§12.8.11ἔστι δὲ νῆσος ἐν τῇ Προποντίδι ἡ Κύζικος συναπτομένη γεφύραις δυσὶ πρὸς τὴν ἤπειρον, ἀρετῇ μὲν κρατίστη μεγέθει δὲ ὅσον πεντακοσίων σταδίων τὴν περίμετρον· ἔχει δὲ ὁμώνυμον πόλιν πρὸς αὐταῖς ταῖς γεφύραις καὶ λιμένας δύο κλειστοὺς καὶ νεωσοίκους πλείους τῶν διακοσίων· τῆς δὲ πόλεως τὸ μὲν ἔστιν ἐν ἐπιπέδῳ τὸ δὲ πρὸς ὄρει· καλεῖται δʼ Ἄρκτων ὄρος· ὑπέρκειται δʼ ἄλλο Δίνδυμον μονοφυές, ἱερὸν ἔχον τῆς Δινδυμήνης μητρὸς θεῶν, ἵδρυμα τῶν Ἀργοναυτῶν.
Now Cyzicus is an island in the Propontis, connected with the continent by two bridges, most excellent in fertility, and about five hundred stadia in circumference; it has a city of the same name close to the bridges themselves, and two closed harbors, and more than two hundred docks; a part of the city is on flat ground, and a part borders on a mountain, which is called the Mountain of Bears; and above it rises another mountain, Dindymum, consisting of a single peak, which has a temple of Dindymene, Mother of the Gods, founded by the Argonauts.
ἔστι δʼ ἐνάμιλλος ταῖς πρώταις τῶν κατὰ τὴν Ἀσίαν ἡ πόλις μεγέθει τε καὶ κάλλει καὶ εὐνομίᾳ πρός τε εἰρήνην καὶ πόλεμον· ἔοικέ τε τῷ παραπλησίῳ τύπῳ κοσμεῖσθαι ὥσπερ ἡ τῶν Ῥοδίων καὶ Μασσαλιωτῶν καὶ Καρχηδονίων τῶν πάλαι.
The city is a rival to the first of those in Asia in size, beauty, and excellent administration both for peace and war; and it seems to be regulated by a system very similar to that of the Rhodians, the Massaliotes, and the Carthaginians of old.
τὰ μὲν οὖν πολλὰ ἐῶ, τρεῖς δʼ ἀρχιτέκτονας τοὺς ἐπιμελουμένους οἰκοδομημάτων τε δημοσίων καὶ ὀργάνων, τρεῖς δὲ καὶ θησαυροὺς κέκτηται, τὸν μὲν ὅπλων τὸν δʼ ὀργάνων τὸν δὲ σίτου· ποιεῖ δὲ τὸν σῖτον ἄσηπτον ἡ Χαλκιδικὴ γῆ μιγνυμένη.
Now I pass over most things, but it possesses three architects who look after public buildings and engines, and also three storehouses, one of arms, one of engines, and one of grain; and the Chalcidic earth, when mixed with it, keeps the grain from rotting.
ἐπεδείξαντο δὲ τὴν ἐκ τῆς παρασκευῆς ταύτης ὠφέλειαν ἐν τῷ Μιθριδατικῷ πολέμῳ.
They demonstrated the benefit of this preparation in the Mithridatic war.
ἐπελθόντος γὰρ αὐτοῖς ἀδοκήτως τοῦ βασιλέως πεντεκαίδεκα μυριάσι καὶ ἵππῳ πολλῇ καὶ κατασχόντος τὸ ἀντικείμενον ὄρος ὃ καλοῦσιν Ἀδραστείας καὶ τὸ προάστειον, ἔπειτα καὶ διάραντος εἰς τὸν ὑπὲρ τῆς πόλεως αὐχένα καὶ προσμαχομένου πεζῇ τε καὶ κατὰ θάλατταν τετρακοσίαις ναυσίν, ἀντέσχον πρὸς ἅπαντα οἱ Κυζικηνοί, ὥστε καὶ ἐγγὺς ἦλθον τοῦ ζωγρίᾳ λαβεῖν τὸν βασιλέα ἐν τῇ διώρυγι ἀντιδιορύττοντες, ἀλλʼ ἔφθη φυλαξάμενος καὶ ἀναλαβὼν ἑαυτὸν ἔξω τοῦ ὀρύγματος· ὀψὲ δὲ ἴσχυσεν εἰσπέμψαι τινὰς νύκτωρ ἐπικούρους ὁ τῶν Ῥωμαίων στρατηγὸς Λεύκολλος· ὤνησε δὲ καὶ λιμὸς τῷ τοσούτῳ πλήθει τῆς στρατιᾶς ἐπιπεσών, ὃν οὐ προείδετο ὁ βασιλεύς, ὡς ἀπῆλθε πολλοὺς ἀποβαλών.
For when the king unexpectedly attacked them with a hundred and fifty thousand men and a large force of cavalry, and occupied the opposite mountain which they call Adrasteia, and the suburb, and then moved across to the neck of land above the city and pressed the siege both by land and by sea with four hundred ships, the Cyzicenes held out against all, so that they even came near to taking the king alive by digging countermines in the ditch, but he anticipated them by taking precautions and withdrawing himself outside the trench; and late indeed the Roman general Lucullus succeeded in sending in some allies by night; and a famine also, falling upon so great a multitude of the army, which the king did not foresee, was of assistance, so that he departed after having lost many.
Ῥωμαῖοι δʼ ἐτίμησαν τὴν πόλιν, καὶ ἔστιν ἐλευθέρα μέχρι νῦν καὶ χώραν ἔχει πολλὴν τὴν μὲν ἐκ παλαιοῦ τὴν δὲ τῶν Ῥωμαίων προσθέντων.
