Humanitext Reader

斯特拉波 · 地理学 §13.1.35-13.1.36

德米特里乌斯关于古伊里奥位置的考证

第 415 段,共 577 段 · 希腊语

内容简介

德米特里乌斯根据诗句中的地理描述(如卡里科洛内、特温布拉、野无花果树的位置关系)、海军基地与城市的距离以及河流泥沙淤积引起的地形变化,论证特洛伊战争的实际发生地并非现在的伊里奥,而是更往内陆的“伊里奥人村庄”。

§13.1.35ὑπὲρ δὲ τούτου μικρὸν ἡ τῶν Ἰλιέων κώμη ἐστίν, ἐν ᾗ νομίζεται τὸ παλαιὸν Ἴλιον ἱδρῦσθαι πρότερον, τριάκοντα σταδίους διέχον ἀπὸ τῆς νῦν πόλεως.
在这一[地峡]的稍上方是伊里奥人的村庄,人们认为古老的伊里奥在过去建于此处,距离现在的城市三十斯塔德。
ὑπὲρ δὲ τῆς Ἰλιέων κώμης δέκα σταδίοις ἐστὶν ἡ Καλλικολώνη, λόφος τις, παρʼ ὃν ὁ Σιμόεις ῥεῖ πενταστάδιον διέχων·
在伊里奥人村庄上方十斯塔德处是卡里科洛内,这是一座山丘,西莫伊斯河流经其旁,距离五斯塔德。
γίνεται οὖν εὔλογον πρῶτον μὲν τὸ ἐπὶ τοῦ Ἄρεος " ὦρτο δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος, ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων, ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.
因此,首先关于阿瑞斯的以下诗句变得合乎情理: “而阿瑞斯在另一侧站起,如同黑暗的狂风,从城市的最顶端向特洛伊人发出尖锐的呼喊,有时又沿着西莫伊斯河,奔跑在卡里科洛内之上。
" τῆς γὰρ μάχης ἐπὶ τῷ Σκαμανδρίῳ πεδίῳ συντελουμένης πιθανῶς ἂν ὁ Ἄρης ἄλλοτε μὲν τὴν ἐγκέλευσιν ἀπὸ τῆς ἀκροπόλεως ποιοῖτο, ἄλλοτε δʼ ἐκ τῶν πλησίον τόπων τοῦ τε Σιμόεντος καὶ τῆς Καλλικολώνης, μέχρι οὗ εἰκὸς καὶ τὴν μάχην παρατετάσθαι·
” 因为既然战斗是在斯卡曼德罗斯平原上进行的,阿瑞斯有时从卫城发出鼓励,有时从靠近西莫伊斯河和卡里科洛内的地方发出鼓励,这确实是合乎情理的,战斗也很有可能延伸到那里。
τετταράκοντα δὲ σταδίους διεχούσης τῆς Καλλικολώνης ἀπὸ τοῦ νῦν Ἰλίου, τί χρήσιμον ἐπὶ τοσοῦτον μεταλαμβάνεσθαι τοὺς τόπους ἐφʼ ὅσον ἡ διάταξις οὐ διέτεινε;
但是,如果卡里科洛内距离现在的伊里奥有四十斯塔德之远,那么在战线根本没有延伸到那么远的情况下,为什么还要把这些地点移动到这么远的地方呢?
τό τε " πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι " οἰκειότερόν ἐστι τῷ παλαιῷ κτίσματι·
此外,诗句: “在特温布拉附近,吕基亚人分到了他们的份额” 也更契合古老的城址。
πλησίον γάρ ἐστι τὸ πεδίον ἡ Θύμβρα καὶ ὁ διʼ αὐτοῦ ῥέων ποταμὸς Θύμβριος, ἐμβάλλων εἰς τὸν Σκάμανδρον κατὰ τὸ Θυμβραίου Ἀπόλλωνος ἱερόν, τοῦ δὲ νῦν Ἰλίου καὶ πεντήκοντα σταδίους διέχει.
因为特温布拉平原以及流经该平原的特温布里奥斯河都在附近,该河在特温布拉的阿波罗神庙附近汇入斯卡曼德罗斯河,但距离现在的伊里奥有五十斯塔德之远。
ὅ τε ἐρινεός, τραχύς τις τόπος καὶ ἐρινεώδης, τῷ μὲν ἀρχαίῳ κτίσματι ὑποπέπτωκεν, ὥστε τὸ " λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος " οἰκείως ἂν λέγοι ἡ Ἀνδρομάχη· τῆς δὲ νῦν πόλεως πάμπολυ ἀφέστηκε·
野无花果树(埃里内奥斯)是一个崎岖且长满野无花果树的地方,它位于古老城址的下方,因此: “把军队部署在野无花果树旁,那里最容易攀登城市,且城壁易受攻击” 安德洛玛刻的这句话如果是对古老城址说的话会非常贴切;但它距离现在的城市非常遥远。
καὶ ὁ φηγὸς δὲ μικρὸν κατωτέρω ἐστὶ τοῦ ἐρινεοῦ, ἐφʼ οὗ φησιν ὁ Ἀχιλλεύς " ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον, οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ, ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν. "
而橡树也比野无花果树稍低一些,阿基琉斯对此说道: “只要我还和阿开亚人一起战斗,赫克托耳就不愿意远离城墙展开战斗,而只敢来到斯开亚门和橡树旁。
