὲ τοὐναντίον τῆς ἀψυχίας·
"Moreover, the naval station which is still so called at the present day is so near the present city that one might naturally wonder at the madness of the one side, and, on the contrary, the cowardice of the other.
ἀπονοίας μέν, εἰ τοσοῦτον χρόνον ἀτείχιστον αὐτὸ εἶχον, πλησίον οὔσης τῆς πόλεως καὶ τοσούτου πλήθους τοῦ τʼ ἐν αὐτῇ καὶ τοῦ ἐπικουρικοῦ· νεωστὶ γὰρ γεγονέναι φησὶ τὸ τεῖχος (ἢ οὐδʼ ἐγένετο, ὁ δὲ πλάσας ποιητὴς ἠφάνισεν, ὡς Ἀριστοτέλης φησίν)· ἀψυχίας δέ, εἰ γενομένου τοῦ τείχους ἐτειχομάχουν καὶ εἰσέπεσον εἰς αὐτὸ τὸ ναύσταθμον καὶ προσεμάχοντο ταῖς ναυσίν, ἀτείχιστον δὲ ἔχοντες οὐκ ἐθάρρουν προσιόντες πολιορκεῖν μικροῦ τοῦ διαστήματος ὄντος·
Their madness, on the one hand, if they kept it unfortified for so long a time, when the city was so near and there was such a multitude both in it and of the allies; for he says that the wall was built only recently (or it was not even built at all, but the poet, having fabricated it, caused it to disappear, as Aristotle says); and their cowardice, on the other hand, if, when the wall was built, they fought at the wall and broke into the naval station itself and fought beside the ships, yet when they had it unfortified they did not have the courage to go and besiege it, though the distance was so small.
ἔστι γὰρ τὸ ναύσταθμον πρὸς Σιγείῳ, πλησίον δὲ καὶ ὁ Σκάμανδρος ἐκδίδωσι διέχων τοῦ Ἰλίου σταδίους εἴκοσιν.
For the naval station is near Sigeum, and the Scamander also empties nearby, being twenty stadia distant from Ilium.
εἰ δὲ φήσει τις τὸν νῦν λεγόμενον Ἀχαιῶν λιμένα εἶναι τὸ ναύσταθμον, ἐγγυτέρω τινὰ λέξει τόπον ὅσον δώδεκα σταδίους διεστῶτα τῆς πόλεως, ἐπὶ θαλάττῃ πεδίον συμπροστιθείς διότι τοῦτο πᾶν πρόχωμα τῶν ποταμῶν ἐστι τὸ πρὸ τῆς πόλεως ἐπὶ θαλάττῃ πεδίον, ὥστε εἰ δωδεκαστάδιόν ἐστι νῦν τὸ μεταξύ, τότε καὶ τῷ ἡμίσει ἔλαττον ὑπῆρχε.
But if anyone should say that the place now called the Harbor of the Achaeans is the naval station, he will speak of a closer place, distant about twelve stadia from the city, adding the plain by the sea; because all this plain before the city by the sea is an alluvial deposit of the rivers, so that if the distance between them is now twelve stadia, at that time it was less by even a half.
καὶ ἡ διήγησις δʼ ἡ πρὸς τὸν Εὔμαιον ὑπὸ τοῦ Ὀδυσσέως διασκευασθεῖσα μέγα ἐμφαίνει τὸ διάστημα τὸ μέχρι τῆς πόλεως ἀπὸ τοῦ ναυστάθμου
"
ὡς ὅθʼ ὑπὸ Τροίῃ λόχον ἤγομεν.
And the narrative constructed by Odysseus to Eumaeus also shows that the distance to the city from the naval station was great: "As when under Troy we led an ambush.
"
φησὶ γὰρ ὑποβάς
"
λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν.
"For he says further down: "For we came too far from the ships.
"
ἐπί τε τὴν κατασκοπὴν πέμπονται γνωσόμενοι, πότερον μενοῦσι παρὰ νηυσὶν ἀπόπροθεν πολὺ ἀπεσπασμένοι τοῦ οἰκείου τείχους
"
ἠὲ πόλινδε
ἂψ ἀναχωρήσουσι.
"And spies are sent to find out whether they will remain by the ships far away, pulled far from their own wall, "or back to the city will they return.
"
καὶ ὁ Πολυδάμας
"
ἀμφὶ μάλα φράζεσθε, φίλοι· κέλομαι γὰρ ἔγωγε ἄστυδε νῦν ἰέναι
"
φησίν
"
ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν.
"And Polydamas says: "Consider well, my friends; for I indeed bid you go now to the city, "and he says: "for we are far from the wall.
"
παρατίθησι δʼ ὁ Δημήτριος καὶ τὴν Ἀλεξανδρίνην Ἑστίαιαν μάρτυρα, τὴν συγγράψασαν περὶ τῆς Ὁμήρου Ἰλιάδος, πυνθανομένην εἰ περὶ τὴν νῦν πόλιν ὁ πόλεμος συνέστη, καὶ τὸ Τρωικὸν πεδίον, ὃ μεταξὺ τῆς πόλεως καὶ τῆς θαλάττης ὁ ποιητὴς φράζει· τὸ μὲν γὰρ πρὸ τῆς νῦν πόλεως ὁρώμενον πρόχωμα εἶναι τῶν ποταμῶν ὕστερον γεγονός.
"Demetrius also adduces Hestiaea of Alexandria as a witness, who wrote about Homer's Iliad, inquiring whether the war took place around the present city, and about the Trojan plain, which the poet describes as being between the city and the sea; for she says that the plain seen before the present city is an alluvial deposit of the rivers formed later.