Humanitext Reader

ストラボン · 地理誌 §12.8.14-12.8.16

パロレイオスとアパメイアおよびラオディケイア

402 / 577 箇所 · ギリシア語

要旨

ストラボンはフリュギア・パロレイオス地方の主要都市フィロメリオンとピシディア近傍のアンティオケイア、シュンナダの採石場を説明し、次いで交易地アパメイアの川や起源、そしてラオディケイアの経済的繁栄と地質学的特徴(地震)について論じる。

§12.8.14ἡ μὲν οὖν παρώρεια ὀρεινήν τινα ἔχει ῥάχιν ἀπὸ τῆς ἀνατολῆς ἐκτεινομένην ἐπὶ δύσιν·
さて、山沿いの地方は、東から西へと延びる、ある山がちな稜線を有している。
ταύτῃ δʼ ἑκατέρωθεν ὑποπέπτωκέ τι πεδίον μέγα, καὶ πόλεις πλησίον αὐτῆς πρὸς ἄρκτον μὲν Φιλομήλιον, ἐκ θατέρου δὲ μέρους Ἀντιόχεια ἡ πρὸς Πισιδίᾳ καλουμένη, ἡ μὲν ἐν πεδίῳ κειμένη πᾶσα ἡ δʼ ἐπὶ λόφου ἔχουσα ἀποικίαν Ῥωμαίων·
この稜線の両側には大きな平原が広がっており、その近くの、北にはフィロメリオンと呼ばれる市が、他方の側にはピシディア近傍のアンティオケイアと呼ばれる市がある。 前者は全体が平地に位置し、後者は丘の上に立ってローマの植民都市を擁している。
ταύτην δʼ ᾤκισαν Μάγνητες οἱ πρὸς Μαιάνδρῳ.
この都市はマイアンドロス川沿いのマグネシア人が入植した。
Ῥωμαῖοι δʼ ἠλευθέρωσαν τῶν βασιλέων, ἡνίκα τὴν ἄλλην Ἀσίαν Εὐμένει παρέδοσαν τὴν ἐντὸς τοῦ Ταύρου·
ローマ人は、タウロス山脈の内側の残りのアジアをエウメネスに引き渡した際、彼らを王たちから解放した。
ἦν δὲ ἐνταῦθα καὶ ἱερωσύνη τις Μηνὸς Ἀρκαίου, πλῆθος ἔχουσα ἱεροδούλων καὶ χωρίων ἱερῶν·
ここにはメーン・アルカイオスの神職もあり、多くの神殿奴隷と神聖な土地を所有していた。
κατελύθη δὲ μετὰ τὴν Ἀμύντου τελευτὴν ὑπὸ τῶν πεμφθέντων ἐπὶ τὴν ἐκείνου κληρονομίαν.
しかし、アミュンタスの死後、彼の遺産相続のために派遣された者たちによってそれは廃止された。
Σύνναδα δʼ ἐστὶν οὐ μεγάλη πόλις·
シュンナダは大きくない都市である。
πρόκειται δʼ αὐτῆς ἐλαιόφυτον πεδίον ὅσον ἑξήκοντα σταδίων·
その手前には、およそ六十スタディオンにおよぶオリーブの生い茂る平原が広がっている。
ἐπέκεινα δʼ ἐστὶ Δοκιμία κώμη, καὶ τὸ λατόμιον Συνναδικοῦ λίθου (οὕτω μὲν Ῥωμαῖοι καλοῦσιν, οἱ δʼ ἐπιχώριοι Δοκιμίτην καὶ Δοκιμαῖον), κατʼ ἀρχὰς μὲν μικροὺς βώλους ἐκδιδόντος τοῦ μετάλλου, διὰ δὲ τὴν νυνὶ πολυτέλειαν τῶν Ῥωμαίων κίονες ἐξαιροῦνται μονόλιθοι μεγάλοι, πλησιάζοντες τῷ ἀλαβαστρίτῃ λίθῳ κατὰ τὴν ποικιλίαν, ὥστε καίπερ πολλῆς οὔσης τῆς ἐπὶ θάλατταν ἀγωγῆς τῶν τηλικούτων φορτίων ὅμως καὶ κίονες καὶ πλάκες εἰς Ῥώμην κομίζονται θαυμασταὶ κατὰ τὸ μέγεθος καὶ κάλλος.
その向こうにはドキミアという村があり、また「シュンナダの石」(ローマ人はこう呼ぶが、地元の人々は「ドキミテス」あるいは「ドキマイオス」と呼ぶ)の採石場がある。 当初、この採石場は小さな塊しか産出しなかったが、現在のローマ人の贅沢のおかげで、一枚岩の巨大な柱が切り出されており、それらは色模様においてアラバスター石に似ている。 そのため、これほど巨大な貨物を海まで輸送することが困難であるにもかかわらず、驚くべき大きさと美しさを持った柱や板石がローマへと運ばれている。
