§12.8.1τοῖς δὲ Βιθυνοῖς ὁμοροῦσι πρὸς νότον, ὡς ἔφην, οἱ περὶ τὸν Ὄλυμπον τὸν Μύσιον προσαγορευόμενον Μυσοί τε καὶ Φρύγες·
ビテュニア人には南において、私が言ったように、ミュシアのオリンポスと呼ばれる山周辺のミュシア人とプリュギア人が隣接している。
ἑκάτερον δὲ τὸ ἔθνος διττόν ἐστι.
そしてこれら二つの民族はそれぞれ二重に分かれている。
Φρυγία τε γὰρ ἡ μὲν καλεῖται μεγάλη, ἧς ὁ Μίδας ἐβασίλευσε καὶ ἧς μέρος οἱ Γαλάται κατέσχον, ἡ δὲ μικρὰ ἡ ἐφʼ Ἑλλησπόντῳ καὶ ἡ περὶ τὸν Ὄλυμπον ἡ καὶ Ἐπίκτητος λεγομένη.
プリュギアについては、一方は大プリュギアと呼ばれ、そこはミダスが支配し、ガラティア人がその一部を占領した場所であり、他方は小プリュギアと呼ばれ、ヘレスポントス周辺およびオリンポス周辺にあり、エピクテトスとも呼ばれている。
Μυσία τε ὁμοίως ἥ τε Ὀλυμπηνὴ συνεχὴς οὖσα τῇ Βιθυνίᾳ καὶ τῇ Ἐπικτήτῳ, ἣν ἔφη Ἀρτεμίδωρος ἀπὸ τῶν πέραν Ἴστρου Μυσῶν ἀπῳκίσθαι, καὶ ἡ περὶ τὸν Κάικον καὶ τὴν Περγαμηνὴν μέχρι Τευθρανίας καὶ τῶν ἐκβολῶν τοῦ ποταμοῦ.
ミュシアも同様に、一方はオリンペネと呼ばれ、ビテュニアやエピクテトスに連続しており、アルテミドロスによればイストロス川の向こうのミュシア人から移住したとされる。 他方はカイコス川およびペルガモン地方の周辺から、テウトラニアおよびその川の河口にまで至る地方である。
§12.8.2οὕτω δʼ ἐνήλλακται ταῦτα ἐν ἀλλήλοις, ὡς πολλάκις λέγομεν, ὥστε καὶ τὴν περὶ Σίπυλον Φρυγίαν οἱ παλαιοὶ καλοῦσιν, ἄδηλον εἴτε τῆς μεγάλης εἴτε τῆς μικρᾶς μέρος οὖσαν, ᾗ καὶ τὸν Τάνταλον Φρύγα καὶ τὸν Πέλοπα καὶ τὴν Νιόβην·
これらは互いに入り組んでおり、私たちがしばしば言うように、古代の人々はシピュロス周辺をもプリュギアと呼んでおり、それが大プリュギアの一部なのか小プリュギアの一部なのかははっきりしない。 そこでは彼らはタンタロスやペロプス、ニオベをプリュギア人と呼んでいる。
ὁποτέρως δʼ ἂν ἔχῃ, ἥ γε ἐπάλλαξις φανερά.