§13.1.36καὶ μὴν τό γε ναύσταθμον τὸ νῦν ἔτι λεγόμενον πλησίον οὕτως ἐστὶ τῆς νῦν πόλεως, ὥστε θαυμάζειν εἰκότως ἄν τινα τῶν μὲν τῆς ἀπονοίας τῶν δὲ τοὐναντίον τῆς ἀψυχίας·
” 再者,至今仍被称为海军基地的那个地方,距离现在的城市如此之近,以至于人们理所当然地会对一方的疯狂和另一方的胆怯感到惊讶。
ἀπονοίας μέν, εἰ τοσοῦτον χρόνον ἀτείχιστον αὐτὸ εἶχον, πλησίον οὔσης τῆς πόλεως καὶ τοσούτου πλήθους τοῦ τʼ ἐν αὐτῇ καὶ τοῦ ἐπικουρικοῦ· νεωστὶ γὰρ γεγονέναι φησὶ τὸ τεῖχος (ἢ οὐδʼ ἐγένετο, ὁ δὲ πλάσας ποιητὴς ἠφάνισεν, ὡς Ἀριστοτέλης φησίν)· ἀψυχίας δέ, εἰ γενομένου τοῦ τείχους ἐτειχομάχουν καὶ εἰσέπεσον εἰς αὐτὸ τὸ ναύσταθμον καὶ προσεμάχοντο ταῖς ναυσίν, ἀτείχιστον δὲ ἔχοντες οὐκ ἐθάρρουν προσιόντες πολιορκεῖν μικροῦ τοῦ διαστήματος ὄντος·
就疯狂而言,如果他们如此长的时间都让它不设防,而城市近在咫尺,且城内和盟军中有如此众多的人马;因为他(德米特里乌斯)说城墙是最近才建造的(或者根本没有建造,正如亚里士多德所说,是诗人虚构了它又将其消去);就胆怯而言,如果城墙建好后,他们能攻打城墙并闯入海军基地本身,并在船只旁进行战斗,那么在它不设防的时候,他们怎么会在距离如此之短的情况下,却没有勇气走上前去围攻它呢?
ἔστι γὰρ τὸ ναύσταθμον πρὸς Σιγείῳ, πλησίον δὲ καὶ ὁ Σκάμανδρος ἐκδίδωσι διέχων τοῦ Ἰλίου σταδίους εἴκοσιν.
因为海军基地靠近西盖翁,斯卡曼德罗斯河也在附近入海,距离伊里奥二十斯塔德。
εἰ δὲ φήσει τις τὸν νῦν λεγόμενον Ἀχαιῶν λιμένα εἶναι τὸ ναύσταθμον, ἐγγυτέρω τινὰ λέξει τόπον ὅσον δώδεκα σταδίους διεστῶτα τῆς πόλεως, ἐπὶ θαλάττῃ πεδίον συμπροστιθείς διότι τοῦτο πᾶν πρόχωμα τῶν ποταμῶν ἐστι τὸ πρὸ τῆς πόλεως ἐπὶ θαλάττῃ πεδίον, ὥστε εἰ δωδεκαστάδιόν ἐστι νῦν τὸ μεταξύ, τότε καὶ τῷ ἡμίσει ἔλαττον ὑπῆρχε.
如果有人说现在被称为“阿开亚人港口”的地方就是海军基地,那么他所说的是一个更近的地方,距离城市大约十二斯塔德,同时还增加了海边的平原;因为城市前海边的这一平原完全是河流的泥沙堆积物,因此,如果现在的距离是十二斯塔德,在当时还要少一半以上。
καὶ ἡ διήγησις δʼ ἡ πρὸς τὸν Εὔμαιον ὑπὸ τοῦ Ὀδυσσέως διασκευασθεῖσα μέγα ἐμφαίνει τὸ διάστημα τὸ μέχρι τῆς πόλεως ἀπὸ τοῦ ναυστάθμου " ὡς ὅθʼ ὑπὸ Τροίῃ λόχον ἤγομεν.
而奥德修斯向尤迈奥斯编造的叙述也清楚地表明,从海军基地到城市的距离是巨大的: “就像当年我们在特洛伊城下设下伏兵时那样。
" φησὶ γὰρ ὑποβάς " λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν.
” 因为他随后说道: “因为我们走得离船只太远了。
" ἐπί τε τὴν κατασκοπὴν πέμπονται γνωσόμενοι, πότερον μενοῦσι παρὰ νηυσὶν ἀπόπροθεν πολὺ ἀπεσπασμένοι τοῦ οἰκείου τείχους " ἠὲ πόλινδε ἂψ ἀναχωρήσουσι.
” 侦察员也被派遣出去,以探明他们是会留在远离自己城墙、被拉得很远的船只旁, “还是会退回到城市中去。
" καὶ ὁ Πολυδάμας " ἀμφὶ μάλα φράζεσθε, φίλοι· κέλομαι γὰρ ἔγωγε ἄστυδε νῦν ἰέναι " φησίν " ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν.
” 波吕达马斯也说: “朋友们,请仔细考虑;因为我劝你们现在就去城市里,” 他还说: “因为我们距离城墙很远。
" παρατίθησι δʼ ὁ Δημήτριος καὶ τὴν Ἀλεξανδρίνην Ἑστίαιαν μάρτυρα, τὴν συγγράψασαν περὶ τῆς Ὁμήρου Ἰλιάδος, πυνθανομένην εἰ περὶ τὴν νῦν πόλιν ὁ πόλεμος συνέστη, καὶ τὸ Τρωικὸν πεδίον, ὃ μεταξὺ τῆς πόλεως καὶ τῆς θαλάττης ὁ ποιητὴς φράζει· τὸ μὲν γὰρ πρὸ τῆς νῦν πόλεως ὁρώμενον πρόχωμα εἶναι τῶν ποταμῶν ὕστερον γεγονός.
” 德米特里乌斯还引证了亚历山大里亚的赫斯提亚埃娅作为证人,她曾撰写关于荷马《伊利亚特》的著作,探讨战争是否是在现在的城市周围发生,以及诗人所描绘的、位于城市与大海之间的特洛伊平原;因为她说,在现在的城市前看到的(平原)是后来才形成的河流堆积物。