§12.8.15Ἀπάμεια δʼ ἐστὶν ἐμπόριον μέγα τῆς ἰδίως λεγομένης Ἀσίας, δευτερεῦον μετὰ τὴν Ἔφεσον·
アパメイアは、狭義のアジアにおける大きな交易地であり、エフェソスに次ぐ第二の規模である。
αὕτη γὰρ καὶ τῶν ἀπὸ τῆς Ἰταλίας καὶ τῆς Ἑλλάδος ὑποδοχεῖον κοινόν ἐστιν.
というのも、この都市はイタリアやギリシアからの人々の共通の受け入れ地だからである。
ἵδρυται δὲ ἡ Ἀπάμεια ἐπὶ ταῖς ἐκβολαῖς τοῦ Μαρσύου ποταμοῦ, καὶ ῥεῖ διὰ μέσης τῆς πόλεως ὁ ποταμὸς τὰς ἀρχὰς ἀπὸ τῆς πόλεως ἔχων·
アパメイアはマルシュアス川の河口に位置しており、川は都市の内部に水源を持ってその中央を流れている。
κατενεχθεὶς δʼ ἐπὶ τὸ προάστειον σφοδρῷ καὶ καταφερεῖ τῷ ῥεύματι συμβάλλει πρὸς τὸν Μαίανδρον, προσειληφότα καὶ ἄλλον ποταμὸν Ὀργᾶν διʼ ὁμαλοῦ φερόμενον πρᾶον καὶ μαλακόν·
そして郊外へと激しく急な流れで下り、マイアンドロス川に合流する。 マイアンドロス川は、平坦な地を穏やかに、緩やかに流れる別の川オルガスをすでに合わせている。
ἐντεῦθεν δʼ ἤδη γενόμενος Μαίανδρος τέως μὲν διὰ τῆς Φρυγίας φέρεται, ἔπειτα διορίζει τὴν Καρίαν καὶ τὴν Λυδίαν κατὰ τὸ Μαιάνδρου καλούμενον πεδίον, σκολιὸς ὢν εἰς ὑπερβολὴν ὥστε ἐξ ἐκείνου τὰς σκολιότητας ἁπάσας μαιάνδρους καλεῖσθαι·
そこからマイアンドロス川となった川は、しばらくの間フリュギアを流れ、その後、「マイアンドロスの平原」と呼ばれる場所においてカリアとリュディアの境界をなす。 この川は極端に曲がりくねっており、そのため、この川にちなんで、あらゆる曲がりくねりを「マイアンドロス(蛇行)」と呼ぶほどである。
τελευτῶν δὲ καὶ τὴν Καρίαν αὐτὴν διαρρεῖ τὴν ὑπὸ τῶν Ἰώνων νῦν κατεχομένην, καὶ μεταξὺ Μιλήτου καὶ Πριήνης ποιεῖται τὰς ἐκβολάς.
最後にはカリア自体を流れ抜け、現在はイオニア人によって占められているが、ミレトスとプリエネの間に注いでいる。
ἄρχεται δὲ ἀπὸ Κελαινῶν, λόφου τινός, ἐν ᾧ πόλις ἦν ὁμώνυμος τῷ λόφῳ·
この川はケライナイという、その丘と同名の都市があった丘から始まっている。
ἐντεῦθεν δʼ ἀναστήσας τοὺς ἀνθρώπους ὁ Σωτὴρ Ἀντίοχος εἰς τὴν νῦν Ἀπάμειαν τῆς μητρὸς ἐπώνυμον τὴν πόλιν ἐπέδειξεν Ἀπάμας, ἣ θυγάτηρ μὲν ἦν Ἀρταβάζου δεδομένη δʼ ἐτύγχανε πρὸς γάμον Σελεύκῳ τῷ Νικάτορι.
そこから人々を移住させて、救済者アンティオコスが、彼の母アパマ(アルタバゾスの娘で、セレウコス・ニカトルの妻となっていた)にちなんで名付けた現在のアパメイア市を建設した。
ἐνταῦθα δὲ μυθεύεται τὰ περὶ τὸν Ὄλυμπον καὶ τὸν Μαρσύαν καὶ τὴν ἔριν ἣν ἤρισεν ὁ Μαρσύας πρὸς Ἀπόλλωνα.
ここにはオリュンポスやマルシュアス、およびマルシュアスがアポロンと競った争いに関する神話がある。
ὑπέρκειται δὲ καὶ λίμνη φύουσα κάλαμον τὸν εἰς τὰς γλώττας τῶν αὐλῶν ἐπιτήδειον, ἐξ ἧς ἀπολείβεσθαί φασι τὰς πηγὰς ἀμφοτέρας τήν τε τοῦ Μαρσύου καὶ τὴν τοῦ Μαιάνδρου.
