§12.8.11ἔστι δὲ νῆσος ἐν τῇ Προποντίδι ἡ Κύζικος συναπτομένη γεφύραις δυσὶ πρὸς τὴν ἤπειρον, ἀρετῇ μὲν κρατίστη μεγέθει δὲ ὅσον πεντακοσίων σταδίων τὴν περίμετρον·
さて、プロポンティス海には、二つの橋で大陸と結ばれたキュジコスという島があり、土地の肥沃さにおいて極めて優れ、大きさは周囲およそ五百スタディオンに及ぶ。
ἔχει δὲ ὁμώνυμον πόλιν πρὸς αὐταῖς ταῖς γεφύραις καὶ λιμένας δύο κλειστοὺς καὶ νεωσοίκους πλείους τῶν διακοσίων·
まさにその橋のたもとに同名の市を有し、二つの閉塞港と、二百以上の船渠を備えている。
τῆς δὲ πόλεως τὸ μὲν ἔστιν ἐν ἐπιπέδῳ τὸ δὲ πρὸς ὄρει·
この市は、一部が平地にあり、他の一部は山に接している。
καλεῖται δʼ Ἄρκτων ὄρος·
その山は『熊たちの山』と呼ばれている。
ὑπέρκειται δʼ ἄλλο Δίνδυμον μονοφυές, ἱερὸν ἔχον τῆς Δινδυμήνης μητρὸς θεῶν, ἵδρυμα τῶν Ἀργοναυτῶν.
その上方には、単一の峰からなる別の山ディンデュモンがそびえており、アルゴナウタイの創建による、神々の母ディンデュメネの神殿がある。
ἔστι δʼ ἐνάμιλλος ταῖς πρώταις τῶν κατὰ τὴν Ἀσίαν ἡ πόλις μεγέθει τε καὶ κάλλει καὶ εὐνομίᾳ πρός τε εἰρήνην καὶ πόλεμον·
この市は、規模、美しさ、そして平時および戦時における良き法秩序において、アジアの主要な都市に引けを取らない。
ἔοικέ τε τῷ παραπλησίῳ τύπῳ κοσμεῖσθαι ὥσπερ ἡ τῶν Ῥοδίων καὶ Μασσαλιωτῶν καὶ Καρχηδονίων τῶν πάλαι.
そして、かつてのロドス人、マッサリア人、カルタゴ人の国制と類似した型によって組織されているようである。
τὰ μὲν οὖν πολλὰ ἐῶ, τρεῖς δʼ ἀρχιτέκτονας τοὺς ἐπιμελουμένους οἰκοδομημάτων τε δημοσίων καὶ ὀργάνων, τρεῖς δὲ καὶ θησαυροὺς κέκτηται, τὸν μὲν ὅπλων τὸν δʼ ὀργάνων τὸν δὲ σίτου·
多くのことは省略するが、公共建造物と諸機械を管理する三人の建築家を有し、また三つの倉庫、すなわち武器庫、機械庫、穀物庫を所有している。
ποιεῖ δὲ τὸν σῖτον ἄσηπτον ἡ Χαλκιδικὴ γῆ μιγνυμένη.
これに混入されるカルキス土は、穀物を腐敗しないようにする。
ἐπεδείξαντο δὲ τὴν ἐκ τῆς παρασκευῆς ταύτης ὠφέλειαν ἐν τῷ Μιθριδατικῷ πολέμῳ.