The Romans honored the city, and it is free to this day and possesses a large territory, part of it from of old and part because the Romans added it.
καὶ γὰρ τῆς Τρῳάδος ἔχουσι τὰ πέραν τοῦ Αἰσήπου τὰ περὶ τὴν Ζέλειαν καὶ τὸ τῆς Ἀδραστείας πεδίον· καὶ τῆς Δασκυλίτιδος λίμνης τὰ μὲν ἔχουσιν ἐκεῖνοι τὰ δὲ Βυζάντιοι· πρὸς δὲ τῇ Δολιονίδι καὶ τῇ Μυγδονίδι νέμονται πολλὴν μέχρι τῆς Μιλητοπολίτιδος λίμνης καὶ τῆς Ἀπολλωνιάτιδος αὐτῆς, διʼ ὧν χωρίων καὶ ὁ Ῥύνδακος ῥεῖ ποταμὸς τὰς ἀρχὰς ἔχων ἐκ τῆς Ἀζανίτιδος, προσλαβὼν δὲ καὶ ἐκ τῆς Ἀβρεττηνῆς Μυσίας ἄλλους τε καὶ Μέκεστον ἀπʼ Ἀγκύρας τῆς Ἀβαείτιδος ἐκδίδωσιν εἰς τὴν Προποντίδα κατὰ Βέσβικον νῆσον.
For they possess those parts of the Troad beyond the Aesepus around Zeleia and the plain of Adrasteia; and of the lake Daskylitis they possess some parts while the Byzantines possess others; and near Dolionis and Mygdonis they occupy a large territory as far as the Miletopolitis lake and the Apolloniatis itself, through which regions also flows the river Rhyndacus, which has its sources in the Azanitis, and after receiving from Abrettene Mysia other rivers and also the Mecestus from Ancyra in Abaeitis, empties into the Propontis near the island of Besbicus.
ἐν ταύτῃ δὲ τῇ νήσῳ τῶν Κυζικηνῶν ὄρος ἐστὶν εὔδενδρον Ἀρτάκη· καὶ νησίον ὁμώνυμον πρόκειται τούτου, καὶ πλησίον ἀκρωτήριον Μέλανος καλούμενον ἐν παράπλῳ τοῖς εἰς Πρίαπον κομιζομένοις ἐκ τῆς Κυζίκου.
And on this island of the Cyzicenes is Artace, a well-wooded mountain; and a small island of the same name lies before it, and near it is a promontory called Melanos, on the coastal route for those sailing from Cyzicus to Priapus.
§12.8.12τῆς δʼ ἐπικτήτου Φρυγίας Ἀζανοί τέ εἰσι καὶ Νακολία καὶ Κοτιάειον καὶ Μιδάειον καὶ Δορυλάειον πόλεις καὶ Κάδοι· τοὺς δὲ Κάδους ἔνιοι τῆς Μυσίας φασίν.
In Phrygia Epictetus are the cities of Azanoi, Nacolia, Cotiaeium, Midaeium, Dorylaeium, and Cadoi; but some say that Cadoi belongs to Mysia.
ἡ δὲ Μυσία κατὰ τὴν μεσόγαιαν ἀπὸ τῆς Ὀλυμπηνῆς ἐπὶ τὴν Περγαμηνὴν καθήκει καὶ τὸ Καΐκου λεγόμενον πεδίον, ὥστε μεταξὺ κεῖσθαι τῆς τε Ἴδης καὶ τῆς Κατακεκαυμένης, ἣν οἱ μὲν Μυσίαν οἱ δὲ Μαιονίαν φασίν.
Mysia, in its inland parts, extends from the Olympene to the territory of Pergamum and the plain called that of the Caicus, so that it lies between Ida and the Katakekaumene, which some call Mysia and others Maonia.
§12.8.13ὑπὲρ δὲ τῆς Ἐπικτήτου πρὸς νότον ἐστὶν ἡ μεγάλη Φρυγία, λείπουσα ἐν ἀριστερᾷ τὴν Πεσσινοῦντα καὶ τὰ περὶ Ὀρκαόρκους καὶ Λυκαονίαν, ἐν δεξιᾷ δὲ Μαίονας καὶ Λυδοὺς καὶ Κᾶρας· ἐν ᾗ ἔστιν ἥ τε Παρώρειος λεγομένη Φρυγία καὶ ἡ πρὸς Πισιδίᾳ καὶ τὰ περὶ Ἀμόριον καὶ Εὐμένειαν καὶ Σύνναδα, εἶτα Ἀπάμεια ἡ Κιβωτὸς λεγομένη καὶ Λαοδίκεια, αἵπερ εἰσὶ μέγισται τῶν κατὰ τὴν Φρυγίαν πόλεων· περίκειται δὲ ταύταις πολίσματα καὶ Ἀφροδισιὰς Κολοσσαὶ Θεμισώνιον Σαναὸς Μητρόπολις Ἀπολλωνιάς, ἔτι δὲ ἀπωτέρω τούτων Πέλται Τάβαι Εὐκαρπία Λυσιάς.
Above Epictetus to the south is Greater Phrygia, leaving on the left Pessinus and the regions around Orcaorci and Lycaonia, and on the right the Maonians, Lydians, and Carians; in which is the Phrygia called Paroreios, and that near Pisidia, and the territory around Amorium, Eumeneia, and Synnada, and then Apameia, which is called Kibotos, and Laodiceia, which are the largest of the cities in Phrygia; and around these lie smaller towns, Aphrodisias, Colossae, Themisonium, Sanaos, Metropolis, Apollonias, and still further from these, Peltae, Tabae, Eucarpia, and Lysias.