§13.1.33τοιούτων δὲ τῶν ἐπὶ τῇ θαλάττῃ τόπων ὄντων ὑπέρκειται τούτων τὸ Τρωικὸν πεδίον μέχρι τῆς Ἴδης ἀνῆκον ἐπὶ πολλοὺς σταδίους κατὰ τὸ πρὸς ἕω μέρος.
在沿海地方具有如此特征的情况下,其上方是特洛伊平原,向东延伸许多斯塔德,一直到伊达山。
τούτου δʼ ἡ μὲν παρώρειός ἐστι στενή, τῇ μὲν ἐπὶ τὴν μεσημβρίαν τεταμένη μέχρι τῶν κατὰ Σκῆψιν τόπων, τῇ δʼ ἐπὶ τὰς ἄρκτους μέχρι τῶν κατὰ Ζέλειαν Λυκίων.
这一平原的山麓地带狭窄,一侧向南延伸到斯克普西斯周围的地区,另一侧向北延伸到泽雷亚附近的吕基亚人的土地。
ταύτην δʼ ὁ ποιητὴς ὑπʼ Αἰνείᾳ τάττει καὶ τοῖς Ἀντηνορίδαις, καλεῖ δὲ Δαρδανίαν.
诗人将这一地区置于埃涅阿斯和安特诺尔子孙的管辖之下,并称之为达尔达尼亚。
ὑπὸ δὲ ταύτῃ Κεβρηνία, πεδιὰς ἡ πλείστη, παράλληλός πως τῇ Δαρδανίᾳ· ἦν δὲ καὶ πόλις ποτὲ Κεβρήνη.
在这(达尔达尼亚)下方是克布雷尼亚,大部分是平原,大致与达尔达尼亚平行;曾经也有一座名为克布雷内的城市。
ὑπονοεῖ δʼ ὁ Δημήτριος μέχρι δεῦρο διατείνειν τὴν περὶ τὸ Ἴλιον χώραν τὴν ὑπὸ τῷ Ἕκτορι, ἀνήκουσαν ἀπὸ τοῦ ναυστάθμου μέχρι Κεβρηνίας· τάφον τε γὰρ Ἀλεξάνδρου δείκνυσθαί φησιν αὐτόθι καὶ Οἰνώνης, ἣν ἱστοροῦσι γυναῖκα γεγονέναι τοῦ Ἀλεξάνδρου πρὶν Ἑλένην ἁρπάσαι· λέγειν τε τὸν ποιητήν
"
Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο,
"
ὃν εἰκὸς εἶναι ἐπώνυμον τῆς χώρας ἢ καὶ πόλεως, ὅπερ πιθανώτερον·
德米特里乌斯推测,赫克托耳统治下的伊里奥周边领土一直延伸到这个地方,从海军基地一直到克布雷尼亚;因为他说,亚历山大和奥伊诺涅的陵墓就在那里,而据史料记载,奥伊诺涅在亚历山大劫走海伦之前是他的妻子;他还说,诗人提到了: “克布里奥内斯,普里阿摩斯名声显赫的庶子,” 他很可能得名于该地区或该城市(克布雷内),而后者更为可能。
τὴν δὲ Κεβρηνίαν διήκειν μέχρι τῆς Σκηψίας, ὅριον δʼ εἶναι τὸν Σκάμανδρον μέσον αὐτῶν ῥέοντα· ἔχθραν δʼ ἀεὶ καὶ πόλεμον εἶναι τοῖς τε Κεβρηνοῖς καὶ τοῖς Σκηψίοις, ἕως Ἀντίγονος αὐτοὺς συνῴκισεν εἰς τὴν τότε μὲν Ἀντιγόνειαν νῦν δὲ Ἀλεξάνδρειαν· τοὺς μὲν οὖν Κεβρηνιέας συμμεῖναι τοῖς ἄλλοις ἐν τῇ Ἀλεξανδρείᾳ, τοὺς δὲ Σκηψίους ἐπανελθεῖν εἰς τὴν οἰκείαν ἐπιτρέψαντος Λυσιμάχου.
