Humanitext Reader

斯特拉波 · 地理学 §12.8.1-12.8.4

妙西人与弗里吉亚人的边界与族源

第 398 段,共 577 段 · 希腊语

内容简介

作者阐述了妙西人与弗里吉亚人领土错综复杂的交织状态,解释了其名称起源与语言特征,并探讨了追溯至特洛伊战争之前的民族迁徙与神话背景。

§12.8.1τοῖς δὲ Βιθυνοῖς ὁμοροῦσι πρὸς νότον, ὡς ἔφην, οἱ περὶ τὸν Ὄλυμπον τὸν Μύσιον προσαγορευόμενον Μυσοί τε καὶ Φρύγες· ἑκάτερον δὲ τὸ ἔθνος διττόν ἐστι.
正如我所说,在南面与庇推尼人接壤的是居住在被称为妙西奥林匹斯山周围的妙西人和弗里吉亚人;这两个民族中的每一个都是双重的。
Φρυγία τε γὰρ ἡ μὲν καλεῖται μεγάλη, ἧς ὁ Μίδας ἐβασίλευσε καὶ ἧς μέρος οἱ Γαλάται κατέσχον, ἡ δὲ μικρὰ ἡ ἐφʼ Ἑλλησπόντῳ καὶ ἡ περὶ τὸν Ὄλυμπον ἡ καὶ Ἐπίκτητος λεγομένη.
因为就弗里吉亚而言,一部分被称为大弗里吉亚,米达斯曾统治过这里,加拉太人占领了其中的一部分,而另一部分被称为小弗里吉亚,位于赫勒斯滂附近和奥林匹斯山周围,也被称为埃皮克特图斯。
Μυσία τε ὁμοίως ἥ τε Ὀλυμπηνὴ συνεχὴς οὖσα τῇ Βιθυνίᾳ καὶ τῇ Ἐπικτήτῳ, ἣν ἔφη Ἀρτεμίδωρος ἀπὸ τῶν πέραν Ἴστρου Μυσῶν ἀπῳκίσθαι, καὶ ἡ περὶ τὸν Κάικον καὶ τὴν Περγαμηνὴν μέχρι Τευθρανίας καὶ τῶν ἐκβολῶν τοῦ ποταμοῦ.
妙西也同样是双重的,一部分是奥林匹内,与庇推尼和埃皮克特图斯相连,阿尔特米多鲁斯说它是从伊斯特河对岸的妙西人那里移民而来的,另一部分是凯科斯河和佩尔加蒙地区周围,直到特乌特拉尼亚和该河口的地方。
§12.8.2οὕτω δʼ ἐνήλλακται ταῦτα ἐν ἀλλήλοις, ὡς πολλάκις λέγομεν, ὥστε καὶ τὴν περὶ Σίπυλον Φρυγίαν οἱ παλαιοὶ καλοῦσιν, ἄδηλον εἴτε τῆς μεγάλης εἴτε τῆς μικρᾶς μέρος οὖσαν, ᾗ καὶ τὸν Τάνταλον Φρύγα καὶ τὸν Πέλοπα καὶ τὴν Νιόβην·
正如我们经常说的那样,这些地方相互交织在一起,以至于古人甚至将西皮洛斯周围的地区称为弗里吉亚,尽管目前尚不清楚它是大弗里吉亚还是小弗里吉亚的一部分,在那个地区他们还将坦塔洛斯、珀罗普斯和尼俄伯称为弗里吉亚人。
ὁποτέρως δʼ ἂν ἔχῃ, ἥ γε ἐπάλλαξις φανερά.
不论是哪一种情况,这种交织至少是显而易见的。
ἡ γὰρ Περγαμηνὴ καὶ ἡ Ἐλαῗτις, καθʼ ἣν ὁ Κάικος ἐκπίπτει, καὶ ἡ μεταξὺ τούτων Τευθρανία, ἐν ᾗ Τεύθρας καὶ ἡ τοῦ Τηλέφου ἐκτροφή, ἀνὰ μέσον ἐστὶ τοῦ τε Ἑλλησπόντου καὶ τῆς περὶ Σίπυλον καὶ Μαγνησίαν τὴν ὑπʼ αὐτῷ χώρας· ὥσθʼ ὅπερ ἔφην ἔργον διορίσαι " χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα " §12.8.3καὶ οἱ Λυδοὶ καὶ οἱ Μαίονες, οὓς Ὅμηρος καλεῖ Μῄονας, ἐν συγχύσει πώς εἰσι καὶ πρὸς τούτους καὶ πρὸς ἀλλήλους, ὅτι οἱ μὲν τοὺς αὐτοὺς οἱ δʼ ἑτέρους φασί·
因为佩尔加蒙地区和凯科斯河流入的埃拉伊蒂斯,以及它们之间的特乌特拉尼亚(特乌特拉斯居住于此,也是忒勒福斯的抚养地),位于赫勒斯滂与西皮洛斯及位于其山麓的马格内西亚周围领土的中间;因此,正如我所说,要区分并说出以下这句话是一件困难的任务: "χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα "吕底亚人和迈奥尼亚人(荷马称他们为迈奥尼人)在某种程度上与这些人以及彼此之间都处于混淆状态,因为有些人说他们是同一民族,而另一些人则说他们是不同的民族。
πρὸς δὲ τούτους, ὅτι τοὺς Μυσοὺς οἱ μὲν Θρᾷκας οἱ δὲ Λυδοὺς εἰρήκασι, κατʼ αἰτίαν παλαιὰν ἱστοροῦντες, ἣν Ξάνθος ὁ Λυδὸς γράφει καὶ Μενεκράτης ὁ Ἐλαΐτης, ἐτυμολογοῦντες καὶ τὸ ὄνομα τὸ τῶν Μυσῶν ὅτι τὴν ὀξύην οὕτως ὀνομάζουσιν οἱ Λυδοί·
关于这些人(妙西人),有些人称妙西人为色雷斯人,而另一些人则称他们为吕底亚人,他们叙述了一个古老的原因,吕底亚人散索斯和埃拉亚的梅内克拉特斯曾记载过这一原因,他们对“妙西人”这个名字进行了词源学解释,说吕底亚人将山毛榉树称为这个名字。
