Humanitext Reader

ストラボン · 地理誌 §12.8.8-12.8.10

オリュンポス山と盗賊クレオンの興亡

400 / 577 箇所 · ギリシア語

要旨

オリュンポス山とイデ山の地理的位置を定め、オリュンポス山に割拠した盗賊首領クレオンの興亡と奇怪な最期を語り、同山周辺の諸部族や湖沼の配置を解説する。

§12.8.8ἔστι τοίνυν ὄρη δύο ὑπερκείμενα τῆς Προποντίδος ὅ τε Ὄλυμπος ὁ Μύσιος καὶ ἡ Ἴδη.
さて、プロポンティスの向こうにそびえる山が二つある。 ミュシアのオリュンポス山と、イデ山である。
τῷ μὲν οὖν Ὀλύμπῳ τὰ τῶν Βιθυνῶν ὑποπέπτωκε, τῆς δὲ Ἴδης μεταξὺ καὶ τῆς θαλάττης ἡ Τροία κεῖται συνάπτουσα τῷ ὄρει·
オリュンポス山の麓にはビテュニア人の地が広がっており、イデ山と海の間に、この山に接してトロイアが位置している。
περὶ μὲν οὖν ταύτης ἐροῦμεν ὕστερον καὶ τῶν συνεχῶν αὐτῇ πρὸς νότον, νῦν δὲ περὶ τῶν Ὀλυμπηνῶν καὶ τῶν ἐφεξῆς μέχρι τοῦ Ταύρου παραλλήλων τοῖς προεφωδευμένοις λέγωμεν.
このトロイアと、それに南で隣接する地域については後ほど語ることにし、今はオリュンポス山の住民と、それに続いてタウロス山脈に至る、これまでに通過した地域と平行する地域について語ろう。
ἔστι τοίνυν ὁ Ὄλυμπος κύκλῳ μὲν εὖ συνοικούμενος, ἐν δὲ τοῖς ὕψεσι δρυμοὺς ἐξαισίους ἔχων καὶ λῃστήρια δυναμένους ἐκτρέφειν τόπους εὐερκεῖς, ἐν οἷς καὶ τύραννοι συνίστανται πολλάκις δυνάμενοι συμμεῖναι πολὺν χρόνον, καθάπερ Κλέων ὁ καθʼ ἡμᾶς τῶν λῃστηρίων ἡγεμών.
さて、オリュンポス山は、周囲はよく居住されているが、山頂付近には広大な森林があり、盗賊の巣窟を養うことのできる守りの堅い場所がある。 そこではしばしば僭主が台頭し、長期間持ちこたえることができる。 我々の時代の盗賊の首領クレオンがそうであったように。
§12.8.9οὗτος δʼ ἦν μὲν ἐκ Γορδίου κώμης, ἣν ὕστερον αὐξήσας ἐποίησε πόλιν καὶ προσηγόρευσεν Ἰουλιόπολιν·
この者はゴルディオンという村の出身であったが、後に彼はこれを拡張して市とし、ユリオポリスと名付けた。
λῃστηρίῳ δʼ ἐχρῆτο καὶ ὁρμητηρίῳ κατʼ ἀρχὰς τῷ καρτερωτάτῳ τῶν χωρίων ὄνομα Καλλυδίῳ.
彼は最初、最も堅固な砦の一つであるカリュディオンと呼ばれる場所を盗賊の拠点および出撃地として用いた。
ὑπῆρξε δʼ Ἀντωνίῳ μὲν χρήσιμος ἐπελθὼν ἐπὶ τοὺς ἀργυρολογοῦντας Λαβιηνῷ καθʼ ὃν χρόνον ἐκεῖνος τὴν Ἀσίαν κατέσχε, καὶ κωλύσας τὰς παρασκευάς·
そして彼は、ラビエヌスがアジアを占拠していた時期に、ラビエヌスのために資金を徴収していた者たちを襲撃してその準備を妨害したことで、アントニウスにとって有用な存在となった。
ἐν δὲ τοῖς Ἀκτιακοῖς ἀποστὰς Ἀντωνίου τοῖς Καίσαρος προσέθετο στρατηγοῖς, καὶ ἐτιμήθη πλέον ἢ κατʼ ἀξίαν προσλαβὼν τοῖς παρʼ Ἀντωνίου δοθεῖσι καὶ τὰ παρὰ τοῦ Καίσαρος, ὥστʼ ἀντὶ λῃστοῦ δυνάστου περιέκειτο σχῆμα, ἱερεὺς μὲν ὢν τοῦ Ἀβρεττηνοῦ Διός, Μυσίου θεοῦ, μέρος δʼ ἔχων ὑπήκοον τῆς Μωρηνῆς (Μυσία δέ ἐστι καὶ αὕτη, καθάπερ ἡ Ἀβρεττηνή), λαβὼν δὲ ὕστατα καὶ τὴν ἐν τῷ Πόντῳ τῶν Κομάνων ἱερωσύνην, εἰς ἣν κατελθὼν ἐντὸς μηνιαίου χρόνου κατέστρεψε τὸν βίον·
アクティウムの戦いにおいては、彼はアントニウスから離反してカエサルの将軍たちに加わり、アントニウスから与えられたものに加えてカエサルからの恩賞をも受け取ることで、実力以上に重用された。 その結果、盗賊の代わりに支配者の体裁を整えるようになり、ミュシアの神であるアブレッテノスのゼウスの神官となり、モーレネ(これもアブレッテネと同様にミュシアの一部である)の従属地域の一部を領有した。 そして最後にポントスのコマナの神職をも獲得したが、そこに赴任して一ヶ月も経たないうちに生涯を終えた。