彼らはこの備えから得られる有益さを、ミトリダテス戦争において証明した。
ἐπελθόντος γὰρ αὐτοῖς ἀδοκήτως τοῦ βασιλέως πεντεκαίδεκα μυριάσι καὶ ἵππῳ πολλῇ καὶ κατασχόντος τὸ ἀντικείμενον ὄρος ὃ καλοῦσιν Ἀδραστείας καὶ τὸ προάστειον, ἔπειτα καὶ διάραντος εἰς τὸν ὑπὲρ τῆς πόλεως αὐχένα καὶ προσμαχομένου πεζῇ τε καὶ κατὰ θάλατταν τετρακοσίαις ναυσίν, ἀντέσχον πρὸς ἅπαντα οἱ Κυζικηνοί, ὥστε καὶ ἐγγὺς ἦλθον τοῦ ζωγρίᾳ λαβεῖν τὸν βασιλέα ἐν τῇ διώρυγι ἀντιδιορύττοντες, ἀλλʼ ἔφθη φυλαξάμενος καὶ ἀναλαβὼν ἑαυτὸν ἔξω τοῦ ὀρύγματος·
というのも、王が十五万の軍勢と多数の騎兵を率いて不意に彼らを襲撃し、彼らと対峙する、アドラステイアと呼ばれる山と郊外を占拠し、さらに市の上方の地峡に兵を進め、陸路および四百隻の船による海路から攻撃を仕掛けたとき、キュジコス人はこれらすべてに対して持ちこたえ、ついには対抗して坑道を掘り進めることで、王をその坑道内で生け捕りにする一歩手前まで行ったからである。 しかし王は警戒して一足早く逃れ、坑道(堀)の外へ脱出した。
ὀψὲ δὲ ἴσχυσεν εἰσπέμψαι τινὰς νύκτωρ ἐπικούρους ὁ τῶν Ῥωμαίων στρατηγὸς Λεύκολλος·
やがて遅ればせながら、ローマの将軍ルクッルスが夜間にいくらかの援軍を送り込むことに成功した。
ὤνησε δὲ καὶ λιμὸς τῷ τοσούτῳ πλήθει τῆς στρατιᾶς ἐπιπεσών, ὃν οὐ προείδετο ὁ βασιλεύς, ὡς ἀπῆλθε πολλοὺς ἀποβαλών.
また、王が予期していなかった飢饉がこれほどの大軍を襲ったことも益となり、王は多くの兵を失って退却した。
Ῥωμαῖοι δʼ ἐτίμησαν τὴν πόλιν, καὶ ἔστιν ἐλευθέρα μέχρι νῦν καὶ χώραν ἔχει πολλὴν τὴν μὲν ἐκ παλαιοῦ τὴν δὲ τῶν Ῥωμαίων προσθέντων.
ローマ人はこの市を重んじ、市は現在にいたるまで自由市であり、古くからの領土とローマ人が追加した領土を合わせた広い土地を有している。
καὶ γὰρ τῆς Τρῳάδος ἔχουσι τὰ πέραν τοῦ Αἰσήπου τὰ περὶ τὴν Ζέλειαν καὶ τὸ τῆς Ἀδραστείας πεδίον·
実際、彼らはトロイアス地方のうち、アイセポス川の向こう側、ゼレイア周辺の地域とアドラステイアの平原を領有している。
καὶ τῆς Δασκυλίτιδος λίμνης τὰ μὲν ἔχουσιν ἐκεῖνοι τὰ δὲ Βυζάντιοι·
また、ダスキュリティス湖の一部は彼らが、他の一部はビュザンティオン人が領有している。
πρὸς δὲ τῇ Δολιονίδι καὶ τῇ Μυγδονίδι νέμονται πολλὴν μέχρι τῆς Μιλητοπολίτιδος λίμνης καὶ τῆς Ἀπολλωνιάτιδος αὐτῆς, διʼ ὧν χωρίων καὶ ὁ Ῥύνδακος ῥεῖ ποταμὸς τὰς ἀρχὰς ἔχων ἐκ τῆς Ἀζανίτιδος, προσλαβὼν δὲ καὶ ἐκ τῆς Ἀβρεττηνῆς Μυσίας ἄλλους τε καὶ Μέκεστον ἀπʼ Ἀγκύρας τῆς Ἀβαείτιδος ἐκδίδωσιν εἰς τὴν Προποντίδα κατὰ Βέσβικον νῆσον.
またドリオニス地方とミュグドニス地方の近くでは、ミレトポリティス湖、さらにはアポロニアティス湖そのものに至るまでの広大な地域を支配している。 これらの地域を、アザニティス地方に源を発するリュンダコス川が流れており、この川はアブレッテネ・ミュシア地方からの川々や、アバエイティス地方のアンキュラから流れるメケストス川などを合わせ、ベスビコス島の近くでプロポンティス海に注いでいる。
ἐν ταύτῃ δὲ τῇ νήσῳ τῶν Κυζικηνῶν ὄρος ἐστὶν εὔδενδρον Ἀρτάκη· καὶ νησίον ὁμώνυμον πρόκειται τούτου, καὶ πλησίον ἀκρωτήριον Μέλανος καλούμενον ἐν παράπλῳ τοῖς εἰς Πρίαπον κομιζομένοις ἐκ τῆς Κυζίκου.