πολλὴ δʼ ἡ ὀξύη κατὰ τὸν Ὄλυμπον, ὅπου ἐκτεθῆναί φασι τοὺς δεκατευθέντας, ἐκείνων δὲ ἀπογόνους εἶναι τοὺς ὕστερον Μυσούς, ἀπὸ τῆς ὀξύης οὕτω προσαγορευθέντας·
在奥林匹斯山周围生长着大量的山毛榉树,据说那些被作为十分之一奉献的人曾被遗弃在这里,而后的妙西人就是那些人的后代,并因山毛榉树而得名。
μαρτυρεῖν δὲ καὶ τὴν διάλεκτον· μιξολύδιον γάρ πως εἶναι καὶ μιξοφρύγιον·
他们说他们的方言也证明了这一点;因为在某种程度上它是半吕底亚语和半弗里吉亚语。
τέως μὲν γὰρ οἰκεῖν αὐτοὺς περὶ τὸν Ὄλυμπον, τῶν δὲ Φρυγῶν ἐκ τῆς Θρᾴκης περαιωθέντων ελόντων τε τῆς Τροίας ἄρχοντα καὶ τῆς πλησίον γῆς, ἐκείνους μὲν ἐνταῦθα οἰκῆσαι τοὺς δὲ Μυσοὺς ὑπὲρ τὰς τοῦ Καΐκου πηγὰς πλησίον Λυδῶν.
有一段时间他们居住在奥林匹斯山周围,但当弗里吉亚人从色雷斯渡海过来,夺取了特洛伊的统治者和邻近的土地时,弗里吉亚人定居在那里,而妙西人则定居在凯科斯河源头上方、靠近吕底亚人的地方。
§12.8.4συνεργεῖ δὲ πρὸς τὰς τοιαύτας μυθοποιίας ἥ τε σύγχυσις τῶν ἐνταῦθα ἐθνῶν καὶ ἡ εὐδαιμονία τῆς χώρας τῆς ἐντὸς Ἅλυος, μάλιστα δὲ τῆς παραλίας, διʼ ἣν ἐπιθέσεις ἐγένοντο αὐτῇ πολλαχόθεν καὶ διὰ παντὸς ἐκ τῆς περαίας, ἢ καὶ ἐπʼ ἀλλήλους ἰόντων τῶν ἐγγύς.
促成此类神话创作的,既是该地区各民族的 ¦p.804 混淆,也是哈里斯河以内土地(尤其是沿海地区)的富庶,正因为这种富庶,来自四面八方、以及不断来自对岸的袭击,或者近邻之间相互攻伐的袭击才会发生。
μάλιστα μὲν οὖν κατὰ τὰ Τρωικὰ καὶ μετὰ ταῦτα τὰς ἐφόδους γενέσθαι καὶ τὰς μεταναστάσεις συνέβη, τῶν τε βαρβάρων ἅμα καὶ τῶν Ἑλλήνων ὁρμῇ τινι χρησαμένων πρὸς τὴν τῆς ἀλλοτρίας κατάκτησιν· ἀλλὰ καὶ πρὸ τῶν Τρωικῶν ἦν ταῦτα.
尤其是在特洛伊战争期间及之后,由于野蛮人和希腊人同样受到某种占领他人领土的冲动的驱使,才发生了入侵和迁徙;但在特洛伊战争之前,情况也是如此。
τό τε γὰρ τῶν Πελασγῶν ἦν φῦλον καὶ τὸ τῶν Καυκώνων καὶ Λελέγων· εἴρηται δʼ ὅτι πολλαχοῦ τῆς Εὐρώπης τὸ παλαιὸν ἐτύγχανε πλανώμενα, ἅπερ ποιεῖ τοῖς Τρωσὶ συμμαχοῦντα ὁ ποιητής, οὐκ ἐκ τῆς περαίας.
因为当时有佩拉斯吉人的部落,以及卡乌科内斯人和莱莱格人的部落;据说他们古时候碰巧在欧洲的许多地方流浪,诗人将他们描绘为特洛伊人的盟友,而不是来自对岸。
τά τε περὶ τῶν Φρυγῶν καὶ τῶν Μυσῶν λεγόμενα πρεσβύτερα τῶν Τρωικῶν ἐστιν· οἱ δὲ διττοὶ Λύκιοι τοῦ αὐτοῦ γένους ὑπόνοιαν παρέχουσιν, ἢ τῶν Τρωικῶν ἢ τῶν πρὸς Καρίᾳ τοὺς ἑτέρους ἀποικισάντων.
此外,关于弗里吉亚人和妙西人的说法比特洛伊战争还要古老;双重吕基亚人暗示了他们属于同一种族的嫌疑,要么是特洛伊战争时期的吕基亚人,要么是靠近卡里亚的吕基亚人殖民了另一部分。
τάχα δὲ καὶ ἐπὶ τῶν Κιλίκων τὸ αὐτὸ συνέβη· διττοὶ γὰρ καὶ οὗτοι· οὐ μὴν ἔχομέν γε τοιαύτην λαβεῖν μαρτυρίαν ὅτι καὶ πρὸ τῶν Τρωικῶν ἦσαν ἤδη οἱ νῦν Κίλικες· ὅ τε Τήλεφος ἐκ τῆς Ἀρκαδίας ἀφῖχθαι νομίζοιτʼ ἂν μετὰ τῆς μητρός, γάμῳ δὲ τῷ ταύτης ἐξοικειωσάμενος τὸν ὑποδεξάμενον αὐτὸν Τεύθραντα ἐνομίσθη τε ἐκείνου καὶ παρέλαβε τὴν Μυσῶν ἀρχήν.
也许同样的事情也发生在基里基亚人身上;因为他们也是双重的;但我们没有任何这样的证据来表明,甚至在特洛伊战争之前,现在的基里基亚人就已经存在了;忒勒福斯被认为和他的母亲一起来自阿卡迪亚,并通过她的婚姻与接纳他的特乌特拉斯建立了亲密关系,他被视为特乌特拉斯的儿子并继承了妙西人的统治。