词汇与语法注释

  1. §13.1.35γίνεται οὖν εὔλογον — 意为“变得合乎情理”。带有冠词的中性名词短语 `τὸ ...`(此处为 `τὸ ἐπὶ τοῦ Ἄρεος`,“关于阿瑞斯的诗句”)作为主语,与系动词及表语形容词 `εὔλογον` 连用。
  2. §13.1.35τί χρήσιμον ἐπὶ τοσοῦτον μεταλαμβάνεσθαι τοὺς τόπους — 意为“把这些地点移动到这么远有什么用呢(反问)”。非人称表达 `χρήσιμον [ἐστί]` 后面接带对格的不定式 `μεταλαμβάνεσθαι τοὺς τόπους` 作为主语。
  3. §13.1.36ὥστε θαυμάζειν εἰκότως ἄν τινα τῶν μὲν τῆς ἀπονοίας τῶν δὲ τοὐναντίον τῆς ἀψυχίας — 由 `ὥστε` 引导的结果从句。不定式 `θαυμάζειν` 连用 `ἄν` 表示潜在或假设语气(“人们理所当然会感到惊讶”)。属格 `τῆς ἀπονοίας` 与 `τῆς ἀψυχίας` 作为表示原因的属格,受动词 `θαυμάζειν` 支配。
  4. §13.1.36τὸ μὲν γὰρ πρὸ τῆς νῦν πόλεως ὁρώμενον — 此处的 `ὁρώμενον` 是中性单数分词,省略了名词 `πεδίον`(平原)。在语境中意为“在现在的城市前看到的平原”,并作为主语与作表语的 `πρόχωμα`(泥沙堆积物)构成主谓关系。

引用这一段

斯特拉波, 地理学 §13.1.35-13.1.36. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.1.35-13.1.36

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。