§12.8.8ἔστι τοίνυν ὄρη δύο ὑπερκείμενα τῆς Προποντίδος ὅ τε Ὄλυμπος ὁ Μύσιος καὶ ἡ Ἴδη.
在普罗蓬蒂斯海上方耸立着两座山,即米西亚的奥林匹斯山和伊达山。
τῷ μὲν οὖν Ὀλύμπῳ τὰ τῶν Βιθυνῶν ὑποπέπτωκε, τῆς δὲ Ἴδης μεταξὺ καὶ τῆς θαλάττης ἡ Τροία κεῖται συνάπτουσα τῷ ὄρει·
在奥林匹斯山下方延伸着比提尼亚人的领土,而在伊达山与大海之间则是特洛伊,与该山相接。
περὶ μὲν οὖν ταύτης ἐροῦμεν ὕστερον καὶ τῶν συνεχῶν αὐτῇ πρὸς νότον, νῦν δὲ περὶ τῶν Ὀλυμπηνῶν καὶ τῶν ἐφεξῆς μέχρι τοῦ Ταύρου παραλλήλων τοῖς προεφωδευμένοις λέγωμεν.
关于特洛伊以及向南与其相邻的地区,我们稍后再谈,现在我们先谈谈奥林匹斯山的居民以及接下来直到托罗斯山脉的、与我们之前考察过的地区平行的地区。
ἔστι τοίνυν ὁ Ὄλυμπος κύκλῳ μὲν εὖ συνοικούμενος, ἐν δὲ τοῖς ὕψεσι δρυμοὺς ἐξαισίους ἔχων καὶ λῃστήρια δυναμένους ἐκτρέφειν τόπους εὐερκεῖς, ἐν οἷς καὶ τύραννοι συνίστανται πολλάκις δυνάμενοι συμμεῖναι πολὺν χρόνον, καθάπερ Κλέων ὁ καθʼ ἡμᾶς τῶν λῃστηρίων ἡγεμών.
奥林匹斯山周围居民稠密,但在其高处却有茂密的森林和易守难攻的险要地势,能够供养盗匪集团,在这些地方,僭主也经常建立势力并能够维持很长时间,就像我们时代的盗匪首领克里昂一样。
§12.8.9οὗτος δʼ ἦν μὲν ἐκ Γορδίου κώμης, ἣν ὕστερον αὐξήσας ἐποίησε πόλιν καὶ προσηγόρευσεν Ἰουλιόπολιν· λῃστηρίῳ δʼ ἐχρῆτο καὶ ὁρμητηρίῳ κατʼ ἀρχὰς τῷ καρτερωτάτῳ τῶν χωρίων ὄνομα Καλλυδίῳ.
此人来自戈尔迪翁村,后来他将其扩建为城市并命名为尤里奥波利斯;起初,他利用其中最坚混的一个名为卡柳迪翁的地方作为他抢劫的据点和出击基地。
ὑπῆρξε δʼ Ἀντωνίῳ μὲν χρήσιμος ἐπελθὼν ἐπὶ τοὺς ἀργυρολογοῦντας Λαβιηνῷ καθʼ ὃν χρόνον ἐκεῖνος τὴν Ἀσίαν κατέσχε, καὶ κωλύσας τὰς παρασκευάς· ἐν δὲ τοῖς Ἀκτιακοῖς ἀποστὰς Ἀντωνίου τοῖς Καίσαρος προσέθετο στρατηγοῖς, καὶ ἐτιμήθη πλέον ἢ κατʼ ἀξίαν προσλαβὼν τοῖς παρʼ Ἀντωνίου δοθεῖσι καὶ τὰ παρὰ τοῦ Καίσαρος, ὥστʼ ἀντὶ λῃστοῦ δυνάστου περιέκειτο σχῆμα, ἱερεὺς μὲν ὢν τοῦ Ἀβρεττηνοῦ Διός, Μυσίου θεοῦ, μέρος δʼ ἔχων ὑπήκοον τῆς Μωρηνῆς (Μυσία δέ ἐστι καὶ αὕτη, καθάπερ ἡ Ἀβρεττηνή), λαβὼν δὲ ὕστατα καὶ τὴν ἐν τῷ Πόντῳ τῶν Κομάνων ἱερωσύνην, εἰς ἣν κατελθὼν ἐντὸς μηνιαίου χρόνου κατέστρεψε τὸν βίον· νόσος δʼ ἐξήγαγεν αὐτὸν ὀξεῖα, εἴτʼ ἄλλως ἐπιπεσοῦσα ἐκ τῆς ἅδην πλησμονῆς εἴθʼ, ὡς ἔφασαν οἱ περὶ τὸ ἱερόν, κατὰ μῆνιν τῆς θεοῦ·