キュジコス人のこの島には、樹木の生い茂るアルタケ山があり、その手前には同名の小島が浮かんでおり、その近くには、キュジコスからプリアポスへ船で向かう航路上に『黒い岬』と呼ばれる岬がある。
§12.8.12τῆς δʼ ἐπικτήτου Φρυγίας Ἀζανοί τέ εἰσι καὶ Νακολία καὶ Κοτιάειον καὶ Μιδάειον καὶ Δορυλάειον πόλεις καὶ Κάδοι·
エピクテトス・フリュギアには、アザノイ、ナコリア、コティアエイオン、ミダエイオン、ドリュラエイオン、そしてカドイの諸都市がある。
τοὺς δὲ Κάδους ἔνιοι τῆς Μυσίας φασίν.
ただし、カドイをミュシアに属すると言う者もいる。
ἡ δὲ Μυσία κατὰ τὴν μεσόγαιαν ἀπὸ τῆς Ὀλυμπηνῆς ἐπὶ τὴν Περγαμηνὴν καθήκει καὶ τὸ Καΐκου λεγόμενον πεδίον, ὥστε μεταξὺ κεῖσθαι τῆς τε Ἴδης καὶ τῆς Κατακεκαυμένης, ἣν οἱ μὲν Μυσίαν οἱ δὲ Μαιονίαν φασίν.
ミュシアの内陸部は、オリュンペネからペルガモンの地、および『カイコス川の平原』と呼ばれる場所にまで至っており、そのためイデ山と、ある人々はミュシア、別の人々はマイオニアと呼ぶ『カタケカウメネ(焼かれた地)』との間に位置している。
§12.8.13ὑπὲρ δὲ τῆς Ἐπικτήτου πρὸς νότον ἐστὶν ἡ μεγάλη Φρυγία, λείπουσα ἐν ἀριστερᾷ τὴν Πεσσινοῦντα καὶ τὰ περὶ Ὀρκαόρκους καὶ Λυκαονίαν, ἐν δεξιᾷ δὲ Μαίονας καὶ Λυδοὺς καὶ Κᾶρας·
エピクテトス地方の上方、南には大フリュギアがあり、左手にペッシヌスとオルカオルコイ周辺およびリュカオニアを、右手にはマイオニア人、リュディア人、カリヤ人を残している。
ἐν ᾗ ἔστιν ἥ τε Παρώρειος λεγομένη Φρυγία καὶ ἡ πρὸς Πισιδίᾳ καὶ τὰ περὶ Ἀμόριον καὶ Εὐμένειαν καὶ Σύνναδα, εἶτα Ἀπάμεια ἡ Κιβωτὸς λεγομένη καὶ Λαοδίκεια, αἵπερ εἰσὶ μέγισται τῶν κατὰ τὴν Φρυγίαν πόλεων·
そこには、『パロレイオス』と呼ばれるフリュギア、およびピシディアに接するフリュギア、アモリオン、エウメネイア、シュンナダ周辺の地域があり、さらに『キボトス』と呼ばれるアパメイア、およびラオディケイアがあるが、これらはフリュギアの都市の中で最大のものである。
περίκειται δὲ ταύταις πολίσματα καὶ Ἀφροδισιὰς Κολοσσαὶ Θεμισώνιον Σαναὸς Μητρόπολις Ἀπολλωνιάς, ἔτι δὲ ἀπωτέρω τούτων Πέλται Τάβαι Εὐκαρπία Λυσιάς.
これらの都市の周囲には、アフロディシアス、コロッサイ、テミソニオン、サナオス、メトロポリス、アポロニアスといった小都市があり、これらよりさらに遠くには、ペルタイ、タバイ、エウカルピア、リュシアスがある。