词汇与语法注释

  1. §12.8.1τοῖς δὲ Βιθυνοῖς ὁμοροῦσι πρὸς νότον, ὡς ἔφην, οἱ περὶ τὸν Ὄλυμπον τὸν Μύσιον προσαγορευόμενον Μυσοί τε καὶ Φρύγες — 句首的与格 τοῖς δὲ Βιθυνοῖς 受动词 ὁμοροῦσι(接壤)支配。主语是 οἱ περὶ τὸν Ὄλυμπον ... Μυσοί τε καὶ Φρύγες。尽管存在语序倒置和插入成分,其基本骨架仍是“妙西人和弗里吉亚人在南面与庇推尼人接壤”。
  2. §12.8.2ἄδηλον εἴτε τῆς μεγάλης εἴτε τῆς μικρᾶς μέρος οὖσαν — οὖσαν 是单数阴性宾格现在分词,与前文的 τὴν περὶ Σίπυλον Φρυγίαν 一致。中性形容词 ἄδηλον 在此作非人称使用(意为“……是不清楚的”),引导间接疑问从句 εἴτε... εἴτε,而分词短语则嵌套其中。
  3. §12.8.3ὅπου ἐκτεθῆναί φασι τοὺς δεκατευθέντας — 这是一个“宾格加不定式”结构,其中 τοὺς δεκατευθέντας 是被动不定式 ἐκτεθῆναι(来自 ἐκτίθημι)的逻辑主语,整个结构依赖于 φασί。分词 δεκατευθέντας 来自动词 δεκατεύω(意为“征收十分之一税”或“作为十分之一献祭”)。
  4. §12.8.4εἴρηται δʼ ὅτι πολλαχοῦ τῆς Εὐρώπης τὸ παλαιὸν ἐτύγχανε πλανώμενα — 在 ὅ提从句中,动词 ἐτύγχανε 是单数(与单数中性主语 τὸ φῦλον 一致),但补充分词 πλανώμενα 却使用了中性复数。这是一种“依意一致”(constructio ad sensum)的用法,将集合名词 φῦλον 视为复数,或暗指多个部落。

引用这一段

斯特拉波, 地理学 §12.8.1-12.8.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.8.1-12.8.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。