在拉比埃努斯占领亚细亚期间,他袭击了为拉比埃努斯征集资金的人并阻碍了他们的准备工作,从而对安东尼非常有用;但在阿克提乌姆战役中,他背叛了安东尼,归顺了恺撒的将领,并获得了超出他应得的尊荣,在安东尼所赐予的东西之外,又得到了恺撒的赏赐,以至于他不再是强盗,而是摆出了统治者的架势,成为米西亚神明阿布雷特诺斯宙斯的祭司,并拥有一部分莫雷内(这也是米西亚的一部分,正如阿布雷特内一样)作为其臣属地,最后还获得了庞特斯地区科马纳的祭司职位,但在他上任后不到一个月的时间里便结束了生命;一种急性疾病夺去了他的生命,这要么是由于过度饱食而偶然发生的,要么正如神庙周围的人所说,是由于女神的愤怒。
ἐν γὰρ τῷ περιβόλῳ τοῦ τεμένους ἡ οἴκησίς ἐστιν ἥ τε τοῦ ἱερέως καὶ τῆς ἱερείας, τὸ δὲ τέμενος χωρὶς τῆς ἄλλης ἁγιστείας διαφανέστατα τῆς τῶν ὑείων κρεῶν βρώσεως καθαρεύει, ὅπου γε καὶ ἡ ὅλη πόλις, οὐδʼ εἰσάγεται εἰς αὐτὴν ὗς· ὁ δʼ ἐν τοῖς πρώτοις τὸ λῃστρικὸν ἦθος ἐπεδείξατο εὐθὺς κατὰ τὴν πρώτην εἴσοδον τῇ παραβάσει τούτου τοῦ ἔθους ὥσπερ οὐχ ἱερεὺς εἰσεληλυθὼς ἀλλὰ διαφθορεὺς τῶν ἱερῶν.
因为祭司和女祭司的住所都在神庙圣区的围墙内,而该圣区除其他宗教净化仪式外,极明显地禁食猪肉,甚至整个城市也是如此,甚至连猪都不被带入其中;但他一上任,在第一次进入时便立即通过违反这一习俗展示了他强盗的本性,仿佛他不是作为祭司进入,而是作为神圣事物的破坏者进入。
§12.8.10ὁ μὲν δὴ Ὄλυμπος τοιόσδε, περιοικεῖται δὲ πρὸς ἄρκτον μὲν ὑπὸ τῶν Βιθυνῶν καὶ Μυγδόνων καὶ Δολιόνων, τὸ δὲ λοιπὸν ἔχουσι Μυσοὶ καὶ Ἐπίκτητοι.
奥林匹斯山的情况就是这样,其北面由比提尼亚人、米格多内斯人和多里奥内斯人居住,其余部分由米西亚人和埃皮克特托伊占领。
Δολίονας μὲν οὖν μάλιστα καλοῦσι τοὺς περὶ Κύζικον ἀπὸ Αἰσήπου ἕως Ῥυνδάκου καὶ τῆς Δασκυλίτιδος λίμνης, Μυγδόνας δὲ τοὺς ἐφεξῆς τούτοις μέχρι τῆς Μυρλειανῶν χώρας· ὑπέρκεινται δὲ τῆς Δασκυλίτιδος ἄλλαι δύο λίμναι μεγάλαι ἥ τε Ἀπολλωνιᾶτις ἥ τε Μιλητοπολῖτις· πρὸς μὲν οὖν τῇ Δασκυλίτιδι Δασκύλιον πόλις, πρὸς δὲ τῇ Μιλητοπολίτιδι Μιλητούπολις, πρὸς δὲ τῇ τρίτῃ Ἀπολλωνία ἡ ἐπὶ Ῥυνδάκῳ λεγομένη· τὰ πλεῖστα δὲ τούτων ἐστὶ Κυζικηνῶν νυνί.
他们特别将阿塞波斯河到林达科斯河及达斯库利蒂斯湖之间的基齐库斯周围的人称为多里奥内斯人,而将紧邻这些人直到米尔莱亚人领地的人称为米格多内斯人;在达斯库利蒂斯湖上方还有另外两个大湖,即阿波罗尼亚蒂斯湖和米勒托波利蒂斯湖;在达斯库利蒂斯湖旁是达斯库利翁城,在米勒托波利蒂斯湖旁是米勒托波利斯,在第三个湖旁是被称为“林达科斯河畔的”阿波罗尼亚;目前这些地方的大部分都属于基齐库斯人。