どちらであるにせよ、その入り交じっていることは明らかである。
ἡ γὰρ Περγαμηνὴ καὶ ἡ Ἐλαῗτις, καθʼ ἣν ὁ Κάικος ἐκπίπτει, καὶ ἡ μεταξὺ τούτων Τευθρανία, ἐν ᾗ Τεύθρας καὶ ἡ τοῦ Τηλέφου ἐκτροφή, ἀνὰ μέσον ἐστὶ τοῦ τε Ἑλλησπόντου καὶ τῆς περὶ Σίπυλον καὶ Μαγνησίαν τὴν ὑπʼ αὐτῷ χώρας·
というのも、ペルガモン地方や、カイコス川の注ぐエライティス地方、そしてこれらの間にあるテウトラニア(そこにはテウトラスがおり、テレポスが育てられた場所である)は、ヘレスポントスと、シピュロスおよびその下方のマグネシア周辺の領地との中間に位置しているからである。
ὥσθʼ ὅπερ ἔφην ἔργον διορίσαι
"
χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα
" §12.8.3καὶ οἱ Λυδοὶ καὶ οἱ Μαίονες, οὓς Ὅμηρος καλεῖ Μῄονας, ἐν συγχύσει πώς εἰσι καὶ πρὸς τούτους καὶ πρὸς ἀλλήλους, ὅτι οἱ μὲν τοὺς αὐτοὺς οἱ δʼ ἑτέρους φασί·
したがって、私が言ったように、次のことを区別することは困難な仕事である。 "χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα "また、リュディア人とマイオネス人(ホメロスがマイオネスと呼んでいる人々)も、これら(プリュギア人やミュシア人)に対しても、また互いに対しても、ある種混同された状態にある。 なぜなら、ある人々は彼らを同じ民族であると言い、他の人々は異なる民族であると言うからである。
πρὸς δὲ τούτους, ὅτι τοὺς Μυσοὺς οἱ μὲν Θρᾷκας οἱ δὲ Λυδοὺς εἰρήκασι, κατʼ αἰτίαν παλαιὰν ἱστοροῦντες, ἣν Ξάνθος ὁ Λυδὸς γράφει καὶ Μενεκράτης ὁ Ἐλαΐτης, ἐτυμολογοῦντες καὶ τὸ ὄνομα τὸ τῶν Μυσῶν ὅτι τὴν ὀξύην οὕτως ὀνομάζουσιν οἱ Λυδοί·
またこれら(ミュシア人)に対しても同様であり、ある人々はミュシア人をトラキア人と言い、他の人々はリュディア人と言っている。 彼らは古い理由に基づいて歴史を語っており、それはリュディア人のクサントスやエライアのメネクラテスが書いていることであるが、彼らは「ミュシア人」という名前の語源について、リュディア人がブナの木をそのように呼んでいるからだとしている。
πολλὴ δʼ ἡ ὀξύη κατὰ τὸν Ὄλυμπον, ὅπου ἐκτεθῆναί φασι τοὺς δεκατευθέντας, ἐκείνων δὲ ἀπογόνους εἶναι τοὺς ὕστερον Μυσούς, ἀπὸ τῆς ὀξύης οὕτω προσαγορευθέντας·
オリンポス周辺にはブナの木が多くあり、そこには10分の1として捧げられた人々が遺棄されたと言われており、のちのミュシア人は彼らの子孫であり、ブナの木にちなんでそのように名付けられたのだという。
μαρτυρεῖν δὲ καὶ τὴν διάλεκτον· μιξολύδιον γάρ πως εἶναι καὶ μιξοφρύγιον·
そして言語もまたそれを証言しており、それはある意味でミクソリュディア語(リュディア語混じり)かつミクソプリュギア語(プリュギア語混じり)であるという。
τέως μὲν γὰρ οἰκεῖν αὐτοὺς περὶ τὸν Ὄλυμπον, τῶν δὲ Φρυγῶν ἐκ τῆς Θρᾴκης περαιωθέντων ελόντων τε τῆς Τροίας ἄρχοντα καὶ τῆς πλησίον γῆς, ἐκείνους μὲν ἐνταῦθα οἰκῆσαι τοὺς δὲ Μυσοὺς ὑπὲρ τὰς τοῦ Καΐκου πηγὰς πλησίον Λυδῶν.
かつては彼らはオリンポス周辺に住んでいたが、プリュギア人がトラキアから渡ってきて、トロイアの支配者とその周辺の土地を奪ったとき、プリュギア人はそこに住み、ミュシア人はカイコス川の水源の上方、リュディア人の近くに住み着いたという。
§12.8.4συνεργεῖ δὲ πρὸς τὰς τοιαύτας μυθοποιίας ἥ τε σύγχυσις τῶν ἐνταῦθα ἐθνῶν καὶ ἡ εὐδαιμονία τῆς χώρας τῆς ἐντὸς Ἅλυος, μάλιστα δὲ τῆς παραλίας, διʼ ἣν ἐπιθέσεις ἐγένοντο αὐτῇ πολλαχόθεν καὶ διὰ παντὸς ἐκ τῆς περαίας, ἢ καὶ ἐπʼ ἀλλήλους ἰόντων τῶν ἐγγύς.