νόσος δʼ ἐξήγαγεν αὐτὸν ὀξεῖα, εἴτʼ ἄλλως ἐπιπεσοῦσα ἐκ τῆς ἅδην πλησμονῆς εἴθʼ, ὡς ἔφασαν οἱ περὶ τὸ ἱερόν, κατὰ μῆνιν τῆς θεοῦ·
急性の病気が彼を連れ去ったのであるが、それは過度の飽食から偶然に生じたものか、あるいは神殿の周囲の者たちが言ったように、女神の怒りによるものであった。
ἐν γὰρ τῷ περιβόλῳ τοῦ τεμένους ἡ οἴκησίς ἐστιν ἥ τε τοῦ ἱερέως καὶ τῆς ἱερείας, τὸ δὲ τέμενος χωρὶς τῆς ἄλλης ἁγιστείας διαφανέστατα τῆς τῶν ὑείων κρεῶν βρώσεως καθαρεύει, ὅπου γε καὶ ἡ ὅλη πόλις, οὐδʼ εἰσάγεται εἰς αὐτὴν ὗς·
というのも、神殿の囲いの内側に神官と女神官の住居があるのだが、その境内は、他の儀礼的清浄さは別としても、極めて明白に豚肉を食べることを禁じており、都市全体でもそうであって、そこには豚が持ち込まれることさえない。
ὁ δʼ ἐν τοῖς πρώτοις τὸ λῃστρικὸν ἦθος ἐπεδείξατο εὐθὺς κατὰ τὴν πρώτην εἴσοδον τῇ παραβάσει τούτου τοῦ ἔθους ὥσπερ οὐχ ἱερεὺς εἰσεληλυθὼς ἀλλὰ διαφθορεὺς τῶν ἱερῶν.
しかし彼は、赴任するやいなや、まず第一にこの慣習を破ることで、最初の立ち入りの際すぐにその盗賊的な本性を示した。 あたかも神官として入ったのではなく、聖なるものの破壊者として入ったかのように。
§12.8.10ὁ μὲν δὴ Ὄλυμπος τοιόσδε, περιοικεῖται δὲ πρὸς ἄρκτον μὲν ὑπὸ τῶν Βιθυνῶν καὶ Μυγδόνων καὶ Δολιόνων, τὸ δὲ λοιπὸν ἔχουσι Μυσοὶ καὶ Ἐπίκτητοι.
オリュンポス山はこのようであるが、その周辺には、北にビテュニア人、ミュグドネス人、ドリオネス人が住んでおり、残りの部分はミュシア人とエピクテトイが占めている。
Δολίονας μὲν οὖν μάλιστα καλοῦσι τοὺς περὶ Κύζικον ἀπὸ Αἰσήπου ἕως Ῥυνδάκου καὶ τῆς Δασκυλίτιδος λίμνης, Μυγδόνας δὲ τοὺς ἐφεξῆς τούτοις μέχρι τῆς Μυρλειανῶν χώρας·
ドリオネス人とは、特にアイセポス川からリュンダコス川およびダスキュリティス湖までのキュジコス周辺の者たちのことであり、その隣からミュルレイア人の土地までの人々をミュグドネス人と呼ぶ。
ὑπέρκεινται δὲ τῆς Δασκυλίτιδος ἄλλαι δύο λίμναι μεγάλαι ἥ τε Ἀπολλωνιᾶτις ἥ τε Μιλητοπολῖτις·
ダスキュリティス湖の上には、他に二つの大きな湖、アポロニアティス湖とミレトポリティス湖がある。
πρὸς μὲν οὖν τῇ Δασκυλίτιδι Δασκύλιον πόλις, πρὸς δὲ τῇ Μιλητοπολίτιδι Μιλητούπολις, πρὸς δὲ τῇ τρίτῃ Ἀπολλωνία ἡ ἐπὶ Ῥυνδάκῳ λεγομένη·
ダスキュリティス湖の傍らにはダスキュリオン市があり、ミレトポリティス湖の傍らにはミレトポリスが、第三の湖の傍らには「リュンダコス川の傍らの」と呼ばれるアポロニアがある。
τὰ πλεῖστα δὲ τούτων ἐστὶ Κυζικηνῶν νυνί.
これらの大半は、現在はキュジコス人の所有となっている。

語釈・文法注

  1. §12.8.8παραλλήλων — 属格複数形形容詞で、先行する「τῶν ἐφεξῆς [τόπων]」(次に続く地域)を修飾している。「παράλληλος」は与格(ここでは「τοῖς προεφωδευμένοις」、すでに巡った地域)を支配し、「すでに巡った地域と平行する(地域)」を意味する。
  2. §12.8.9ἐκεῖνος — 指示代名詞で、直前の「Ἀντωνίῳ」(アントニウス)ではなく、その前に現れる「Λαβιηνῷ」(ラビエヌス)を指す。ラビエヌスが小アジアを占拠していた歴史的時期を特定している。
  3. §12.8.9ὅπου γε καὶ ἡ ὅλη πόλις — 関係副詞「ὅπου」に小辞「γε」が伴い、先行する神殿の清浄さ(καθαρεύει)を支持する事実を導入している。主語「ἡ ὅλη πόλις」に対して動詞「καθαρεύει」が省略されており、「都市全体も(豚肉の食から)清浄である」と補って解釈する。

この箇所を引用する

ストラボン, 地理誌 §12.8.8-12.8.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.8.8-12.8.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。