また、その上方にはアウロスのリードに適した葦を産出する湖があり、そこからマルシュアスとマイアンドロスの両方の水源が流れ出ていると言われている。
§12.8.16ἡ δὲ Λαοδίκεια μικρὰ πρότερον οὖσα αὔξησιν ἔλαβεν ἐφʼ ἡμῶν καὶ τῶν ἡμετέρων πατέρων, καίτοι κακωθεῖσα ἐκ πολιορκίας ἐπὶ Μιθριδάτου τοῦ Εὐπάτορος·
ラオディケイアは、以前は小さかったが、ミトリダテス・エウパトルのときの包囲戦によって打撃を受けたにもかかわらず、我々の時代および我々の父たちの時代に発展を遂げた。
ἀλλʼ ἡ τῆς χώρας ἀρετὴ καὶ τῶν πολιτῶν τινες εὐτυχήσαντες μεγάλην ἐποίησαν αὐτήν, Ἱέρων μὲν πρότερον, ὃς πλειόνων ἢ δισχιλίων ταλάντων κληρονομίαν κατέλιπε τῷ δήμῳ πολλοῖς τʼ ἀναθήμασιν ἐκόσμησε τὴν πόλιν, Ζήνων δὲ ὁ ῥήτωρ ὕστερον καὶ ὁ υἱὸς αὐτοῦ Πολέμων, ὃς καὶ βασιλείας ἠξιώθη διὰ τὰς ἀνδραγαθίας ὑπʼ Ἀντωνίου μὲν πρότερον ὑπὸ Καίσαρος δὲ τοῦ Σεβαστοῦ μετὰ ταῦτα.
しかし、土地の肥沃さと、幸運に恵まれた一部の市民たちがこの都市を大きくした。 まず最初はヒエロンであり、彼は二千タラントンを超える遺産を民衆に遺し、多くの献納物で市を飾った。 その後は弁論家ゼノン、そしてその息子ポレモンであり、ポレモンはその勇猛さゆえに、最初はアントニウスによって、その後は皇帝アウグストゥスによって王の地位を与えられた。
φέρει δʼ ὁ περὶ τὴν Λαοδίκειαν τόπος προβάτων ἀρετὰς οὐκ εἰς μαλακότητα μόνον τῶν ἐρίων, ᾗ καὶ τῶν Μιλησίων διαφέρει, ἀλλὰ καὶ εἰς τὴν κοραξὴν χρόαν, ὥστε καὶ προσοδεύονται λαμπρῶς ἀπʼ αὐτῶν, ὥσπερ καὶ οἱ Κολοσσηνοὶ ἀπὸ τοῦ ὁμωνύμου χρώματος πλησίον οἰκοῦντες.
ラオディケイア周辺の土地は、羊の毛が柔らかいことにおいて優れている(これによってミレトスのものとも異なる)だけでなく、その漆黒の色においても優れており、そのため彼らはそこから素晴らしい収入を得ている。 近くに住むコロッサイ人が、同名の色から利益を得ているのと同様である。
ἐνταῦθα δὲ καὶ ὁ Κάπρος καὶ ὁ Λύκος συμβάλλει τῷ Μαιάνδρῳ ποταμῷ, ποταμὸς εὐμεγέθης, ἀφʼ οὗ καὶ ἡ πρὸς τῷ Λύκῳ Λαοδίκεια λέγεται.
ここでは、カプロス川と、かなりの大きさの川でありこれにちなんで「リュコス川沿いのラオディケイア」と呼ばれるリュコス川がマイアンドロス川に合流している。
ὑπέρκειται δὲ τῆς πόλεως ὄρος Κάδμος, ἐξ οὗ καὶ ὁ Λύκος ῥεῖ καὶ ἄλλος ὁμώνυμος τῷ ὄρει.
この都市の上方にはカドモス山がそびえており、そこからリュコス川ともう一つの山と同名の川が流れている。
τὸ πλέον δʼ οὗτος ὑπὸ γῆς ῥυεὶς εἶτʼ ἀνακύψας συνέπεσεν εἰς ταὐτὸ τοῖς ἄλλοις ποταμοῖς, ἐμφαίνων ἅμα καὶ τὸ πολύτρητον τῆς χώρας καὶ τὸ εὔσειστον·
この川はその大部分を地下を流れ、それから地上に現れて他の川に合流しており、この地方が多くの空洞に富み、極めて地震が多いことを同時に示している。
εἰ γάρ τις ἄλλη, καὶ ἡ Λαοδίκεια εὔσειστος, καὶ τῆς πλησιοχώρου δὲ Κάρουρα.
実際、もし他のどの都市がそうであるとしても、ラオディケイアはとりわけ地震が多く、隣接するカルラも同様である。