他还说,克布雷尼亚一直延伸到斯克普西斯的领土,它们之间的边界是流经其中的斯卡曼德罗斯河;克布雷内人与斯克普西斯人之间一直存在敌对和战争,直到安提柯将他们共同安置在当时称为安提柯尼亚、现在称为亚历山大里亚的城市;因此,克布雷内人与其他居民一起留在亚历山大里亚,而斯克普西斯人则在赖西马科斯允许后返回了自己的家园。
§13.1.34ἀπὸ δὲ τῆς κατὰ τοὺς τόπους Ἰδαίας ὀρεινῆς δύο φησὶν ἀγκῶνας ἐκτείνεσθαι πρὸς θάλατταν, τὸν μὲν εὐθὺ Ῥοιτείου τὸν δὲ Σιγείου, ποιοῦντας ἐξ ἀμφοῖν γραμμὴν ἡμικυκλιώδη· τελευτᾶν δʼ ἐν τῷ πεδίῳ, τοσοῦτον ἀπέχοντας τῆς θαλάττης ὅσον τὸ νῦν Ἴλιον.
他还说,从这一地区的伊达山脉延伸出两条山脊,直达海边,一条直指罗伊特翁,另一条直指西盖翁,两者共同形成一条半圆形的弧线;它们终止于平原中,距离海边的距离与现在的伊里奥相同。
τοῦτο μὲν δὴ μεταξὺ τῆς τελευτῆς τῶν λεχθέντων ἀγκώνων εἶναι, τὸ δὲ παλαιὸν κτίσμα μεταξὺ τῆς ἀρχῆς· ἀπολαμβάνεσθαι δʼ ἐντὸς τό τε Σιμοείσιον πεδίον διʼ οὗ ὁ Σιμόεις φέρεται, καὶ τὸ Σκαμάνδριον διʼ οὗ Σκάμανδρος ῥεῖ.
因此,现在的这座城市位于上述山脊终点之间,而古老的城址则位于它们的起点之间;在它们内部包围着西莫伊斯平原(西莫伊斯河流经此处)和斯卡曼德罗斯平原(斯卡曼德罗斯河流经此处)。
τοῦτο δὲ καὶ ἰδίως Τρωικὸν λέγεται, καὶ τοὺς πλείστους ἀγῶνας ὁ ποιητὴς ἐνταῦθα ἀποδίδωσι· πλατύτερον γάρ ἐστι, καὶ τοὺς ὀνομαζομένους τόπους ἐνταῦθα δεικνυμένους ὁρῶμεν, τὸν ἐρινεόν, τὸν τοῦ Αἰσυήτου τάφον, τὴν Βατίειαν, τὸ τοῦ Ἴλου σῆμα.
后者也被特别称为特洛伊平原,诗人描绘的大部分战斗都发生在这里;因为这里更宽阔,我们能看到这里指出的那些有名的地方:野无花果树、埃叙埃忒斯之墓、巴蒂埃亚以及伊洛斯的陵墓。
οἱ δὲ ποταμοὶ ὅ τε Σκάμανδρος καὶ ὁ Σιμόεις, ὁ μὲν τῷ Σιγείῳ πλησιάσας ὁ δὲ τῷ Ῥοιτείῳ, μικρὸν ἔμπροσθεν τοῦ νῦν Ἰλίου συμβάλλουσιν, εἶτʼ ἐπὶ τὸ Σίγειον ἐκδιδόασι καὶ ποιοῦσι τὴν στομαλίμνην καλουμένην.
斯卡曼德罗斯河和西莫伊斯河这两条河流,一条靠近西盖翁,另一条靠近罗伊特翁,在现在的伊里奥前方不远处汇合,然后流向西盖翁,形成所谓的“口湖”。
διείργει δʼ ἑκάτερον τῶν λεχθέντων πεδίων ἀπὸ θατέρου μέγας τις αὐχὴν τῶν εἰρημένων ἀγκώνων ἐπʼ εὐθείας, ἀπὸ τοῦ νῦν Ἰλίου τὴν ἀρχὴν ἔχων συμφυὴς αὐτῷ, τεινόμενος δʼ ἕως τῆς Κεβρηνίας καὶ ἀποτελῶν τὸ Ε γράμμα πρὸς τοὺς ἑκατέρωθεν ἀγκῶνας.
而上述两片平原中的每一片都被前述山脊的一条巨大的直线尾脊相互隔开,它始于现在的伊里奥并与之相连,一直延伸到克布雷尼亚,并与两侧的山脊共同构成字母“E”的形状。