このような神話形成を助長するのは、この地における諸民族の ¦p.804 混交と、ハリュス川の内側の土地、特に沿岸地方の豊かさであり、その豊かさのために、四方から、そして常に対岸から、あるいは近隣の者たちが互いに対して侵略を行った。
μάλιστα μὲν οὖν κατὰ τὰ Τρωικὰ καὶ μετὰ ταῦτα τὰς ἐφόδους γενέσθαι καὶ τὰς μεταναστάσεις συνέβη, τῶν τε βαρβάρων ἅμα καὶ τῶν Ἑλλήνων ὁρμῇ τινι χρησαμένων πρὸς τὴν τῆς ἀλλοτρίας κατάκτησιν·
特にトロイア戦争期およびその後に、野蛮人とギリシア人の双方が他国の領土獲得への衝動に駆られて、侵略と移動が起こった。
ἀλλὰ καὶ πρὸ τῶν Τρωικῶν ἦν ταῦτα.
しかしトロイア戦争以前にもこれらのことは存在した。
τό τε γὰρ τῶν Πελασγῶν ἦν φῦλον καὶ τὸ τῶν Καυκώνων καὶ Λελέγων·
というのも、ペラスゴス人の部族、カウコネス人やレレゲス人の部族が存在していたからである。
εἴρηται δʼ ὅτι πολλαχοῦ τῆς Εὐρώπης τὸ παλαιὸν ἐτύγχανε πλανώμενα, ἅπερ ποιεῖ τοῖς Τρωσὶ συμμαχοῦντα ὁ ποιητής, οὐκ ἐκ τῆς περαίας.
それらは古代、ヨーロッパの多くの場所を放浪していたと言われており、詩人は彼らを対岸からではなく、トロイア人の同盟者として描いている。
τά τε περὶ τῶν Φρυγῶν καὶ τῶν Μυσῶν λεγόμενα πρεσβύτερα τῶν Τρωικῶν ἐστιν·
また、プリュギア人とミュシア人について言われていることは、トロイア戦争よりも古いものである。
οἱ δὲ διττοὶ Λύκιοι τοῦ αὐτοῦ γένους ὑπόνοιαν παρέχουσιν, ἢ τῶν Τρωικῶν ἢ τῶν πρὸς Καρίᾳ τοὺς ἑτέρους ἀποικισάντων.
二つのリュキア(二つの地域に分かれたリュキア人)は同一の血統であることを窺わせるが、それはトロイア戦争の際か、あるいはカリア近傍の者たちが他方の地域に入植させたためであろう。
τάχα δὲ καὶ ἐπὶ τῶν Κιλίκων τὸ αὐτὸ συνέβη·
おそらくキリキア人の場合にも同じことが起こった。
διττοὶ γὰρ καὶ οὗτοι·
というのも、彼らもまた二重に分かれているからである。
οὐ μὴν ἔχομέν γε τοιαύτην λαβεῖν μαρτυρίαν ὅτι καὶ πρὸ τῶν Τρωικῶν ἦσαν ἤδη οἱ νῦν Κίλικες·
しかしながら、トロイア戦争以前にすでに現在のキリキア人が存在していたというそのような証拠を得ることはできない。
ὅ τε Τήλεφος ἐκ τῆς Ἀρκαδίας ἀφῖχθαι νομίζοιτʼ ἂν μετὰ τῆς μητρός, γάμῳ δὲ τῷ ταύτης ἐξοικειωσάμενος τὸν ὑποδεξάμενον αὐτὸν Τεύθραντα ἐνομίσθη τε ἐκείνου καὶ παρέλαβε τὴν Μυσῶν ἀρχήν.
テレポスはアルカディアから母親とともにやってきたと考えられており、彼女の婚姻によって、自分を受け入れてくれたテウトラスと親密な関係になり、その子とみなされてミュシア人の支配権を継承した。