語釈・文法注

  1. §12.8.14καίπερ πολλῆς οὔσης — 分詞 `οὔσης` に接続詞 `καίπερ` が伴うことで、譲歩(〜であるにもかかわらず)を表す属格絶対の構文。名詞句 `τῆς ... ἀγωγῆς` がその意味上の主語である。
  2. §12.8.15τῆς μητρὸς ἐπώνυμον τὴν πόλιν ἐπέδειξεν — 動詞 `ἐπέδειξεν`(示す、宣言する、建設する)は、`τὴν πόλιν` を直接目的語とし、`ἐπώνυμον`(〜にちなんで名付けられた)を目的格補語とする二重対格(叙述的対格)をとっている。`τῆς μητρὸς` は `ἐπώνυμον` に依存する属格。
  3. §12.8.16εἰ γάρ τις ἄλλη, καὶ ἡ Λαοδίκεια — 「もし他の(都市)がそうであるならば、ラオディケイアもまた」という、最上級に準ずる強調の意味を表す慣用的な省略表現(εἰ γάρ τις ἄλλη εὔσειστός ἐστι, καὶ...)。「ラオディケイアは他のどの都市にも増して極めて地震が多い」という意味をなす。

この箇所を引用する

ストラボン, 地理誌 §12.8.14-12.8.16. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.8.14-12.8.16

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。